Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ διαθηκῶν καὶ τῆς τοῦ Χριστοῦ παρουσίας

Γρηγόριος ὁ Ναζιανζηνός

Η παράδοση και ο παιδαγωγικός σκοπός του Νόμου

Η παράδοση του Νόμου στο όρος Σινά και η σταδιακή θεραπεία του λαού, ως προετοιμασία έως την έλευση του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 3

καί ποτ᾽ ἐρημαίοισιν ἐν οὔρεσι, θαῦμα μέγιστον, οὐρανόθεν καταβὰς νεφέλης ὑπὸ κεύθεσιν ἁγνῆς ἁγνοτάτῳ θεράποντι μόνῳ ξυνούμενος οἴῳ ἀστεροπῇ, σάλπιγξι, τινάγμασι λαὸν ἐέργων δῶκε νόμον· πλαξὶν δὲ χαράξατο ἀμφοτέρωθεν κρυπτόν τ᾽ ἀμφάδιόν τε, ὅσον σθένε λαὸς ἀτειρής, ὥς μιν ἀποτμήξειε νόμων ἐθνῶν τε κακίστων. ὡς δὲ πατὴρ οὗ παιδὸς ὑπαὶ παλάμῃσιν ἐλαφραῖς ἰθύνων ἁπαλοῖο ποδὸς νεοπηγέα ταρσὸν βαιὸν μὲν πρώτιστον ἀπὸ χθονὸς ὑψόσ᾽ ἀείρων, μείλιχα παππάζων καὶ ὄμματι θάρσος ὀπάζων, αὐτὰρ ἔπειτ᾽ εἴργων μιν, ἐπ᾽ ἴχνεϊ δ᾽ ἴχνος ὑφέλκων πρόσθεν ἄγει δοκέει τε δρόμον καὶ ἴθματα παιδός, ὣς καὶ Χριστὸς ἄναξ κομέων βροτὸν ἀφραδέοντα εἴδωλα πρώτιστον ἑκὰς βάλε, τὰς δὲ θυηλὰς μέλλε μέν, ἔμπα δ᾽ ἔασε, νόμου γε μὲν ἐντὸς ἔθηκεν μαλθάσσων κακότητα· τὸ δ᾽ ὕστατον οὐδὲ θυηλαὶ στῆσαν ἔτ᾽, ἀλλ᾽ ὑπόειξαν, ἅπαξ λαοῖο δαμέντος. καί με νόμος, κλῆρόν τιν᾽ ἐπίτροπος ὡς, ἐφύλασσεν παιδὶ πατρὸς μεγάλοιο· χρόνος δ᾽ ὅτε παιδὸς ἐπῆλθεν, εἶξεν ἑκών, κλῆρον δ᾽ ὑπεδέξατο υἱὸς ἄριστος. ὧδε θεός. πείθειν γὰρ ἔχει ἔθος, οὐ βλεμεαίνειν οἷσιν ἐφημερίοισι· βίη δ᾽ ἀγέραστος ἔμοιγε. καὶ γάρ τις παθέων ἐπιτάρροθος οὐχ ἅμα πάντα λυπρὰ φέρει παθέεσσι, πόθῳ τὸ μέν, ἄλλο δὲ νούσῳ δῶκε φίλα φρονέων, ὡς καὶ μογέοντα σαῶσαι, φαρμάσσων τερπνοῖσιν ἀρείονα μήδεσι τέχνης.