ΙΕʹ. Διαδεξάμενος δὲ τὴν βασιλείαν εὐθὺς μετ᾽ ἐκεῖνον, ὁ μετ᾽ ἐκεῖνον ἀναῤῥηθεὶς ἐν αὐτῷ τῷ στρατοπέδῳ, καὶ τῇ τῶν κινδύνων ἀκμῇ ἀναγκαίως ἐπιζητούσῃ τὸν ἡγησόμενον, ἀνὴρ ἐπιφανὴς τά τε ἄλλα καὶ τὴν εὐσέβειαν, καὶ τὸ εἶδος, ἀληθῶς τυραννίδος ἄξιος, τὸ μὲν εἰς χεῖρας ἰέναι Πέρσαις, ἢ προϊέναι οὐδαμῶς οἷός τε ἦν, καίτοι γε ἀνδρείας καὶ προθυμίας οὐδὲν ἐλλείπων, τοῦ στρατοῦ παρεικότος τὰς χεῖρας καὶ τὰς ἐλπίδας, ἐζήτει δὲ τὴν ἀνάζευξιν· καὶ ὅπως ἂν ἀσφαλῶς τύχοι ταύτης ἐσκόπει, ὥσπερ οὐ βασιλείας, ἀλλ᾽ ἥττης γεγονὼς κληρονόμος. Εἰ μὲν οὖν μὴ Πέρσαι τῇ νίκῃ μετριάζοντες (καὶ γὰρ νόμος οὗτος αὐτοῖς εἰδέναι μετρεῖν εὐπραγίαν), ἤ τι δείσαντες ἄλλο τῶν λεγομένων, εἰς συμβάσεις ἐτράποντο, καὶ ταύτας ἀδοκήτους οὕτω καὶ φιλανθρώπους, οὐδὲν ἐκώλυε μηδὲ πυρφόρον, ὃ δή φασιν, ὑπολειφθῆναι τῷ στρατῷ· τοσοῦτον εἶχον αὐτοὺς οἱ Πέρσαι διὰ χειρὸς, ἐν γῇ τε ἰδίᾳ μαχόμενοι, καὶ προσεπηρμένοι τοῖς γεγονόσιν· ἱκανὸν γὰρ τό τι προσλαβεῖν εὐημερίας, καὶ πρὸς τὴν ἐλπίδα τοῦ μέλλοντος· νῦν δὲ ὁ μὲν, ὅπερ εἶπον, ἑνὸς ἦν τοῦ διασώσασθαι τὸν στρατὸν, καὶ τὰ νεῦρα Ῥωμαίοις ὑπολιπεῖν· νεῦρα γὰρ ἦσαν, καὶ εἰ κακῶς ἔπραξαν ἀβουλίᾳ μᾶλλον τοῦ στρατηγήσαντος ἢ σφῶν αὐτῶν ἀνανδρίᾳ.