Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα
Ικετήριες προσευχές προς τον Χριστό για λύτρωση
Θερμές δεήσεις για προστασία από τον πονηρό, συγχώρηση αμαρτιών και ελπίδα ειρηνικής εξόδου από τον μάταιο βίο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ικετήριες προσευχές προς τον Χριστό για λύτρωση
Θερμές δεήσεις για προστασία από τον πονηρό, συγχώρηση αμαρτιών και ελπίδα ειρηνικής εξόδου από τον μάταιο βίο.
ΝΕʹ. Ἀποτροπὴ τοῦ πονηροῦ, καὶ τοῦ Χριστοῦ ἐπίκλησις. Φεῦγ᾽ ἀπ᾽ ἐμῆς κραδίης, δολομήχανε, φεῦγε τάχιστα· Φεῦγ᾽ ἀπ᾽ ἐμῶν μελέων, φεῦγ᾽ ἀπ᾽ ἐμοῦ βιότου. Κλὼψ, ὄφι, πῦρ, Βελίη, κακίη, μόρε, χάσμα, δράκων, θὴρ, Νὺξ, λοχέ, λύσσα, χάος, βάσκανε, ἀνδροφόνε· Ὃς καὶ πρωτογόνοισιν ἐμοῖς ἐπὶ λοιγὸν ἕηκας, Γεύσας τῆς κακίης, οὔλιε, καὶ θανάτου.
Χριστὸς ἄναξ κέλεταί σε φυγεῖν ἐς λαῖτμα θαλάσσης, Ἠὲ κατὰ σκοπέλων, ἠὲ συῶν ἀγέλην, Ὡς λεγεῶνα πάροιθεν ἀτάσθαλον. Ἀλλ᾽ ὑπόεικε, Μή σε βάλω σταυρῷ, τῷ πᾶν ὑποτρομέει. Σταυρὸν ἐμοῖς μελέεσσι φέρω, σταυρὸν δὲ πορείῃ, Σταυρὸν δὲ κραδίῃ· σταυρὸς ἐμοὶ τὸ κλέος.
Οὐ λήξεις λοχόων με, κακόσχολε; οὐκ ἐπὶ κρημνοὺς, Οὐ Σόδομα βλέψεις, οὐκ ἀθέων ἀγέλας, Οἳ μεγάλην θεότητα διατμήξαντες ἔλυσαν, Ἀλλ᾽ ἐπ᾽ ἐμὴν πολιὴν, ἀλλ᾽ ἐπ᾽ ἐμὴν κραδίην; Αἰεί με δνοφεροῖσι νοήμασιν, ἐχθρὲ, μελαίνεις, Οὔτε Θεὸν τρομέων, οὔτε θυηπολίας.
Οὗτος καὶ Τριάδος νόος ἔπλετο ἠχέτα κήρυξ· Καὶ νῦν τέρμα βλέπει. Βόρβορε, μή με θόλου, Ὡς καθαρὸς καθαροῖσι συναντήσω φαέεσσιν Οὐρανίοις. Αἶγλαι, δεῦτ᾽ ἐπ᾽ ἐμὴν βιοτήν· Τὰς δὲ χέρας τανύω, δέξασθέ με. Χαῖρε σὺ, κόσμε· Χαῖρε, μογηροφόρε· φείδεο τῶν μετ᾽ ἐμέ.
Νϛʹ. Κατὰ τοῦ αὐτοῦ. Θεὸν βοῶ. Τί τοῦτο; φεῦγέ μοι τάχος, Φεῦγ᾽, ὦ κάκιστον θηρίον, βροτοκτόνον, Τί μοι διοχλεῖς οὐδὲν ἠδικημένος; Τῶν σῶν συῶν πλήρωσον εἰσελθὼν βάθη. Δέξονθ᾽ ἑτοίμως εἰς βυθοὺς πεσούμενον.
Ἐμοῦ δ᾽ ἀπόσχου, μή σε τῷ σταυρῷ βάλω, Ὃν πάντα φρίσσει καὶ τρέμει φόβῳ κράτους.
ΝΖʹ. Κατὰ τοῦ πονηροῦ. Φεῦγ᾽ ἄπο τὰς γραμμὰς, ὦ βάρβαρε, μή με διόχλει. Φεῦγε, πονηρὸς ἅπας· Χριστὸς ἐμοὶ γράφεται, Μή με φύγῃ τὸ νόημα συνηγμένον· ἔῤῥετε πάντες, Οὓς μὴ Χριστὸς ἄγει τῆλ᾽ ἀπὸ τῶν χθονίων.
ΝΗʹ. Κατὰ τοῦ αὐτοῦ. Καὶ τοῦτο τῆς σῆς, ὦ κάκιστε, προσβολῆς. Τὸν νοῦν ἐφέρπεις εὐστρόφοις ἑλίγμασι, Πείθων τὸ λεῖον ἁρπάσαι τῆς ἡδονῆς. Ἀλλ᾽ οὔτι πείσεις· τοῦτ᾽ Ἀδὰμ πέπεικέ με. Εἰς γῆν ἀποστράφηθι, καὶ κάραν πατοῦ.
Εἰ δ᾽ ἰσχύς ἐστι μικρὸν ἐγχρίψαι ποδὶ, Κρεμῶ σε χαλκοῦν, ὡς βλάβην ὁρῶν φύγω.
ΝΘʹ. Κατὰ τοῦ αὐτοῦ. Ἄπελθ᾽, ἄπελθε, δυσμενὲς, βροτοκτόνε· Ἄπελθε, δεινῶν ὄμμα, λυσσῶδες κακόν· Ἄπελθε. Χριστὸς ἔνδον, ᾧ φέρων ἐμὴν Ψυχὴν δέδωκα. Φεῦγ᾽ ἀπειπὼν ὡς τάχος. Ὠὴ βοηθεῖτ᾽, ἄγγελοι παραστάται!
Ὠὴ τυραννὶς, καὶ κλοπὴ προσέρχεται. Ὧν μ᾽ ἐξέλεσθε, ναὶ, φίλοι, λιθάζομαι.
Ξʹ. Κατὰ τοῦ αὐτοῦ. Ἦλθες μὲν, ἦλθες, ὦ κάκιστ᾽, ἀλλ᾽ ἐσχέθης. Ὡς καπνὸν εἶδον, ᾐσθόμην καὶ τοῦ πυρός. Ὀσμὴ δριμεῖα, τοῦ δράκοντος ἔμφασις. Σταυρὸν δ᾽ ἐφίστημ᾽, ὃς φύλαξ ζωῆς ἐμῆς, Ὃς πάντα κόσμον συνδέων, Θεῷ φέρει.
Τοῦτον φοβηθεὶς, εἶκε, μὴ πάλιν φανῇς. Καλεῖ μ᾽ ἄχραντον ἡ χάρις παραστάτην. Πόσον πιέζεις δή με τοῖς κακοῖς; πόσον; Ἐμοὶ Θεὸς τέθνηκε, κ᾽ αὖθις ἔγρετο. Αἰδοῦ τὸ λοῦτρον· εἶξον, ὦ βροτοκτόνε. Ὡς ἡδονῇ με πρῶτον ἔκλεψας πικρᾷ, Οὕτω κακῶς με σήμερον κτεῖναι θέλεις.
Ἄπελθ᾽, ἄπελθε· τῆς πάλης γὰρ ᾐσθόμην. Κἂν σῶμ᾽ ἔχῃς μου, τόν γε νοῦν οὐ πείσομαι.
ΞΑʹ. Θρῆνος. Εἰκὼν κενοῦται, τίς βοηθήσει λόγος; Εἰκὼν κενοῦται, δῶρον ἀχράντου Θεοῦ. Ὑβρίζετ᾽ εἰκών· αἴθομ᾽, ὦ φθόνε, φθόνε, Ἀλλοτρίοις λόγοις τε καὶ σοφίσμασι. Πηγὴ κακῶν, μὴ βλύζε, μὴ ματαία φρήν.
Εἰ δ᾽ οὖν σὺ, γλῶσσα, μὴ δέχου τὸν βόρβορον. Εἰ δ᾽ οὖν σὺ, χείρ γε, μὴ δέχου τὰ χείρονα. Οὕτως ἂν εἰκὼν ἡμῖν ἄφθαρτος μένῃ.
ΞΒʹ. Ἱκετήρια εἰς Χριστόν. Μή σου λαθοίμην, μηδέ μου λάθῃς, Ἄναξ, Ἄναξ σοφῶν μέλημα, καὶ τρισσὸν φάος· Μή που λάθῃ με δυσμενὴς συναρπάσας, Κευθμῶν᾽ ἐς ᾅδου, καὶ σκότου πικρὰς πύλας. Δεινὸς γάρ ἐστι, καὶ λοχῶν τούς σοι φίλους Ὃν, οἶδα, φεύξομ᾽, εἰ σύ μου μνήμην ἔχεις, Πυκνῶν ἀεὶ λόγοις τε καὶ νοήμασιν.
ΞΙʹ. Θρῆνος πρὸς τὸν Χριστόν. Οἴμοι προσῆλθε, Χριστέ μου, πάλιν δράκων. Οἴμοι προσῆλθε δειλιῶντί μοι σφόδρα. Οἴμοι γέγευμαι τοῦ ξύλου τῆς γνώσεως. Οἴμοι φθονεῖσθαι δ᾽ ὁ φθόνος πέπεικέ με. Οὔτ᾽ εἰμὶ θεῖος, καὶ βέβλημ᾽ ἔξω τρυφῆς.
Ῥομφαία, μικρὸν τὴν κακὴν σβέσον φλόγα, Ὡς ἂν πάλιν δέξῃ με τῶν φυτῶν ἔσω Χριστῷ συνεισελθόντα λῃστὴν ἐκ ξύλου.
ΞΔʹ. Ἄλλο πρὸς Χριστόν. Πάλιν προσῆλθεν ὁ δράκων· σοῦ δράσσομαι. Δαβὶδ παρέστω, κρουέτω τὴν κινύραν. Ἄπελθ᾽, ἄπελθε, πνεῦμα συμπνίγον, κακά.
ΞΕʹ. Θρῆνος. Εἴ μοι πονήρως εἶχε κρᾶσις σώματος, Ἰατρὸν ἄν τιν᾽ εὗρον. Εἰ πένης τις ἦν, Τῷ πλουσίῳ προσῆλθον· ὅρμῳ δ᾽ ἐν ζάλῃ· Εἰ δ᾽ ἠδικούμην, τοῖς νόμοις καὶ βήματι. Θάμνος δὲ ἐξέσωσεν ἐκ κρημνίσματος.
Εἰ δὲ σκελίζει μ᾽ ὁ φθορεὺς τῆς εἰκόνος, Τίς μοι γένοιτ᾽ ἔρυμα, πλὴν σοῦ, Κοίρανε;
Ξϛʹ. Ἄλλος πρὸς Χριστόν. Καινὸν, καινὸν τί τοῦτο, ὦ Θεοῦ Λόγε, Καινὸν τί πάσχω; καρδίας ἐμῆς βάθος Κενὸν λόγων τε καὶ νοημάτων σοφῶν, Τὸ μὲν πονηρὸν πνεῦμα φεῦγον οἴχεται· Οὔπω δὲ μεστὴ χώρα μοι τοῦ κρείσσονος.
Πλῆσόν με τῶν σῶν, μὴ πάλιν ἐλθὼν φθόνος, Αὐτοῦ με θῆται χεῖρον ἐργαστήριον.
ΞΖʹ. Εἰς ἑαυτόν. Ἐξηπάτημαι, Χριστέ μου, τῷ σοι σφόδρα Θαῤῥεῖν. Ἐπήρθην καὶ κατηνέχθην σφόδρα. Ἀλλ᾽ αὖθις ὕψωσόν με· καὶ γὰρ ᾐσθόμην Παίζων ἐμαυτόν. Εἰ δ᾽ ἐπαρθείην ἔτι, Αὖθις πέσοιμι πτῶμα καὶ συντρίμματος.
Εἰ μὲν δέχῃ με· εἰ δὲ μὴ, τέθνηκα μέν. Ἐμοὶ τὸ χρηστὸν ἐξανηλώσω μόνῳ;
ΞΗʹ. Εἰς ἑαυτόν. Λέγουσιν οἱ μισοῦντες (ὡς δ᾽ ἐμοὶ δοκεῖ, Λέγουσιν οὐ δίκαια· Πῶς γὰρ δίκαιον τοὺς φίλους περιφρονεῖν, Ὡς μὴ Θεὸν λέγοιμι, ᾯ πρόσθε κεῖται πάντα, καὶ γινώσκεται Σαφῶς, ὀξὺ βλέποντι)· Ἀλλ᾽ οὖν λέγουσι τῷ φθόνῳ νικώμενοι, Φθόνῳ παθῶν δικαίῳ, Τήκοντι τοὺς ἔχοντας, ὥσπερ ἄξιον.
Τί οὖν, ἄθρει, λέγουσι. Λέγουσιν, ὡς αὐτοί με τὸν δυσδαίμονα (Καὶ γὰρ δοκοῦσι τοῦτο) Κωνσταντίνου βαλόντες ἐκτὸς ἄστεος Ἀπωφρύωσαν. Εὖγε· Βαρὺς γὰρ αὐτοῖς, καὶ θράσους ἤμην γέμων. Τέμνων ὁδοὺς ἀτρίπτους, Ἐθῶν πατρῴων καὶ νόμων διαφθορεὺς, Εἴπερ νόμος τὰ φαῦλα, Πλούτου, τύφου τε, θρύψεως, φιλαρχίας, Τῶν νῦν ἐπικρατούντων.
Οὕτω γάρ εἰσι τὴν φρόνησιν ἄθλιοι, Ὥστ᾽ οὐ λέγειν ὀκνοῦσιν, Ἃ καὶ λεγόντων ἐγκαλύπτεσθ᾽ ἦν πρέπον Ἄλλων ἀπεχθαιρόντων. Οὕτω τι τυφλόν ἐστιν ἡ μοχθηρία, Καὶ τὸ φρονεῖν βλάπτουσα. Οὗτοι μὲν οὖν ἔῤῥοιεν ἐκ μέσου λόγου· Οὐδὲν πρὸς ἡμᾶς ταῦτα, Οὔθ᾽ οἱ κακῶς λέγοντες, οὔθ᾽ οἱ δεξιῶς.
Ῥείτωσαν ὡς θέλουσιν· Γλώττης γὰρ οὐδέν ἐστιν εὐστροφώτερον· Λέγῃ τι καὶ πρὸς ἡμῶν. Πολλοὶ τάδ᾽ οἱ λέγοντες ἀκριβέστερον, Ὡς ἀφθόνως λέγοντες. Ἃ δ᾽ οἴομ᾽ εἰπὼν τήν τινων στήσειν βλάβην, Τάδ᾽ ἐστὶν εἰπεῖν κρεῖσσον· Πολὺς γάρ ἐστιν εἰς τὸ χεῖρον ὁ δρόμος, Κἂν μηδενὸς κινοῦντος.
Λέγουσιν, ὡς ἁδρῶν μὲν ἡσσῶμαι θρόνων, Ὡς τῶν, ἀφ᾽ ὧν κατῆλθον, Τοὺς δ᾽ ἂν πένητας, καὶ στενοὺς διαπτύω, Τὰ σφῶν σαφῶς λέγοντες. Ὃ γὰρ πέπονθε, τοῦτο καί τις οἴεται· Ἀλλ᾽ οὐκ ἐγὼ πέπονθα. Τοῖς μὲν προσήχθην, τῶν δ᾽ ἀπήχθην οὐχ ἑκὼν, Οὕτω Θεοῦ τυποῦντος.
Τοῖς μὲν προσήγαγέ με δῆμος, ποιμένες, Καὶ γλῶσσαν αἰτοῦν Πνεῦμα. Λαὸν γὰρ ἐχρῆν ἄγριον καταρτίσαι Στεῤῥῷ βίῳ, λόγῳ τε, Πολλαῖς καμόντα δογμάτων καταδρομαῖς, Ὡς ναῦν μέσην κλύδωνος. Τοῖς δ᾽ οὐ προσήγαγ᾽ ἡ λύσις τοῦ σώματος Καθ᾽ ἡμέραν θνήσκοντος.
Ἦμεν καλοί τε κἀγαθοὶ, (τίς ἀντερεῖ;) Καὶ Πνεύματος γέμοντες, Ὃν νῦν στενὸν, καιροῖς τε συῤῥιπτούμενον Κακοῖς κακῶς βλέπουσιν. Ὑψιθρόνου θ᾽ ἕδρασμα λαὸν ποιμένος Τοῦ πρόσθεν οὔτι μείζω. Ἀλλ᾽ οὐκ ἐμόν γε, πλὴν ὅσα χρήσει χερὸς, ᾯ καὶ τὸ θαῤῥεῖν εἶχον.
Οὐκ ἠγνόουν Ἰωνᾶν, ὃς Θεοῦ λόγον Ἔφευγεν, ἀλλ᾽ ἐλήφθη Κλύδωνι, κλήρῳ, θηρίῳ, γαστρὶ, βράσει, Ἐξ ὧν ὁ κήρυξ, κήρυξ. Ἀλλ᾽ εἶχον ὥς τις ὢν ἐλεύθερος Θρόνων τε κινδύνων τε. Τὸν νοῦν δὲ πυκνὸς εἰς Θεοῦ κοινωνίαν Ἔσπευδον, ἡσύχαζον.
Ἐπεὶ δ᾽ ἅπαντες, ὡς νεκροῦ δυσωδίᾳ, Γῦπες κατέστησάν μου, Καὶ λαὸν ἐσπάρασσον εὐώνοις τομαῖς, Πῶς ἤγαγές με, Χριστὲ, Ζωῆς χαλινὲ τῆς ἐμῆς καὶ καρδίας; Σὸν γὰρ τόδ᾽ ἐστὶν ἔργον. Ὡς Λάζαρόν με τετραήμερον, τάφων Ἐξήγαγες βοήσας.
Ἀνίσταμ᾽, οἱ δ᾽ ἔπτηξαν· ἀλλὰ, Χριστέ μου, Καὶ σάρκα τήνδε πῆξον, Ἣν σοί γε κέκτημ᾽, ᾧ φέρων ζωὴν ἐμὴν Πᾶσάν γ᾽ ἔδωκα δῶρον. Καὶ λάκκον ᾤκησ᾽ ἀγρίων θηρῶν μέσος. Εἰ δ᾽ ἔκτασις λέοντας Ἔφραξε χειρῶν [τὸν δ᾽ ἔσωσε Δανιὴλ], Καὶ νῦν λέοντες· σῶζε (Τί λοιπὸν, ἢ σφᾶς τοὺς κακοὺς περισκοπεῖν;
Ἡττήμεθ᾽, ὦ κάκιστοι)· Τοὺς μὲν κατείργοις ἐνδίκοις τιμωρίαις, Καὶ τοῖς χαλῶν ὀργῆς τι, (Τὴν ἄκρατον γὰρ χεῖρα τίς σου δέξεται, Τίσιν μιᾶς ἐννοίας;) Τοὺς δ᾽ ἐκφοβοίης, τοὺς δὲ δοξάζοις, Ἄναξ, Ὅσοι δοξάζουσί σε· Ἄμυν᾽, ἄμυνε τοῖς φίλοις. Τεθνήκαμεν· Ἐπισκοπὴν ποίησον Τῶν πρὸς σὲ χεῖρας εἰδότων αἴρειν μόνον.
Γελῶσιν οἱ κάκιστοι Τὴν σὴν πρόνοιαν, οὐδὲ κριθήσεσθ᾽ ἴσως Δοκοῦσι τῷ φυσᾶσθαι. Τὸ μικρὸν αὔξοις ποίμνιον, καὶ ποιμένα Τὸν μικρὸν ἐκ μεγίστου. Σοῦ δ᾽ ἂν θέλοντος, κἀκ μικροῦ πάλιν μέγας Τοῖς σοῖς θρόνοις γενοίμην.
ΞΘʹ. Δέησις πρὸς τὸν Χριστόν. Ἐπιστάτα, κλύδων με δεινὸς ἀμφέπει, Τὸν σὸν μαθητήν. Ἐξέγειραι, πρὶν θάνω. Μόνον κέλευσον, καὶ ζάλη τεθνήξεται. Τολμῶ φράσαι τι· Χριστὲ, μὴ πίεζέ με, Μηδὲ σβέσῃς με τῷ βάρει τῶν θλίψεων.
Πολλοὺς ἔχεις γὰρ καὶ κακωτέρους ἐμοῦ, Οὓς ἠλέησας. Μή με κρίνῃς ἀξίως. Κένου, κένου δὲ τοῦ ταλάντου τὸ πλέον. Μιᾶς τίς οἴσοι φόρτον ἡμέρας μόνης; Τίνι προσέλθω τοῖς κακοῖς βαρούμενος;
Οʹ. Ἄλλη. Πάλιν προσῆλθεν ὁ δράκων, σοῦ δράσσομαι. Κράτει, κράτει με, μὴ προῇ τὴν εἰκόνα· Μή μ᾽, ὡς καλιᾶς ὄρνιν, ἐχθρὸς ἁρπάσῃ. Φεῦ! καὶ κρίσιν δέδοικα, καὶ ποθῶ λύσιν. Διώκομ᾽ ἐνθάδ᾽, οὐκ ἔχω βίου στάσιν.
Καλεῖς μ᾽ ἐκεῖθεν, οὐκ ἔχω παῤῥησίαν. Σός εἰμι, Χριστὲ, σῶσον, ὡς αὐτὸς θέλεις.
ΟΑʹ. Δέησις ἐν τῇ νόσῳ. Νοσῶ, νοσῶ μὲν, καὶ πονοῦμαι σώματι, Καί μου γελῶσι τὴν πάθην ἴσως τινὲς, Τραχηλιῶντες, τῶν σφαγῇ τηρουμένων. Ἁρμοὶ λέλυνται, καὶ ποδῶν σαθρὰ βάσις, Εἴτ᾽ ἐγκρατείας ἔργον, εἴθ᾽ ἁμαρτάδων, Εἴτ᾽ οὖν πάλη τις (οὐ γὰρ οἶδα), πλὴν χάρις Ἐμῷ κυβερνήτῃ γε. Τοῦτό μοι τυχὸν Ἄμεινόν ἐστιν· ἀλλ᾽ ἐπίσχες τὴν νόσον, Ἐπίσχες εἰπών· σὸς λόγος σωτηρία.
Εἰ δ᾽ οὒ, δίδου γε, ὡς τὰ πάντα καρτερεῖν, Σῆτες τὰ σητῶν. Συγκράτει τὴν εἰκόνα. Ἐκεῖθεν ἕξεις καὶ τὸν δοῦλον ἄρτιον.
ΟΒʹ. Εἰς τὴν ἔξοδον. Παρῆλθον ἄνθη, καιρὸς ἤγγικεν θέρους. Λευκὴ δέ μοι θρὶξ, ἡ δ᾽ ἅλως καλεῖ στάχυν. Ἀπῆλθεν ὄμφαξ, ἡ τομὴ δὲ πλησίον. Ληνὸς πατεῖται τῶν ἐμῶν ἤδη κακῶν. Φεῦ ἡμέρας μοι τῆς κακῆς! ἣν ποῦ φύγω;
Καὶ τίς γένωμαι; ὡς δέος μ᾽ ἁμαρτίας! Δέος δ᾽ ἀκανθῶν, καὶ Γομόῤῥας βοτρύων, Πλήρη φανῆναι, Χριστὸς ἡνίκα κρίνων Θεὸς θεοῖς δίδωσι τὰ πρὸς ἀξίαν, Χώραν ἑκάστῳ φωτὸς ὡς ὄψις φέρει. Ἐλπὶς μία μοι τὰς βραχείας ἡμέρας Παλινδρομῆσαι τῇ ποδηγίᾳ, Μάκαρ.
ΟΓʹ. Παρακλητικόν. Ἐγγὺς ἀγὼν βιότοιο· κακὸν πλόον ἐξεπέρησα, Ἤδη καὶ στυγερῆς τίσιν ὁρῶ κακίης, Τάρταρον ἠερόεντα, πυρὸς φλόγα, νύκτα βαθεῖαν, Τῶν νῦν κρυπτομένων, αἶσχος ἐλεγχόμενον. Ἀλλὰ, Μάκαρ, ἐλέαιρε, καὶ ὀψέ περ, ἐσθλὸν ὀπάζοις Ζωῆς ἡμετέρης λείψανον εὐμενέων.
Πολλὰ πάθον, καὶ τάρβος ἔχω φρενὶ, μή με διώκειν Τῆς σῆς ἤρξατ᾽, Ἄναξ, αἰνὰ τάλαντα δίκης. Οἴσω μὲν τὸν ἐμὸν καὐτὸς μόρον, ἔνθεν ὁδεύσας Εἴξας προφρονέως πήμασι θυμοβόροις. Ὑμῖν δ᾽ ἐσσομένοις ἐπιτέλλομαι· Οὐδὲν ὄνειαρ Τοῦδε βίου. Ζωὴ λύσιν ἔχει βιότου.
ΟΔʹ. Πρὸς Χριστόν. Τίς ἡ τυραννίς; ἦλθον εἰς βίον· καλῶς. Τί δὲ στροβοῦμαι ταῖς βίου τρικυμίαις; Ἐρῶ λόγον, θρασὺν μὲν, ἀλλ᾽ ὅμως ἐρῶ. Εἰ μὴ σὸς εἴην, ἠδίκημαι, Χριστέ μου. Γεννώμεθ᾽, ἐκλυόμεθ᾽, ἐκπληρούμεθα, Ὑπνῶ, καθεύδω, γρηγορῶ, πορεύομαι, Νοσοῦμεν, εὐεκτοῦμεν, ἡδοναὶ, πόνοι.
Ὡρῶν μετασχεῖν ἡλίου, τούτων ἃ γῆς, Θανεῖν, σαπῆναι σάρκα· ταῦτα καὶ βοτῶν, Ἃ δυσκλέα μὲν, ἀλλ᾽ ὅμως ἀνεύθυνα. Τί οὖν ἐμοὶ τὸ πλεῖον; οὐδὲν, ἢ Θεός. Εἰ μὴ σὸς εἴην, ἠδίκημαι, Χριστέ μου.
ΟΕʹ. Θρῆνος πρὸς Χριστόν. Οἴμοι! στενοῦμαι τῷ βίῳ· καὶ τὸ πλέον Ζωῆς παρῆλθεν, οἶδα, καὶ νεκρὸν πνέω· Συνεκτριβῆναι δ᾽ οὐ θέλει πονηρία. Ἢ τῷ χρόνῳ τι πρόσθες, ὦ πνοὴ βροτῶν, Ἢ τῶν κακῶν ὑπόσπα· τοῦτο χρηστότης.
Εἰ δ᾽ οὐ θέλεις, τέθνηκα. Καὶ τί σοι πλέον; Εἰ μὴ φιλάνθρωπόν με καὶ τὸ πῦρ μένει.
Οϛʹ. Ἕτερος θρῆνος. Οἴμοι! στενοῦμαι τῷ βίῳ καὶ τῷ τέλει. Ἐνθάδε ἁμαρτὰς, ἀλλ᾽ ἐκεῖθεν ἡ δίκη. Μέσος φόβων ἕστηκα πυρωποτάμου. Σοὶ, Χριστὲ, πλεῖον ἢ βίου θαῤῥῶ πάλαις. Εἰ μὲν γὰρ ἦν τι καὶ καθήρασθαι βραχὺ, Τοῦτ᾽ ἦν ἄριστον. Εἰ δ᾽ ἀεὶ πλείω κακὰ, Καιρὸς λυθῆναι, πρὶν λάβῃ με χείρονα.
ΟΖʹ. Προσευχὴ εἰς Χριστόν. Τέθνηκα τῷδε τῷ ταλαιπώρῳ βίῳ, Ὃς φέρετ᾽ ἄνω κάτω τε, Εὐρίπου δίκην, Βέβαιον οὐδὲν, οὐδ᾽ ἐφ᾽ ἡμέραν, ἔχων. Ζῆσαι δ᾽ ἐκείνῳ τῷ μακρῷ πόθος μ᾽ ἔχει, Ὃς ἆθλα κεῖται τοῖς κάλ᾽ ἠγωνισμένοις.
Πρὸς ταῦτα χαίρεθ᾽, οἷς φίλα τὰ τοῦ βίου· Ἐγὼ δὲ χαίρων ὄψομαι τὸν Δεσπότην. Τολμῶ τι λέξαι, ὦ Μάκαρ· τὸ σῶμά σοι Τὸ σὸν τὸ τῆς σῆς πλάσμα προσρίπτω χερός· Ὡς λεπτὸν, ὡς ὀδωδὸς, ὡς παρειμένον! Ἰδοὺ πρόκειται, βλέψον, ἐκλελοίπαμεν.
Καὶ νῦν πάρει, δὸς χεῖρα, ἢ λῦσον βίου, Πρὶν καί τι χεῖρον συμπεσεῖν ἐμοὶ τέλος. Τί δεῖ πάλιν κακῶν τε, καὶ καθαρσίων; Ὄλωλ᾽, ὄλωλα συμφοραῖς, σοὶ δ᾽ ὄλλυμαι. Σὺ γὰρ Θεός μου· σὺ ζόφον λύεις κακῶν Νεκρῷ πνέοντι μικρὸν, ἢ λυπρὸν βίον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.