Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως βʹ

Γρηγόριος ὁ Ναζιανζηνός

Ποιμαντικές προτροπές για πνευματικό εορτασμό και αποφυγή εκδίκησης

Καθοδήγηση των πιστών προς την κατανόηση της θείας παιδαγωγίας, τον πνευματικό εορτασμό της απελευθέρωσής τους, την επίδειξη συγχωρητικότητας προς τους διώκτες και την αφήγηση για τη μελλοντική τιμωρία του Ιουλιανού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 8

ΛΓʹ. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νέοι τε καὶ πρεσβύται, ὅσοι τε εἰς τὸ βῆμα τοῦτο τελεῖτε, καὶ ὅσοι τὴν κάτω τέταχθε χώραν, πάντες ὅσους ἐλυτρώσατο Κύριος, πρότερον μὲν ἐκ τῆς πλάνης καὶ τῆς ἀθεΐας, νυνὶ δὲ τῆς ἐπαναστάσεως τῶν ἐθνῶν, καὶ τῶν ἤδη γε παρόντων κακῶν καὶ προσδοκωμένων, ἀκούσατε λόγον ἀνδρὸς οὐ μετρίως τὰ τοιαῦτα πεπαιδευμένου, ἔκ τε τῶν ὁσημέραι συμβαινόντων, καὶ τῶν παλαιῶν ἱστοριῶν, καὶ βίβλων, καὶ πράξεων.

Μέγα μὲν τὸ μηδενὸς πειραθῆναι τῶν δυσχερῶν· ἴσως δὲ οὐδὲ μέγα, εἴπερ ἀληθὴς ὁ λόγος, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται, καὶ οὗ κήδεται. Ἀλλὰ μέγα μὲν τὸ μηδὲ τὴν ἀρχὴν τυχεῖν διαμαρτόντας, ἢ μὴ τὰ μέγιστα· ἐπειδὴ τὸ παντελῶς ἀναμάρτητον ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἔταξεν ὁ Θεός· δεύτερον δὲ, ὡς ἔμοιγε δοκεῖ, τὸ πταίσαντάς τι καὶ παιδευθέντας, εἶτα ἐπανεθέντας, ἐν αἰσθήσει γοῦν διαμεῖναι τῆς παιδαγωγίας, καὶ φεύγειν δευτέραν ἐκ δευτέρας κακίας μάστιγα.

ΛΔʹ. Τοιγάρτοι καὶ ἡμεῖς ἔργῳ τῆς θείας παιδεύσεως ἐπαισθώμεθα. Δείξωμεν ἡμᾶς αὐτοὺς ἀξίους οὐχ ὧν πρῶτον πεπόνθαμεν, ἀλλὰ ὧν ὕστερον τετυχήκαμεν. Ἀπολογησώμεθά τι περὶ τῆς κατασχούσης ἡμᾶς συμφορᾶς, ὅτι οὐχ ὡς κακοῦργοι τοῖς ἔθνεσι παρεδόθημεν, ἀλλ᾽ ὡς παῖδες ἐσωφρονίσθημεν. Μὴ ἐπιλαθώμεθα τῆς ζάλης ἐν τῇ γαλήνῃ, μηδὲ τῆς ἀῤῥωστίας ἐν τῷ καιρῷ τῆς ὑγιείας, μηδὲ τῆς αἰχμαλωσίας, ἀνασωθέντες εἰς τὴν Ἱερουσαλὴμ, μηδὲ τῆς Αἰγύπτου μετὰ τὴν Αἴγυπτον· μὴ ποιήσωμεν ἀμείνω τὸν τῆς κακοπαθείας καιρὸν τοῦ τῆς ἀνέσεως· ποιήσομεν δὲ, εἰ φαινοίμεθα τότε μὲν συνεσταλμένοι καὶ μετριάζοντες, καὶ πάσας εἰς οὐρανὸν ἀνατείνοντες τὰς ἐλπίδας, νυνὶ δὲ ἐπαιρόμενοι καὶ χαυνούμενοι, καὶ πάλιν εἰς τὰς αὐτὰς ἀνατρέχοντες ἁμαρτίας, ἐξ ὧν εἰς τὰς συμπεσούσας ἡμῖν συμφορὰς ὑπήχθημεν. Μὴ οὕτω, τέκνα, μὴ, λέγει που νουθετῶν ὁ ἱερεὺς Ἡλεὶ τοὺς ἑαυτοῦ παῖδας εἰς Θεὸν ἁμαρτάνοντας· ἀλλ᾽ εἰδότες, ὅτι ῥᾷόν ἐστιν εὐπραγίαν ἀπελθοῦσαν ἀνακαλέσασθαι, ἢ παραγενομένην ἐκ Θεοῦ διασώσασθαι (τὴν μὲν γὰρ τὸ σοφρονεῖν ἐπανάγει, τὴν δὲ διαλύει τὸ ῥᾴθυμον)· καὶ ὅτι τὰ σώματα κάμνοντα μὲν ταῖς θεραπείαις ἀναφέρει καὶ ταῖς ἐνδείαις, ἀνενεγκόντα δὲ ταῖς κατὰ μικρὸν ἀμελείαις καὶ ταῖς πλησμοναῖς, πάλιν ὑποῤῥεῖ, καὶ πρὸς τὰς αὐτὰς ἀῤῥωστίας ἐπάνεισι.

Ταῦτα εἰδότες, καὶ ἀλλήλους διδάσκοντες, γενώμεθα ἡμῶν αὐτῶν, καὶ σωφρόνως τὸν καιρὸν διαθώμεθα.

ΛΕʹ. Πρῶτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πολυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγείας τὸν καρπὸν ἐμάθετε· μηδὲ ἄνθεσι στέψωμεν ἀγυιὰς, μηδὲ μύρων αἰσχύναις τραπέζας, μηδὲ πρόθυρα καλλωπίσωμεν· μὴ τῷ αἰσθητῷ φωτὶ καταλαμπέσθωσαν αἱ οἰκίαι, μηδὲ συναυλίαις καὶ κρότοις περιηχείσθωσαν· οὗτος μὲν γὰρ Ἑλληνικῆς ἱερομηνίας ὁ νόμος· ἡμεῖς δὲ μὴ τούτοις τὸν Θεὸν γεραίρωμεν, μηδὲ τὸν παρόντα καιρὸν ἐπαίρωμεν, οἷς οὐκ ἄξιον, ἀλλὰ ψυχῆς καθαρότητι, καὶ διανοίας φαιδρότητι, καὶ λύχνοις τοῖς ὅλον τὸ σῶμα φωτίζουσι τῆς Ἐκκλησίας, θείοις λέγω θεωρήμασι καὶ νοήμασιν, ἐπί τε τὴν ἱερὰν λυχνίαν ἐγειρομένοις, καὶ πᾶσαν τὴν οἰκουμένην καταλάμπουσι. Μικρόν μοι πρὸς τοῦτο τὸ φῶς, πάντα ὅσα ἰδίᾳ τε καὶ δημοσίᾳ πανηγυρίζοντες ἀνάπτουσιν ἄνθρωποι. Ἔχω τι καὶ μύρον, ἀλλ᾽ ᾧ χρίονται μόνον ἱερεῖς τε καὶ βασιλεῖς, ὄντι ποικίλῳ τε καὶ πολυτελεῖ, καὶ δι᾽ ἡμᾶς κενωθέντι, ἀλλὰ μεγάλου μυρεψοῦ τέχνῃ συγκείμενον. Εἴθε μοι γένοιτο τούτου τοῦ μύρου τὴν εὐωδίαν προσβαλεῖν τῷ Θεῷ! Ἔχω καὶ τράπεζαν τὴν πνευματικὴν ταύτην καὶ ἔνθεον, ἣν ἡτοίμασέ μοι Κύριος ἐξεναντίας τῶν θλιβόντων με, ᾗ προσαναπαύομαι καὶ τρυφῶ, καὶ οὐδὲν ἐξυβρίζω διὰ τὸν κόρον, ἀλλὰ καὶ κοιμίζω πᾶσαν παθῶν ἐπανάστασιν.

Ἔχω καὶ ἄνθη, πάντων ἐαρινῶν εὐανθέστερά τε καὶ μονιμώτερα, τοῦ ἀγροῦ τοῦ πλήρους, ὃν εὐλόγησε Κύριος, τοὺς ἱεροὺς καὶ εὐώδεις ποιμένας καὶ διδασκάλους, καὶ τοῦ λαοῦ ὅσον καθαρόν τε καὶ ἔκκριτον. Τούτοις στεφανωθῆναι βούλομαι καὶ πομπεύειν, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας, καὶ τὴν πίστιν τηρήσας, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ἀναλάβωμεν ὕμνους ἀντὶ τυμπάνων, ψαλμῳδίαν ἀντὶ τῶν αἰσχρῶν λυγισμάτων τε καὶ ᾀσμάτων, κρότον εὐχαριστήριον ἀντὶ κρότων θεατρικῶν, καὶ χειρῶν πρᾶξιν εὔηχον, σύννοιαν ἀντὶ γέλωτος, ἀντὶ μέθης ἔμφρονα λόγον, ἀντὶ θρύψεως σεμνοπρέπειαν.

Εἰ καὶ ὀρχήσασθαι δεῖ σε, ὡς πανηγυριστὴν καὶ φιλέορτον, ὄρχησαι μὲν, ἀλλὰ μὴ τὴν Ἡρωδιάδος ὄρχησιν τῆς ἀσχήμονος, ἧς ἔργον Βαπτιστοῦ θάνατος· ἀλλὰ τὴν Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ, ἣν ἡγοῦμαι τῆς εὐκινήτου καὶ πολυστρόφου κατὰ Θεὸν πορείας εἶναι μυστήριον. Πρῶτον μὲν δὴ τοῦτο καὶ μέγιστον τῆς ἐμῆς παραινέσεως.

ΛϚʹ. Δεύτερον δὲ χαλεπὸν μὲν οἶδα λόγον ἐρῶν καὶ δυσπαράδεκτον τοῖς πολλοῖς· φιλεῖ γὰρ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν κακῶς γενόμενος ἄνθρωπος, ἄλλως τε κἂν δικαίαν ἔχων τὴν ὀργὴν ἐξ ὧν πέπονθεν, ἥκιστα λόγου πείθεσθαι χαλινοῖς τὸν θυμὸν ἀνακόπτοντος· ἀκουσθῆναι δὲ ὅμως καὶ προσδεχθῆναι ἄξιον. Μὴ ἀπλήστως χρησώμεθα τῷ καιρῷ, μὴ κατατρυφήσωμεν τῆς ἐξουσίας, μὴ πικροὶ γενώμεθα τοῖς ἠδικηκόσι, μὴ ὧν κατέγνωμεν, ταῦτα πράξωμεν· ἀλλ᾽ ὅσον φυγεῖν τὰ δεινὰ τῆς μεταβολῆς ἀπολαύσαντες, ὅσον εἰς ἀντίδοσιν ἥκει, μισήσωμεν.

Αὐτάρκης δίκη τοῖς γε μετρίοις τὸ τῶν λελυπηκότων δέος, καὶ τὸ προσδοκῆσαι ταῦτα παθεῖν, ὧν εἰσιν ἄξιοι, καὶ οἰκείῳ συνειδότι βασανισθῆναι· ἃ γάρ τις ὡς πεισόμενος δέδοικε, ταῦτα πέπονθε, κἂν μὴ πάθῃ, καὶ πλείω παρ᾽ ἑαυτοῦ τυχὸν ἢ τῶν δρασόντων κολάζεται. Μὴ τοίνυν θελήσωμεν τὴν ὀργὴν μετρηθῆναι, μηδὲ φανῶμεν ἐλάττους κολασταὶ τῆς ἀξίας· ἀλλ᾽ ἐπειδὴ τὸ πᾶν εἰσπράξασθαι μὴ δυνάμεθα, τὸ πᾶν συγχωρήσωμεν· γενώμεθα τούτῳ κρείττους τῶν ἠδικηκότων καὶ ὑψηλότεροι· δείξωμεν τί μὲν διδάσκουσιν ἐκείνους οἱ δαίμονες, τί δαὶ ἡμᾶς ἐκπαιδεύει Χριστὸς, ὃς, οἷς πέπονθε τὸ εὐδόκιμον ἔχον, οὐχ ἧττον νενίκηκεν οἷς δυνάμενος οὐ πεποίηκεν. Ἓν ἀντιδῶμεν τῷ Θεῷ χαριστήριον· αὐξήσωμεν χρηστότητι τὸ μυστήριον· εἰς τοῦτο τῷ καιρῷ χρησώμεθα.

ΛΖʹ. Νικήσωμεν ἐπιεικείᾳ τοὺς τυραννήσαντας, καὶ μάλιστα μὲν φιλανθρωπία ἔστω τὸ συγχωροῦν, καὶ ἡ τῆς ἐντολῆς δύναμις, τὴν ἴσην ἀντιδιδοῦσα φιλανθρωπίαν ἡμῖν, ἐν οἷς αὐτοὶ χρῄζομεν· ᾧ γὰρ μέτρῳ μετροῦμεν, ἀντιμετρεῖσθαι γινώσκομεν· εἰ δὲ καὶ λίαν τις πικρῶς ἔχει, ἀφῶμεν Θεῷ τοὺς λελυπηκότας, καὶ τῷ ἐκεῖθεν δικαστηρίῳ· μηδὲν τῆς μελλούσης ὀργῆς διὰ τῆς ἡμετέρας χειρὸς ἐλαττώσωμεν.

Μὴ δήμευσιν ἐννοήσωμεν, μὴ βήμασι παραστήσωμεν, μὴ πατρίδος ὑπερορίσωμεν, μὴ μάστιξιν αἰκισώμεθα, μηδέ τι τῶν ὅσα πεπόνθαμεν, ἵν᾽ εἴπω συντόμως, δράσωμεν. Ποιήσωμεν κἀκείνους ἐπιεικεστέρους, ἂν ἄρα δυνατὸν, τῷ καθ᾽ ἡμᾶς ὑποδείγματι.

Εἴ τῳ πέπονθεν υἱὸς, εἴ τῳ πατὴρ, εἴ τῳ γυνὴ, συγγενὴς, φίλος, ἢ ἄλλος τις τῶν τιμίων, πᾶσι τὸ παθεῖν ἔμμισθον καταστήσωμεν, διὰ τοῦ πεῖσαι φέρειν καρτερῶς ἃ πεπόνθασι· τοῦτο μεῖζον αὐτοῖς ἢ ἄλλο τι χαριούμεθα. Εἴπω καὶ τὸ μέγιστον ὧν εὖ πάσχομεν; δήμοις καταβοῶνται καὶ πόλεσιν οἱ διώξαντες, ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν συλλόγοις· τὰ παλαιὰ μακαρίζεται, τὰ νέα στηλιτεύεται, καὶ παρ᾽ αὐτῶν τῶν συνδιωξάντων, ὃ καὶ παράδοξον, αὐτοὶ καθέλκονται παρ᾽ αὐτῶν μετὰ πάσης καταβοήσεως οἱ θεοὶ, ὡς πολὺν αὐτοὺς ἀπατήσαντες χρόνον, καὶ ὀψέ ποτε τῆς ἀπάτης ἐληλεγμένης· καὶ ὁ χθὲς προσκυνητὴς σήμερον ὑβριστής. Τούτων τί μεῖζον ἐπιζητοῦμεν; Νῦν ταῦτα καὶ ἴσως μικρὰ τοῖς ἀθλίοις. Ἔσται καιρὸς, ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβριστὰς, καὶ τὸν μέγαν τούτων καθηγητὴν, τὴν ἑαυτῶν ἀποκλαιομένους κακίαν, ἡνίκα ἂν πᾶσα κρίνηται καὶ βασανίζηται πονηρία.

ΛΗʹ. Ἐῶ τὰ θεῖα καὶ τὰ ἡμέτερα, καὶ τὰς καθ᾽ ἡμᾶς ἐκεῖθεν ἀποκειμένας μάστιγας· ἀλλὰ καὶ ἐπὶ τοὺς σοὺς ἐλθὲ λόγους καὶ φόβους οὐ ποιηταῖς μόνον, ἀλλὰ καὶ ἀνδράσι φιλοσόφοις ἀρέσκοντας, τοὺς Πυριφλεγέθοντάς σου, καὶ τοὺς Κωκυτοὺς, καὶ τοὺς Ἀχέροντας, οἷς ἀδικίαν κολάζουσι, Τάνταλος, Τιτυὸς, Ἰξίων. Ἰουλιανὸς ταύτης ὁ βασιλεὺς ὑμῶν τῆς φρατρίας, μετ᾽ ἐκείνων ἀριθμηθήσεται, καὶ πρὸ ἐκείνων, κατά γε τὸν ἐμὸν λόγον καὶ ὅρον· οὐ δίψῃ κολαζόμενος ἐν λίμναις ἐπιγενείοις, ἢ κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον, ὡς τῇ τραγῳδίᾳ δοκεῖ, ἀεὶ μὲν ἀνωθούμενον, ἀεὶ δὲ κατασυρόμενον· οὐδὲ ῥοιζουμένῳ τροχῷ συγκυκλούμενος, οὐδὲ ὄρνισι τὸ ἧπαρ κειρόμενος, οὔποτε λεῖπον, ἀεὶ δὲ πληρούμενον· εἴτε ἀλήθεια ταῦτά ἐστιν, εἴτε μῦθος, παραδεικνὺς τὴν ἀλήθειαν ἐν τοῖς πλάσμασιν· ἀλλ᾽ ὀψόμεθα τίσι καὶ οἵοις τηνικαῦτα κολαζόμενος, καὶ ὡς πολὺ τούτων χαλεπωτέροις, εἴπερ πρὸς μέτρον τῶν ἁμαρτανομένων αἱ τίσεις καὶ ἀντιδόσεις.