Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Παρακλήσεις κατά τις ασθένειες και τις επιθέσεις του φθόνου

Σχετλιαστικοί λόγοι και προσευχές προς τον Χριστό για ενδυνάμωση εν μέσω σωματικών δοκιμασιών και επιθέσεων του πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 13

ΙΗʹ. Πρὸς τοὺς φθονοῦντας. Ἐξ οὗ Θεῷ προσῆλθον ἐκλιπὼν βίον, Πολλαῖς στροβοῦμαι καὶ κακαῖς τρικυμίαις· Ἀντιπνέει γὰρ ὁ φθόνος, πόῤῥω Θεοῦ Βαλεῖν θέλων με, καὶ λαβεῖν ὁμόσκοτον. Πόθεν φίλοι μοι δυσμενεῖς, καλοὶ κακοί;

Ἕν εἰσι πάντες ἐξ ἴσου δρῶντες κακῶς· Πόθεν λόγον τοσοῦτον ἔκδημον φέρων Πόλει τοσαύτῃ, καὶ τί πλεῖον κερδάνας, Ἣν οἶδα πρώτην τῶν ἀφ᾽ ἡλίου βολῶν, Ὤσθην νόσῳ τε καὶ κακοῖς παραστάταις; Πύρωσις, οἶμαι, τοῦτο, καὶ στέργω· μόνον Δόξης τύχοιμι, Χριστὲ, σῆς τῆς ἀφθόνου.

ΙΘʹ. Σχετλιαστικὸν ὑπὲρ τῶν αὐτοῦ παθῶν. Πολλάκι Χριστὸν ἄνακτα κακοῖς μογέων μεγάλοισιν Ὠνοσάμην· καὶ γάρ τις ἄναξ θεράποντος ἔνεικε Δούλιον ἐν στομάτεσσι λαλεύμενον ἠρέμα τρυσμὸν, Ὡς δὲ πατὴρ ἀγαθὸς καὶ ἄφρονος υἷος ἑοῖο Πολλάκις ἀμφαδίων ἐπέων θράσος ἦχ᾽ ὑπέδεκτο, Τοὔνεκα καὶ σὺ λόγοισιν ἐμοῖς, Θεὸς, ἵλαος εἴης, Οὕς τοι ἀκηχεμένη κραδίη, ἀγανώτατε, πέμψει.

Βαιὸν ἄκος παθέεσσιν ἐρευγομένη φρενὸς ὠδίς. Χριστὲ ἄναξ, τί τόσοις με κακοῖς διέπερσας ἄνωθεν, Ἐξότε μητρὸς ὄλισθον ἐμῆς ἐπὶ μητέρα γαῖαν; Εἰ μὴ καὶ λαγόνεσσιν ἐνὶ σκοτίῃσι πέδησας, Τίπτε τόσοις ἀχέεσσι, καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν.

Ἐχθροῖσίν τε φίλοις τε καὶ ἡγεμόνεσσι κακίστοις, Ξείνοις, ἡμεδαποῖς τε καὶ ἀμφαδὸν, ἢ λοχόωσι, Μύθοις τ᾽ ἀντιθέτοις, καὶ λαϊνέαις νιφάδεσσι Βέβλημαι; τίς ἅπαντα διακριδὸν ἐξαγορεύσει; Μοῦνος ἐγὼ πάντεσσιν ἀοίδιμος, οὐδ᾽ ἐπὶ μύθοις, Οὔτ᾽ ἐπὶ κάρτεϊ χειρὸς ἔχων περιώσιον ἄλλων, Ἄλγεα δὲ στοναχάς τε περισταδὸν, ὥστε λέοντα Πάντοθεν ἀμφυλάουσι κακοὶ κύνες, οἰκτρὸν ἄεισμα, Ἀντολίῃ τε δύσει τε. Τάχ᾽ ἄν ποτε καὶ τὸ γένοιτο, Ἤ τις ἀνὴρ θαλίῃσι λύων φρένα, ἤ τις ὁδίτης, Ἤ τις ἐϋκρέκτῳ κιθάρῃ ἐπὶ δάκτυλα βάλλων, Φθόγγοις οὐ λαλέουσιν, ἐμῶν ἀχέων ὀαριστὴς, Γρηγορίου μνήσαιτο, τὸν ἔτρεφε Καππαδόκεσσιν Ἡ Διοκαισαρέων ὀλίγη πτόλις. Ἀλλ᾽ ἐπίμοχθον Ἄλλοις πλοῦτον ὄπασσας ἀπείριτον· υἱέας ἄλλοις Ἐσθλούς· κάλλιμος ἄλλος, ὁ δ᾽ ἄλκιμος, ὃς δ᾽ ἀγορητής.

Αὐτὰρ ἐμοὶ κλέος ἐστὶν ἐπ᾽ ἄλγεσιν· εἰς δέ με πάντας Σῆς γλυκερῆς παλάμης πικροὺς ἐκένωσας ὀϊστούς. Ἄλλος Ἰὼβ νέος εἰμί· τὸ δ᾽ αἴτιον οὐκέθ᾽ ὁμοῖον. Οὐ γὰρ ἀεθλεύσοντά μ᾽ ἄγεις, μάκαρ, ὥς τιν᾽ ἄριστον Ἀντίον ἀθλητῆρος ἀπήνεος, ἀλκὶ πεποιθὼς, Ὥς κεν ἀριστεύσαντι γέρας καὶ κῦδος ὀπάσσῃς.

Οὔπω τόσσος ἔγωγ᾽, οὐδ᾽ ἄλγεσι κῦδος ἔπεστι. Ποινὴν δ᾽ ἀμπλακίης τίνω τάδε. Τίς δέ θ᾽ ἁμαρτὰς Δίζημ᾽ ἐν πλεόνεσσιν, ὅ σοι πλέον ἄχθεται ἄλλων. Ἐξερέω πάντεσσιν, ὅ μοι νόος ἐντὸς ἔεργε· Ἦ τάχα κεν δρύψειεν ἁμαρτάδα μῦθος ἄναυδος.

Ὠϊόμην, ὅτε δή σε φίλον λάχος οἶον ἐδέγμην, Πάντ᾽ ἄμυδις βιότοιο ἀφυσγετὸν εἰς ἅλα ῥίψας, Καὶ νόον ὑψιβιβάντα τεῇ θεότητι πελάζων, Σαρκὸς νόσφιν ἔθηκα, νόμος δέ μοι ἡγεμόνευε· Πάντων μὲν κρατέειν. πάντων δ᾽ ὕπερ αἰθέρα τέμνειν Χρυσείαις πτερύγεσσι· τό μοι φθόνον αἰνὸν ἄγειρε, Καί με κακοῖς ἐπέδησεν, ἀφυκτοτάτῃσί τ᾽ ἀνίαις.

Σὸν κλέος ὑψόσ᾽ ἄειρε, κλέος δὲ σὸν ἐς χθόν᾽ ἔθηκεν. Αἰὲν ἀγηνορίῃσιν, ἄναξ, κοτέεις μεγάλῃσι. Κεῖνό γε μὴν ἀΐοιτε, καὶ ἐσσομένοισι γράφοιτε, Λαοί θ᾽ ἡγεμόνες τε, ἀπεχθέες, εὐμενέες τε, Πατρὸς ἐμοῦ μεγάλοιο φίλον θρόνον οὐκ ἀθέριξα· Οὐκ ἔστ᾽, οὐδ᾽ ἐπέοικε, Θεοῦ θεσμοῖσι παλαίειν.

Κείνῳ θεσμὸς ἔδωκεν· ἐγὼ δέ τε χειρὶ γεραιῇ Χεῖρα νέην ὑπέρεισα, πατρὸς δ᾽ ὑπόειξα λιτῇσι, Πατρὸς ἐμοῦ, τὸν ἔτισε, καὶ ὃς μάλα τηλόθι μάνδρης Ἀζόμενος πολιήν τε καὶ ἥλικα πνεύματος αἴγλην. Αὐτὰρ ἐπεὶ ζωῆς σημάντορι καὶ τόδ᾽ ἔαδεν Ἡμετέρης, ἄλλοις με Λόγον καὶ Πνεῦμ᾽ ἀναφῆναι, Ξείνοις, τρηχαλέοισιν, ἀκανθοφόροισιν ἀρούραις, Βαιὴ μὲν ψεκάς εἰμι, πολὺν δέ τε λαὸν ἐπῆρσα.

Καὶ τόδε γ᾽ αὖθις ἔαδε παλίμπορον ἐνθάδε πέμψαι Νούσῳ τε στυγερῇ, καὶ ἀργαλέαις μελεδώναις Τηχθέντ᾽ ἐξαπίνης. Ἰὸς δέ τε ἀνδρὶ μέριμνα. Βαιὸν δὲ χρόνον ἔσκον ἐμοῖς μελέεσσιν ἀρηγῶν, Ποιμενικὴν σύριγγα, βοηθόον ἐσθλὸν ὀπάσσας, Μή τις ἐμοῖς μήλοισιν ἀσημάντοισιν ἐπελθὼν Ἐχθρὸς, ἑὴν πλήσειεν ἀναιδέα γαστέρα φορβῆς.

Αὐτὰρ ἐπεὶ δονέοντο ἀγοὶ, δονέοντο δὲ λαοὶ Ἡγεμόνος τε ποθῇ, καὶ θήρεσιν οὐλομένοισιν, Οἳ Θεὸν ἀνδρομέοισιν ἐνὶ σπλάγχνοισι παγέντα, Ἔκνοον ἦτορ ἔχουσι νόου δίχα μορφώσαντες, Πολλοὶ μὲν τρύζεσκον ἐμοῖς παθέεσσιν ἄπιστοι, Καί μ᾽ ὑπεροπλίῃσι θεουδέα λαὸν ἀτίζειν, Ἢ φάσαν, ἢ νόος εἶχε. Θεῷ γ᾽ ἐμὸν ἄλγος ἔφαινον.

Πολλοὶ δ᾽ αὖ νυχίοισιν ἐμὲ κρίνεσκον ὀνείροις, Ζωγράφος ὧν πόθος ἦεν, ἀθύρματα πολλὰ χαράσσων· Ἢ Θεὸς ἐξεκάλυπτεν, ἐμοὶ τέλος ἐσθλὸν ὀπάζων, Ὄφρα κε μὴ χαλεπῇσι σὺν ἐλπωρῇσι δαμείην, Ἐξοδίην κακότητα ἐφεσσάμενος βιότοιο.

Τοὔνεκεν αὐχέν᾽ ἔκαμψα, τεὴν δ᾽ ὑπὸ χεῖρα κραταιὴν Δέσμιος ἔρχομ᾽ ἔγωγε· δίκη δ᾽ ἄλλοισι μεμήλοι. Οὐδὲν ὄνειαρ ἔμοιγε δικαζομένης βιότητος. Τῇ νῦν, Χριστὲ, φέροις με, ὅποι φίλον. Ἄλγεσι κάμφθην. Κητείαις λαγόεσσι τετρυμένος εἰμὶ προφήτης.

Σοὶ παρέχω ζωῆς τόδε λείψανον. Ἀλλ᾽ ἐλέαιρε Μικρὸν ἔτι πνείοντα. Τί μ᾽ ἄλγεσι τόσσον ἐλαύνεις; Οὔτ᾽ ἀγαθοῖσι μόνοισι θάνες, Θεὸς, εὖτ᾽ ἐπὶ γαῖαν Ἤλυθες (ἦ μέγα θαῦμα, Θεὸς βροτὸς αἵματι ῥαίνων Ψυχὰς ἡμετέρας καὶ σώματα), οὔτε κάκιστος Μοῦνος ἐγώ. Πολλοῖσι χερείοσι κῦδος ὄπασσας.

Τρεῖς βίβλοισι τεῇσι μεγακλέες εἰσὶ τελῶναι, Ματθαῖός τε μέγας, νηῷ τ᾽ ἔνι δάκρυα λείψας, Ζακχαῖός τ᾽ ἐπὶ τοῖσιν· ὁ τέτρατος αὐτὸς ἔοιμι. Τρεῖς δ᾽ ἄρα λυσιμελεῖς, ὅ τε λέκτριος, ὅς τ᾽ ἐπὶ πηγῇ, Ἥν τε πνεῦμ᾽ ἐπέδησεν· ὁ τέτρατος αὐτὸς ἔοιμι.

Τρεῖς δέ σοι ἐκ νεκύων φάος ἔδρακον, ὡς γὰρ ἄνωγας· Ἄρχοντος θυγάτηρ, χήρης πάϊς, ἐκ δὲ τάφοιο Λάζαρος ἡμιδάϊκτος· ὁ τέτρατος αὐτὸς ἔοιμι. Καὶ νῦν φάρμακ᾽ ἔχοιμ᾽ ὀδυνήφατα, καὶ μετέπειτα Ζωὴν ἄτροπον, ἐσθλὲ, τεῷ μέγα κύδεϊ γαίων.

Ποίμνης ἡγεμόνευσα θεόφρονος. Εἰ δὲ λυθείην, Ποιμένος οἵδε τύχοιεν ἀρείονος· εἰ δ᾽ ἄρ᾽ ὁμοίου, Ἥσσονος ἐν παθέεσσι, μακάρτατε· οὐ γὰρ ἔοικε Τὸν νούσων ἐλατῆρα κακοῖς ἀχέεσσι παλαίειν.

Κʹ. Νοσοῦντος εὐχὴ πρὸς Χριστόν. Πῆξόν με, Χριστέ· πῶς ἐλύθη σὸς λάτρις; Ὑμνῳδὸς ἀργεῖ γλῶσσα. Πῶς φέρεις τόδε; Ἀλλ᾽ ἅρμοσόν με, μὴ πρόῃ τὸν σὸν θύτην. Ποθῶ πάλιν στῆναί τε καὶ σωτηρίας Κῆρυξ γενέσθαι, καὶ λαὸν καθαγνίσαι· Σὺ τὸ σθένος μου, λίσσομαι, μή μ᾽ ἐκλίπῃς.

Εἴ σ᾽ ἐν ζάλῃ προύδωκα, βαλοίμην ἔτι.

ΚΑʹ. Εἰς τὸν πονηρόν. Ἅρπασον, ἅρπασον, ἄφθιτέ, με Χειρὸς ἀπ᾽ ἀλλοτρίης· Μηδ᾽ ἔργοις μογέοιμι κακοῖς, Καὶ Φαραώ με τρυχοῖ, Μηδέ με δουριαλῆ κατέχοι, Χριστὲ, σὸς ἀντίπαλος, Εἰς Βαβυλῶνά τ᾽ ἄγοι κραναὴν, Ἄγεσι τειρόμενον.

Ἐν νηῷ δὲ μένοιμι τεῷ Ἔμπεδος, ὑμνοπόλος· Μηδέ μέ τις πυρόεις Σοδόμων Ὄμβρος ὕπερθε βάλοι. Χειρὶ δ᾽ ἐπισκιάοις κρατερῇ Πήματα πάντ᾽ ἐλάων.

ΚΒʹ. Ἱκετήριον. Χριστὲ, φάος μερόπων, πυρόει στύλε Γρηγορίοιο Ψυχῇ, πλαζομένῃ πικρῆς βιότου δι᾽ ἐρήμης, Σχὲς Φαραὼ κακόμητιν, ἀναιδέας ἐργοδιώκτας· Καὶ πηλοῦ μ᾽ ἀδέτοιο, καὶ Αἰγύπτοιο βαρείης Ἐξερύσαις, πληγῇσιν ἀεικελίῃσι δαμάσσας Δυσμενέας, λείην δὲ πόροις ὁδόν. Ἢν δὲ κίχῃσιν Ἐχθρὸς ἐπισπέρχων, σὺ δέ μοι καὶ πόντον ἐρυθρὸν Τμήξειας, στερεὴν δὲ διεκπεράοιμι θάλασσαν, Σπεύδων ἐς χθόνα δῖαν, ἐμὸν λάχος, ὥσπερ ὑπέστης· Καὶ ποταμοὺς στήσειας ἀπείρονας, ἀλλοφύλων τε Κλίναις θούριον ἔγχος, ἀγάστονον. Εἰ δ᾽ ἐπιβαίην Γῆς ἱερῆς, μέλψω σε διηνεκέεσσιν ἐν ὕμνοις.

Χριστὲ ἄναξ, τί με σαρκὸς ἐν ἄρκυσι ταῖσδ᾽ ἐνέδησας; Τίπτε βίῳ κρυόεντι, καὶ ἰλυόεντι βερέθρῳ, Εἰ ἐτεὸν θεός εἰμι, λάχος δὲ σὸν, ὥσπερ ἄκουσα; Ἐκ μέν μοι μελέων σθένος ὤλετο, οὐ δέ τι γοῦνα Ἕσπεται· ἀλλά μ᾽ ἔλυσε χρόνος, καὶ νοῦσος ἀνιγρὴ, Τηκεδάνη τε μέριμνα, φίλοι τ᾽ ἄφιλα φρονέοντες.

Εἴκειν δ᾽ οὐκ ἐθέλουσιν ἁμαρτάδες, ἀλλ᾽ ἔτι μᾶλλον Στείβουσ᾽ ἀδρανέοντα, κύνες δ᾽ ὡς πτῶκα λαγωὸν, Ἢ κεμάδ᾽ ἀμφὶς ἔχουσι, λιλαιόμενοι κορέσασθαι. Ἢ στῆσον κακότητα καὶ ἵλαθι, ἤ μ᾽ ὑποδέξαι Δηρὸν ἀεθλεύοντα, καὶ ἄλγεσι μέτρον ἐπέστω, Ἢ λήθης νέφος ἐσθλὸν ἐμὰς φρένας ἀμφικαλύπτοι.

ΚΙʹ. Εἰς τὴν ἀναχώρησιν. Ἄλλοι μὲν εὐπλοοῦσι τῶν Θεῷ φίλων, Ἄλλοι δὲ δυσπλοοῦσιν οὐδὲν χείρονες. Τίς οἶδε τούτων τοὺς λόγους, πλὴν σοῦ, Λόγε; Μὴ τοῦ βαδίζειν εὐκολωτέραν τρίβον, Τὸ τὴν προσάντη καὶ τραχεῖαν ᾖ πλέον;

Ὅμως δ᾽ ἔγωγε τοὐμὸν, ὡς ἔχω, φράσω. Κρεῖσσον μὲν ἄμφω, καὶ τρέχειν, καὶ πρὸς καλόν. Εἰ δ᾽ οὐκ ἔνεστι, τοὺς πόνους ἀσπάζομαι Πρὸ τῆς ἀδόξου καὶ κακῆς σωτηρίας. Ὡς πολλὰ δὴ δεῖ καί με πρὸς Θεὸν φέρειν, Κάμνοντα σαρκὶ, πραγμάτων τ᾽ ἐπιδρομαῖς.

Τί χρὴ παθεῖν με μὴ τυχόντ᾽ ἀμφοῖν φίλοιν; Σκεύαζε σαυτὸν ὡς τάχος, πρὸς οὐρανὸν Ψυχὴν πτερώσας τῷ λόγῳ τὴν τιμίαν· Μηδὲν περισσὸν, ἀλλὰ πᾶν ῥίψας βάρος Βίου ματαίου, καὶ κακῶν τῶν ἐνθάδε. Ἐγὼ τραπέζης μυστικῆς παραστάτης· Ἐγὼ καθαίρω λαὸν, ὅν σοι προσφέρω, Ἐν τοῖς ἀναίμοις καὶ τελείοις δόγμασιν.

Ὦ λαμπρότης βλύζουσα, καὶ πηγὴ φάους, Ὡς αὐτὸς οἶδα, δεόμενος καθαρσίων, Δεινὸν καθαίρειν βορβόρου μολύσματα. Σκοπεῖτε καὶ τρέμοιτε, λαῶν ποιμένες.