Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Η αντιμετώπιση του πονηρού και η νέκρωση της σάρκας

Ελεγκτικοί λόγοι κατά του άλογου μέρους της ψυχής, αγώνες εναντίον των δαιμονικών μεθοδειών και θρήνοι για τις σωματικές νόσους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 10 από 13

Μϛʹ. Κατὰ σαρκός. Σὰρξ ὀλοὴ, Βελίαο κακόφρονος οἶδμα κελαινὸν, Σὰρξ ὀλοὴ, παθέων ῥίζα πολυσχιδέων, Σὰρξ ὀλοὴ, κόσμοιο κάτω ῥείοντος ἑταίρη, Σὰρξ ὀλοὴ, ζωῆς ἀντίπαλ᾽ οὐρανίης, Σὰρξ ἐχθρὴ φιλίη τε, γλυκὺς μόθος, ἐσθλὸν ἄπιστον, Ἀνδροφόνοιο φυτοῦ πάντοτε γευομένη· Βόρβορε, ἰλυόεσσα πέδη, βρίθουσα μολυβδὶς, Θὴρ ἀδάμασθ᾽, ὕλης ἔκγονε μαρναμένης, Βράσμα κακὸν, καὶ σῆμα τεῆς καὶ δεσμὸς ἀνάσσης, Εἰκόνος οὐρανίης, τὴν λάχομεν Θεόθεν, Οὐ λήξεις κακότητος ἀναιδέος; οὐχ ὑποείξεις Πνεύματι καὶ πολιῇ, δύσμορε, κακοφραδὲς, Ἣν Χριστὸς παλάμῃσιν ἑαῖς μορφώσατο μούνην, Ἡνίκ᾽ ἄκοσμον ὕλης κόσμον ἔθηκε λόγῳ, Καὶ πύματον θεότητι κεράσσατο, ὥς κε σαώσῃ Πλάσμα φίλον, ζωῆς κληρονόμον μεγάλης, Τειρόμενον παθέεσσιν ἀμερσινόου Βελίαο, Καὶ θανάτῳ θανάτου ῥύσατ᾽ ἀπηλεγέος, Τοὔνεκεν ἄζεό μοι, καὶ ἴσχεο μαργοσυνάων, Μηδ᾽ ἐπ᾽ ἐμῇ ψυχῇ λύσσαν ἄληκτον ἔχειν.

Μαρτύρομ᾽ ἀθανάτοιο Θεοῦ χέρα, καὶ τὸ πονηρὸν Ἦμαρ, ὃ τὰ θνητῶν ὕστατον εἰς ἓν ἄγει. Ὥς σε καταιχμάζων, καὶ ἄλγεσι παντοδαποῖσι Κάμπτων, καὶ νεκύων θήσομ᾽ ἀκιδνοτέρην, Εἰ μή μοι στήσειας ἀτασθαλίην τε ῥόον τε, Τῶν καθαρῶν Χριστοῦ δραξαμένη θυσάνων.

Ἐλθέ μοι, ὦ δακρύων τε καθάρσιε νειόθι πηγὴ, Κἀγρυπνίη μογερὴ σώματος ἠδὲ νόου, Ὄφρα καταψύξειας ἐμὴν φλόγα, καὶ μυδόωσαν Ῥύψειας παθέων σηπεδόν᾽ ἀργαλέων. Καὶ γαστὴρ, ἀπόπεμπε κόρον, καὶ κείμεν᾽ ἔραζε Γοῦνα κατεσκλήκοι, καὶ κόνις εἶδαρ ἔοι.

Καὶ τρηχὺς ἁπαλοῖσι περί ῥ᾽ ῥεθέεσσι τετάσθω Σάκκος, ἐμῆς ψυχῆς ἄλκαρ ἐλαυνομένης. Ἐλθὲ, κατηφιόωσα χοὸς δμήτειρα μεληδὼν, Αἰὲν ἐπερχομένας μάστιγας ὀσσομένη. Τοῖα μὲν ἀφραδίης ἐμὰ φάρμακα. Σεῖο δὲ, Χριστὲ, Καὶ ζωὴ καθαρὴ, καὶ βίος ἐκ νεκύων.

Τίς πρόγονον κακίης τε καὶ αἵματος ἡμετέροιο Δέξατ᾽, ἐπεὶ γεῦσιν μύρατο καὶ ἀπάτην; Τίς σκολιὸν βασιλῆα γόοις ἐκάθηρε Μανασσῆ; Τίς Δαυῒδ μεγάλης λύσατο ἀμπλακίης; Τίς χθαμαλὴν θρήνοισιν ἰδὼν ἐσάωσε Νινευΐ;

Τίς δ᾽ ἐπὶ παιδὶ βάλεν δάκρυον ὁπλοτέρῳ; Τίς χαίρων καθαροῖσιν, ἑκὰς βάλεν οὐδὲ τελώνας; Τίς πρόβατόν τ᾽ ὤμοις ἄνθετο πλαζόμενον; Τίς λεπροὺς ἐκάθηρε, πικρὰς δ᾽ ἀποέργαθε νούσους, Σώμασι καὶ ψυχαῖς ἐσθλὰ χαριζόμενος;

Σεῖο, Μάκαρ, τάδε δῶρα, βροτῶν φάος. Ἀλλ᾽ ἐπιβαίης Οἴδματος ἡμετέρου, καὶ σάλος αἶψα πέσοι.

ΜΖʹ. Ἐπιτίμησις κατὰ τοῦ ἀλόγου τῆς ψυχῆς. Ἔμπουσα, μαινὰς, ὦ τάλαινα καρδία, Ἔμπουσα, μαινὰς, ποῖ φέρῃ ταῖς ἡδοναῖς, Περιβλέπουσα πανταχοῦ τὰ πλησίον; Οὐ σωφρονήσεις; οὐ κατεργάσῃ τὸ πῦρ Ἐκκαῖον ἐν σοὶ τὰς ὀρέξεις τὰς νόθους;

Οὐ ζωπυρήσεις τὸ λογικὸν, τὸ γνήσιον, Προσλαμβάνουσα σύμμαχον τὸν θυμικόν; Ψυχὴ, τί πάσχεις; τί φρονεῖς παρ᾽ ἀξίαν; Οὐκ οἶδας ὡς εἴληχας ἡνιοχεῖν μόνη, Ὥσπερ τρίπωλον ἅρμα τῶν ἐζευγμένων Ἵππων ἀνίσων τυγχανόντων τῇ φύσει;

Εἷς εὐγενὴς, ἄτακτος εἷς, ἥμερος δὲ εἷς· Κ᾽ ἢν μέν ποτε δώσεις τῷ θράσει τὰς ἡνίας, Σκιρτᾷ, παλαίει, συνταράττει τὸν δρόμον, Ὁρμῶν ἀβούλως, προσλαβὼν δὲ τὸν μέσον, Αὐτῷ μεταπείθει συμπνέειν, τὸν δ᾽ εὐγενῆ Ὡς αἰχμάλωτον δουλαγωγήσας ἄγει, Σύρων ἄκοντα καὶ στένοντα τὴν πλάνην· Χωρεῖ δ᾽ ἀτάκτως ἀλογωτάτῃ φορᾷ, Κάτω φερόμενος, ὡς κατὰ κρημνοῦ, βίᾳ· Κ᾽ οὐδὲν προμηθεῖτ᾽, οὐδ᾽ ἀνακόπτει δρόμον, Ἕως ἂν ἐγκύρσειε ταῖς ᾅδου πύλαις, Φθείρων ἑαυτὸν, καὶ σὲ τὴν παναθλίαν.

Εἰ δὲ φρονοίης σῇ φύσει ἀνηλόγως, Τῷ δ᾽ εὐγενεῖ χαίρουσα πώλῳ τὸν δρόμον Ἅπαντ᾽ ἐπιτρέψειας, ὡς εὖ εἶδέ τι Βαίνειν ἐκείνην τὴν πορείαν τὴν ἄνω· Μέσῳ τ᾽ ἐπιπλήξειας, ὥστε δεικνύειν Τὸ θυμοειδὲς εἰς δέον, καὶ συντρέχειν Τῷ νοῦν ἔχοντι· τὸν δ᾽ ἄτακτον εὐτόνως Κέντροις δαμάσσοις, οὐκ ἐῶσ᾽ ἀφηνίαν.

Τότ᾽ εὐχερὴς, εὔρυθμος ἔσται σοι δρόμος, Γαληνιῶν, ἄλυπος, ἐλπίδος γέμων. Ὁ δ᾽ ἂρ λογισμὸς, ὥσπερ ἵππος εὐγενὴς, Νικᾷ, τὸ νικᾷν τῇ φύσει κεκτημένος, Ἀεὶ προβαίνων, ἀτρέμας νεύων ἄνω, Τὰ τῇδε πάντα δυσχερῆ παρατρέχων· Οὐδ᾽ ἐνδίδωσιν ἄχρι θείας λήξεως, Σώζων ἑαυτὸν καὶ σὲ τὴν εὐδαίμονα.

ΜΗʹ. Εἰς τὸν ἀποθανόντα τῷ κόσμῳ. Ζῶ καὶ τέθνηκα. Τὶς σοφὸς συγκρινέτω. Ψυχῇ τέθνηκα· σὰρξ δέ μοι σθένειν θέλει. Ψυχὴ βιῴη· σὰρξ δέ μοι τεθνηκέτω.

ΜΘʹ. Θρῆνος. Ὤμοι ἐγὼν, ὅτι δή με πρὸς οὐρανὸν ἠδὲ Θεοῖο Χῶρον ἐπειγόμενον, σῶμα τόδ᾽ ἀμφὶς ἔχει! Οὐδέ πη ἔκβασίς ἐστι πολυπλανέος βιότοιο, Καὶ στυγερῆς κακίης, ἥ μ᾽ ἐπέδησε κάτω, Πάντοθεν ἀπροφάτοισι περικτυπέουσα μερίμναις, Βοσκομέναις ψυχῆς κάλλεα καὶ χάριτας.

Ἀλλά με λῦσον, Ἄναξ, λῦσον χθονίων ἀπὸ δεσμῶν, Καί με χοροστασίην τάξον ἐς οὐρανίην.

Νʹ. Κατὰ τοῦ πονηροῦ εἰς τὴν νόσον. Ἤλυθες αὖθις ἔμοιγε, δολοπλόκε ὡς ἐνοήθης, Βένθος ἐμῆς κραδίης ἔνδοθι βοσκόμενος, Καὶ πολλοῖς κρατεροῖς τε τινάγμασι τοῦδε βίοιο, Εἰκόνα τὴν ἱερὴν γνὺξ βαλέειν ποθέων· Σαρξὶν ἐρισθενέεσσιν ἐνήλαο, καί μ᾽ ἐδάϊξας Εἰς πόδας ἐκ κεφαλῆς, ῥεύματι δεσμὰ λύσας Τῷ ξηρὴν ἐδίηνε Θεὸς φύσιν, ὡς ἐκέρασσε Τῇ ψυχρῇ λιαρὴν κοσμογόνῳ σοφίῃ, Ὥς κεν ἰσοστασίη δέμας ἄρτιον ἅμα φυλάσσοι, Τὴν δὲ διχοστασίην καὶ βιότοιο φύγω.

Ἤλυθες ἀνδροφόνοισι νοήμασιν, ἐς δ᾽ ἐμὲ, τλῆμον, Σῆς δνοφερῆς κακίης ἰὸν ἔχευσας ὅλον. Οὐχ ἅλις ἦεν ἔμοιγε βαρύστονα γήραος ἕλκειν Ἄλγεα, καὶ σκοπέλων ἄχθεα τρινακρίων· Ἀλλά με καὶ στυγερὴ κατεδάσσατο δάπτρια νοῦσος, Τηκεδανὴ μελέων, εἰς ἔτος ἐξ ἔτεος.

Τοῖσιν ἐπαιάζω, καὶ στείνομαι, ὡς ὅτε τις λὶς Ἄλκιμος, ἐμπλεχθεὶς ἄρκυσι θηροφόνων. Οὐ μύθων ποθέω σκιρτήματα, οὐκ ἐρατεινὴν Πᾶσιν ὁμηλικίην, οὔτε μὲν εὐθαλίην, Οὐκ ἀγορὰς πολίων, οὐκ ἄλσεα, οὐδὲ λοετρὰ, Οὐδ᾽ ὅσα τοῦ δολεροῦ ἄνθεα τοῦδε βίου.

Ταῦτα γὰρ οὐδὲ πάροιθεν ἐμοὶ φίλα, ἐξότε Χριστὸν Ἀγκασάμην, χθονίων τῆλ᾽ ἀπανιστάμενος. Αἰάζω δ᾽ ὅτι με Χριστοῦ μεγάλοιο λέλοιπεν Ὄμμα ζωοφόρον, ᾧ μέλον, εἴποτ᾽ ἔην, Ὅς με καὶ ἐν σπλάγχνοισιν ἁγνῆς κύδηνε τεκούσης, Καὶ πόντου κρυεροῦ ῥύσατο, καὶ παθέων.

Αἰάζω λαοῖο θεόφρονος ἡνία ῥίψας, Οὐ μὲν ἀποῤῥίψας, οὔτι δὲ χερσὶ φέρων· Ὃς πρόσθεν μύθοισιν ἀγάλλετο ἡμετέροισιν, Ἡνίκ᾽ ἀπὸ γλώσσης τρισσὸν ἔλαμπε σέλας. Νῦν γε μὲν, ὡς λιπόμαστος ἐν ἀγκαλίδεσσι τεκούσης Νηπίαχος θηλὴν ἔσπασεν αὐαλέην Χείλεσι διψαλέοισι, πόθον δ᾽ ἐψεύσατο μήτηρ, Ὣς ἄρ᾽ ἐμῆς γλώσσης λαὸς ἀποκρέμαται, Ἰσχανόων πηγῆς πολλοῖς τὸ πάροιθε ῥεούσης, Ἧς νῦν οὐδ᾽ ὀλίγην ἰκμάδα οὔατ᾽ ἔχει.

Ἄλλοι μὲν προχέουσι γλυκὺν ῥόον, οἱ δ᾽ ἀΐοντες Ἄχνυντ᾽· οὐ γὰρ ἑοῦ πατρὸς ἔχουσι λόγον. Ποῦ μοι παννυχίων μελέων στάσις, οἷς ὑπερείδων Τοὺς πόδας βεβαὼς, ἔμπνοος ὥστε λίθος. Ἢ μοῦνος Χριστῷ ξυνούμενος, ἢ σὺν ὁμίλῳ, Τέρψιν ἔχων ἱερῶν ἀντιθέτων μελέων;

Ποῦ καμπτῶν γονάτων γλυκερὸς πόνος, ὃν προπάροιθε Δάκρυα θερμὰ χέον, νοῦν σκοτίην συνάγων; Ποῦ δὲ πενητοκόμοι παλάμαι, περὶ νοῦσον ἕπουσαι; Ποῦ τῆξις μελέων οἴχεται ἀδρανέων; Οὐκέτι μὲν θυέεσσιν ἁγνοῖς ἐπὶ χεῖρας ἀείρω, Τοῖς μεγάλοις Χριστοῦ μιγνύμενος πάθεσιν.

Οὐκέτι δ᾽ ἀθλοφόροισι φίλην ἵστημι χορείην, Εὐφήμοισι λόγοις τίμιον αἷμα σέβων. Εὐρὼς δ᾽ ἀμφὶ βίβλοισιν ἐμαῖς, μῦθοι δ᾽ ἀτέλεστοι, Οἷς τίς ἀνὴρ δώσει τέρμα, φίλα φρονέων; Πάντ᾽ ἔθανε ζώοντι· βίος δέ μοί ἐστιν ἀφαυρὸς, Νηὸς ἀκιδνότερος, τὴν λίπον ἁρμονίαι· Ἀλλ᾽ ἔμπης εἰ καί με, βαρύστονε δαῖμον, ἐλαύνεις, Οὔ ποτέ σοι κάμψω γούνατ᾽ ἐμῆς χραδίης· Ἀλλ᾽ ἄτρωτος, ἄκαμπτος, ἐμὴν ἐς μητέρα γαῖαν Δύσομ᾽· ἔχοι σκώληξ τὴν ὄφεως δαπάνην.

Τύπτε δορὴν, ψυχὴ δ᾽ ἄρ᾽ ἀνούτατος· εἰκόνα θείην Παρστήσω Χριστῷ, τὴν λάχον, ἀνδροφόνε. Καὶ γὰρ πρόσθε πέδησας Ἰὼβ μέγαν, ἀλλ᾽ ἐδαμάσθης, Ὥς μιν ἀεθλοθέτης ἐστεφάνωσε μέγας, Καὶ θῆκεν περίβωτον ἑῷ κηρύγματι νίκην, Πάντα δ᾽ ἔδωκεν ἔχειν διπλᾶ, τά οἱ κέδασας.

Τοῖος ἐνηείης Χριστοῦ νόμος· ἀλλά μ᾽ ἄνωχθι Ὀψέ περ ἀρτεμέειν· σὸς λόγος ἐστὶν ἄκος. Λάζαρος ἐν νεκύεσσιν ἐγὼ νέος, ἀλλὰ βόησον, Ἔγρεο, καὶ ζήτω σοῖσι λόγοισι νέκυς. Λυσιμελὴς νέος εἰμὶ ὁ λέκτριος, ἀλλὰ βόησον, Πήγνυσο, καὶ κλίνην βήσομαι ὕψι φέρων.

Σῶν κλέπτω θυσάνων παλάμαις ἄκος, ἀλλὰ ῥέεθρον Αἵματος ἴσχε τάχος σαρξὶ μαραινομέναις. Σοὶ δ᾽ ὑποκάμπτομ᾽ ἔγωγε, τεὸν λάχος, ὡς Χαναναία, Γυρὸν ἔχουσα δέμας, ἀλλ᾽ ἀνάειρέ μ᾽, Ἄναξ. Πόντος ἄνω, σοὶ δ᾽ ὕπνος ἔπι γλυκύς· ἀλλὰ τάχιστα Ἔγρεο, καὶ στήτω σοῖσι λόγοισι σάλος.

Ἔστι μὲν ἄλγος ἔμοιγε, καὶ ἅψεα νοῦσος ἔχουσα. Οὐ γὰρ δὴ βροτέων πάμπαν ἀμοιρέομεν, Οὔτ᾽ ἐγὼ, οὔτε τις ἄλλος, ἐπεὶ Θεὸς ὧδε κελεύει, Μή τιν᾽ ὕπερθε φέρειν ὀφρὺν ἐπουρανίου, Πάντας δ᾽ ἐς μεγάλοιο Θεοῦ λεύσσοντας ἀρωγὴν, Χρειοῖ κέντρον ἔχειν πλεῖον ἐπ᾽ εὐσεβίῃ.

Ἀλλ᾽ ἔμπης οὐ τόσσον ὀδύρομαι εἵνεκα νούσου, (Νοῦσος γὰρ νοερῷ καί τινα ῥύψιν ἔχει, Ἧς πάντες χατέουσι, καὶ ὃς μάλα καρτερός ἐστι· Δεσμὸς γὰρ θνητοῖς καί τι μέλαν φορέει·) Ὁσσάτιον χθαμαλῶν περικήδομαι, ἄλγεα πάσχων, Μή τις ὀλισθήσῃ πήμασιν ἡμετέροις.

Παῦροι μὲν μερόπων κρατερόφρονες, οἵ ῥα Θεοῖο Δέχνυντ᾽ ἀσπασίως πᾶσαν ἐπιστασίην, Τερπνῶν τε λυπρῶν τε, λόγον δ᾽ ἐπὶ πᾶσιν ἴσασιν, Εἰ καὶ κρυπτὸν ἑῆς βένθος ἔχει σοφίης. Πολλοὶ δ᾽ εὐσεβέεσσιν ἐπιθρώσκουσιν ἀκιδνοῖς.

Ὡς θεολατρείης οὐδὲν ἔχουσι γέρας· Ἢ καὶ πάμπαν ἄτιμον ἐνὶ στήθεσσι νόημα Ἵσταντ᾽, αὐτομάτην πᾶν τόδε πῆξιν ἔχειν, Οὐδὲ Θεὸν μεδέοντα βροτήσια πάντα κυβερνᾷν· Οὐδὲ γὰρ ἂν τοίους οἴακας ἄμμι φέρειν. Τῶν μνῆσαι, καὶ ἄλαλκε τεῷ θεράποντι, μέγιστε, Μηδ᾽ ἐπὶ λωβητὸν τέρμα βάλῃς βιότου.

Σὸς λάτρις οὗτος ἔγωγε, τεοῖς δ᾽ ἐπὶ χεῖρας ἰάλλω Δώροις, καὶ κεφαλαῖς τῶν ὑποκλινομένων, Καὶ νούσων καλέουσιν ἀρηγόνα. Ἵλαθι, Χριστέ· Εἰ δέ τ᾽ ἀποκρύπτεις, δὸς σθένος ἀθλοφόρον. Μήτε με πάμπαν ἄτιμον ἔχοις, Λόγε, μηδ᾽ ἐπίμοχθον, Μήτ᾽ ἀχάλινον ἄγοις, μήτε δυηπαθέα.

Κέντρῳ νύσσε, Μάκαρ, μὴ δούρατι· μήτε με κούφην, Μηδ᾽ ὑπεραχθομένην νῆα θάλασσα φέροι. Καὶ κόρος ὑβρίζει, καὶ ἄλγεα νυκτὶ καλύπτει. Ἀντιταλαντεύοις τίσιν ἀπημοσύνῃ. Ἔσχες ἀγηνορέοντά μ᾽, ὑπερμογέοντ᾽ ἐλέαιρε, Ὡς ἔτ᾽ ἐνηείης καιρὸς, ἀριστόδικε.

Ἅζομ᾽ ἐμὴν πολιήν τε καὶ ἅψεα αὐτοδάϊκτα, Καὶ θυσίας, μογέων πήμασι, καὶ θεόθεν. Ἀλλὰ τί μοι τὰ περισσὰ νόμους θεότητι τίθεσθαι, Τῇ με, Χριστὲ, φέροις σὸν λάτριν, ὡς ἐθέλοις.

ΝΑʹ. Θρηνητικὸν ὑπὲρ τῆς αὐτοῦ ψυχῆς. Πολλάκις ἱμερόεντα νέη θαλάμοισι προθεῖσα Εἰσέτι παρθενικοῖσι νέκυν πόσιν, αἰδομένη περ, Ἀρτίγαμος, στίλβουσα, πικρὴν ἀνεβάλλετ᾽ ἀοιδὴν, Αἱ δέ νύ οἱ δμωαὶ καὶ ὁμήλικες ἔνθα καὶ ἔνθα Ἱστάμεναι γοάουσιν ἀμοιβαδὶς, ἄλκαρ ἀνίης.

Καὶ μήτηρ φίλον υἷα νεόχνοον, οὐκέτ᾽ ἐόντα Μύρετ᾽, ἐπ᾽ ὠδίνεσσι νέας ὠδῖνας ἔχουσα. Καί τις ἑὴν πάτρην ὀλοφύρεται, ἣν διέπερσε Θοῦρος Ἄρης· δόμον ἄλλος, ὃν ὤλεσεν οὐρανίη φλόξ. Ψυχὴ, σοὶ δὲ γόος τις ἐπάξιος, ἣν κατέπεφνεν Οὖλος ὄφις, πικρὸν δ᾽ ἐνομόρξατο εἰκόνι λοιγόν;

Δάκρυε, δάκρυ᾽, ἀλιτρέ· τό σοι μόνον ἐστὶν ὄνειαρ. Λείψω μὲν θαλίας τε ὁμηλικίην τ᾽ ἐρατεινήν· Λείψω δ᾽ αὖ μύθων τε μέγα κλέος, εὐγενέος τε Αἵματος, ὑψορόφους τε δόμους, καὶ ὄλβον ἅπαντα· Λείψω δ᾽ ἠελίου γλυκερὸν φάος, οὐρανὸν αὐτὸν, Γείρεα παμφανόωντα, τά τε χθὼν ἐστεφάνωται· Ταῦτα μὲν ἑψομένοισιν. Ἐγὼ δ᾽ ὑπένερθε καρήνου Δεσμὰ φέρων, νεκρός τε καὶ ἄπνοος, ἐν λεχέεσσι Κείσομαι, ὑστατίοισι γόοις γοάοντας ἰαίνων, Αἶνον ἔχων καὶ φίλτρον ἀδήριτον, οὐκ ἐπὶ δηρόν.

Αὐτὰρ ἔπειτα λίθος τε καὶ ἄμβροτος ἔνδοθι λώβη· Ἀλλὰ καὶ ὣς τούτων μὲν ἐμὸν κέαρ οὐκ ἀλεγίζει, Μούνην δὲ τρομέω καθαρὴν πλάστιγγα Θεοῖο. Ὤ μοι ἐγώ! τί πάθω; πῶς κεν κακότητα φύγοιμι; Βένθεσιν, ἢ νεφέεσσι λαθὼν βίον; αἴθε γὰρ ἦεν Ἀμπλακίης τις χῶρος ἐλεύθερος, ὥς τινα θηρῶν Καὶ νούσων ἐνέπουσιν, ὅπως φυγὰς ἔνθεν ἵκωμαι!

Χέρσῳ μέν τις ἄλυξε πικρὴν ἅλα, ἀσπίδι δ᾽ ἔγχος, Καὶ κρυεροῦ νιφετοῖο δόμος σκέπας. Ἡ κακίη δὲ Ἀμφίθετος, πολύχωρος, ἀφυκτοτάτη βασίλεια, Ἠλίας πυρόεντι πρὸς οὐρανὸν ἤλυθε δίφρῳ· Μωσῆς παιδοφόνου ποθ᾽ ὑπέκφυγε δόγμα τυράννου, Κητείων λαγόνων σκότιον μόρον ἁγνὸς Ἰωνᾶς, Καὶ θῆρας Δανιὴλ, παῖδες φλόγας. Αὐτὰρ ἔμοιγε Τίς λύσις κακότητος; Ἄναξ, σύ με, Χριστὲ, σάωσον.

ΝΒʹ. Θρῆνος. Πέπονθα δεινὰ πλεῖστα, καὶ δεινῶν πέρα, Καὶ ταῦθ᾽ ὑφ᾽ ὧν ἥκιστα ᾠόμην παθεῖν. Ἀλλ᾽ οὐδὲν οἷόν μ᾽ οἱ κακῶς εἰργασμένοι. Τὰ μὲν γὰρ οἴχεθ᾽· ὧν δ᾽ ἔγραψεν ἡ δίκη Βίβλοις σιδηραῖς, οἶδα τὴν μοχθηρίαν.

ΝΓʹ. Ἕτερος θρῆνος. Φίλοι, πολῖται, δυσμενεῖς, ἐχθροὶ, πρόμοι, Πόλλ᾽ οἶδα πληγείς· οἶδα, ἀλλ᾽ οὐ φάσκετε· Βίβλοι φέρουσι ταῦτα, οὐ λήσεσθέ με.

ΝΔʹ. Κατὰ τοῦ πονηροῦ. Ἤλυθες, ὦ κακοεργέ· νοήματα σεῖο γινώσκω· Ἤλυθες, ὄφρα φάους με φίλης τ᾽ αἰῶνος ἀμέρσῃς. Δύσμαχε, πῶς φάος ἦλθες, ἐὼν ζόφος; οὐκ ἀπατήσεις Ψευδόμενος. Πῶς πικρὸν ἐμοὶ μόθον αἰὲν ἀγείρεις, Ἀμφαδίην λοχόων τε; τί δ᾽ εὐσεβέεσσι μεγαίρεις, Ἐξέτι τοῦ ὅτε πρῶτον Ἀδὰμ βάλες ἐκ παραδείσου, Πλάσμα Θεοῦ, κακίῃ δὲ σοφὴν ἐλόχησας ἐφετμὴν, Καὶ πικρὴν γλυκερῇ ζωῇ πόρσυνας ἐδωδήν;

Πῶς σε φύγω; τί δὲ μῆχος ἐμοῖς παθέεσσιν ἐφεύρω; Τυτθαῖς μὲν πρώτιστον ἁμαρτάσιν, οἷα ῥέεθρον, Ἐμπίπτεις κραδίῃσιν· ἔπειτα δὲ χῶρον ἀνοίγεις Εὐρύτερον· μετέπειτα ῥόος θολερός τε μέγας τε Ἤλυθες, ἄχρι χάος με λάβοι τεὸν, ἠδὲ βέρεθρον.

Ἀλλ᾽ ἀποχάζεο τῆλε, τεὰς δ᾽ ἐπὶ χεῖρας ἰάλλοις Ἔθνεσιν ἢ πτολίεσσιν, ὅσαι Θεὸν οὐκ ἐνόησαν. Αὐτὰρ ἐγὼ Χριστοῖο λάχος, νηός τε τέτυγμαι, Καὶ θύος· αὐτὰρ ἔπειτα θεὸς, θεότητι μιγείσης Ψυχῆς. Ἀλλ᾽ ὑπόεικε Θεῷ, καὶ πλάσματι θείῳ, Ἁζόμενος μῆνίν τε Θεοῦ, ψυχῶν τε χορείην Εὐσεβέων, ἦχόν τε διηνεκέεσσιν ἐν ὕμνοις.