Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα

Γρηγόριος ὁ Ναζιανζηνός

Διάλογοι με την ψυχή και ο πόθος της θεωρίας του Θεού

Προτροπές προς την ψυχή για πνευματική ανύψωση, αντιμετώπιση των δαιμονικών πολέμων και έντονη αναζήτηση της θείας γνώσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 12 από 13

ΟΗʹ. Εἰς τὴν ἑαυτοῦ ψυχήν. Ἔργον ἔχεις, ψυχὴ, καὶ μέγα, ἢν ἐθέλῃς. Ἐρεύνα σαυτὴν ἥτις ᾖ, καὶ πῆ στρέφῃ, Ὅθεν προῆλθες, καὶ ὅπη στῆναι σὲ δεῖ· Εἰ ζῇν ὅπερ ζῇς τοῦτο, ἤ τι καὶ πλέον. Ἔργον ἔχεις, ψυχὴ, τοῖσδε κάθαιρε βίον.

Θεὸν νόει μοι καὶ Θεοῦ μυστήρια. Τί ἦν πρὸ παντὸς, καὶ τί σοι τὸ πᾶν τόδε· Ὅθεν προῆλθε, καὶ ὅποι προβήσεται. Ἔργον ἔχεις, ψυχὴ, τοῖσδε κάθαιρε βίον. Πῶς οἰακίζει καὶ στρέφει τὸ πᾶν Θεός· Ἢ πῶς τὰ μὲν πέπηγε, τὰ δ᾽ ἄλλ᾽ ἐκρέει· Ἡμεῖς δὲ καὶ μάλιστα ἐν στρεπτῷ βίῳ.

Ἔργον ἔχεις, ψυχή· πρὸς Θεὸν οἶον ὅρα. Τί μοι κλέος τὸ πρόσθε, τίς δ᾽ ἡ νῦν ὕβρις· Τί μου τὸ πλέγμα, καὶ τί μοι βίου τέλος. Ταῦτ᾽ ἐννόει μοι, καὶ νοὸς στήσεις πλάνην. Ἔργον ἔχεις, ψυχή· μή τι πάθῃς καμάτῳ.

ΟΘʹ. Εἰς τὴν ἑαυτοῦ ψυχήν. Πῆ, θυμὲ, βαίνεις; στῆθι. Πῆ φέρῃ, τάλαν; Αἶ αἶ· γόης κλέπτει σε τοῖς σοφίσμασι. Μικρὸν προσέρχετ᾽, εἶθ᾽ ὑποστρέφει πάλιν, Εἶτ᾽ αὖ προσέρχετ᾽ ἐγγὺς, ὡς μόσχῳ λύκος, Σαίνων, ἐφέλκων ἀγρίοις σκιρτήμασιν, Ἕως ἀποσπάσας σε τῶν Θεοῦ νόμων, Θοίνην ὀδοῦσι τοῖς ὀλεθρίοις λάβῃ.

Πʹ. Εἰς ἑαυτόν. Αἶ αἶ· γόης κλέπτει σε τοῖς σοφίσμασι, Κλέπτει σὲ, κλέπτει, δυσμενής· ἐπιστρέφου Πρὸς τὸν Λόγον τάχιστα, μὴ πόῤῥω πέσῃς. Σταυρῷ περιπλάκηθι, καὶ στήσεις βλάβην.

ΠΑʹ. Πρὸς τὸν αὑτοῦ θυμόν. Θυμὲ, βλέψον ἄνω, χθονίων δ᾽ ἐπιλήθεο πάντων, Μὴ δέ σε νικήσῃ πρὸς κακότητα δέμας. Τυτθὸς μὲν βίος οὗτος, ὁ δ᾽ ὄλβιος, ὡς ἐν ὀνείρῳ, Τέρπεται, ἀλλοίῃ δ᾽ ἄλλος ἔκυρσε τύχῃ.

Μούνης δὲ ζωῆς καθαρῆς βίος ἔμπεδος αἰεὶ, Καὶ πολὺς, ὃν ζώειν ἐστὶν ἀρειότερον.

ΠΒʹ. Πρὸς αὐτόν. Ἄλλοι χρυσὸν, οἵδ᾽ ἄργυρον, οἵδε τράπεζαν Τιμῶσι λιπαρὴν, παίγνια τοῦδε βίου. Ἄλλοι δ᾽ αὖ σηρῶν καλὰ νήματα, καὶ γύας ἄλλοι Πυροφόρους, ἄλλοι τετραπόδων ἀγέλας. Αὐτὰρ ἐμοὶ Χριστὸς πλοῦτος μέγας, ὅν ποτ᾽ ἴδοιμι Νῷ γυμνῷ καθαρῶς· ἄλλα τε κόσμος ἔχοι.

ΠΓʹ. Περὶ τῶν δαιμονίων πολέμων. Εἰ μὴ γλῶσσαν ἔδησα λάλον, καὶ χείλεα σιγῇ, Τὸν νοῦν ἀθροίζων εἰς Θεοῦ κοινωνίαν, Ὄφρα κεν ἁγνοτάτοισι νοήμασιν ἁγνὸν Ἄνακτα Τίσω (καλὸν γὰρ τὸ φρενὸς μόνης θύος), Οὔποτ᾽ ἂν ἐφρασάμην σκολιοῦ τεχνάσματα θηρὸς, Ἢ μὴν ἐκήρυσσόν τε, καὶ τοῦτ᾽ ᾠόμην.

Πολλάκι μοι καὶ πρόσθεν ἐπήλυθε νυκτὶ ἐοικὼς, Καὶ φωτὸς αὖθις ἐν πανούργῳ πλάσματι. Πάντα γὰρ, ὅσσ᾽ ἐθέλῃσι, πέλει θανάτοιο σοφιστὴς, Γεγὼς ὁ Πρωτεὺς εἰς κλοπὰς μορφωμάτων, Ὥς κέ τιν᾽ ἢ λοχόων, ἢ ἀμφαδὸν, ἄνδρα δαμάσσῃ.

Τρυφὴ γὰρ αὐτῷ τὰ βροτῶν ἐκπτώματα· Ἀλλ᾽ οὔπω τοιόνδε τοσόνδε τε τὸ πρὶν ὄπωπα, Ὅσσος προσῆλθε νῦν ἐμοῖς ἀθλήμασι. Πλεῖον γὰρ ψυχῆς ὁρόων σέβας ἐντὸς ἐμοῖο, Καὶ πλεῖον ἦρκε τοῦ χόλου τὴν φλεγμονήν. Ὡς δ᾽ ὅτε τις λοχόωσα, δυσαλθέος ἔνδοθι σαρκὸς, Νόσος σχεθεῖσα φαρμάκοις οὐ καιρίοις, Βοσκομένη κευθμῶνας ἀειδέας, οὐ πρὶν ἔληξε, Πρὶν ἀλλαχοῦ ῥαγεῖσα δοῦναι κινδύνῳ· Ἠὲ ῥόος κρατεροῖσιν ἐρύγμασι τῇδε βιασθεὶς, Ἐκεῖ βιήσατ᾽, ἀθρόως τ᾽ ἐξεῤῥάγη.

Τοῖος καὶ φθονεροῖο κακὸς μόθος. Εὖτέ μιν ἔσχον Γλώσσῃ, πρὸς ἄλλο τι βλάβος μετεῤῥύη. Οὐ μὲν ἕλε. Χριστὸς γὰρ ἐπήλυθεν ἄλκαρ ἐμεῖο, Ὃς καὶ μαθητὰς ἐκ ζάλης ἐῤῥύσατο, Καὶ πολλοὺς παθέων καὶ δαιμονίων ἀπὸ δεσμῶν Ἠλευθέρωσε, τῷ θέλειν διδοὺς χάριν.

Ἔμπα γε μὴν πειρησατ᾽, ὅπως πάρος ἀνδροφόνοισι Δόλοις ἔκλεψε τὸν γένους ἀρχηγέτην. Ἀλλὰ, Μάκαρ, μόθον ἴσχε, καὶ εὐδιόωντά μ᾽ ἄνωχθι Σοὶ τὰς ἀναίμους θυσίας πέμπειν ἀεί.

ΠΔʹ. Θρῆνος. Μή τις ἐμοῖς παθέεσσι καὶ ἄλγεσιν, ἠὲ κάκιστος Τέρποιτ᾽, ἠέ τις ἐσθλὸς ἀνιάζοι φρένα κούφην. Τὸν μὲν γάρ τις ἔτευξεν ἀρείονα ἐσθλὸν ἄνουσον· Ὃς δ᾽ οἶδεν καὶ νοῦσον ἀρηγόνα, ἢ ῥυπόωσι Φάρμακον, ἢ καθαροῖσι πάλην καὶ κῦδος ἔχουσαν, Ἄλλοις κῦδος ἄμοχθον, Ἄναξ, πόρες. Αὐτὰρ ἔμοιγε Καὶ τὸ φίλον παθέεσσι καὶ ἄλγεσι σεῖο λαβέσθαι.

ΠΕʹ. Ἐπιστρεπτικὴ πρὸς Θεὸν νουθεσία. Πῆ σε φέρων Χριστοῖο τόσον ἀπενόσφισε δαίμων Κλεπτόμενον γλώσσῃ τε, καὶ οὔασι, καὶ φαέεσσι, Θυμὲ τάλαν; ποῦ φωτὸς ἐνηέος ἐκτὸς ἐλαύνεις, Βρασσόμενός τε πόθοισι καὶ ἀργαλέαις μελεδῶσι, Καὶ σκιόεντα φόβον τρομέων, ἀπάταις τε λιτουργῶν Τηκόμενος, φθινύθων τε χόλου ζείοντος ἐρωαῖς;

Μηκέτι πλάζεο, θυμὲ, νόου στροφάλιγξιν ἀλήτου, Μηδὲ τεῆς ζωῆς ἐπιλήθεο, σαρκὶ πελάζων Σαρκός τε σκοτίοισι καὶ ἀμφαδίοισι κακοῖσιν. Πάντα κάτω δονέοιτο κακαῖς βιότοιο θυέλλαις. Πάντα χρόνος πεσσοῖσιν ὁμοίϊα τῇδε κυλίνδοι, Κάλλος, ἐϋκλείην, πλοῦτον, κράτος, ὄλβον ἄπιστον· Αὐτὰρ ἐγὼ, Χριστοῖο δεδραγμένος, οὔποτε λήξω Ἐλπίδος, ἔστ᾽ ἂν ἴδω Τριάδος σέλας εἰς ἓν ἰούσης, Εὖτε λάχος μεγάλοιο Θεοῦ, σάρκεσσι κερασθὲν, Εἰκὼν ἡ προτέρη, μιχθήσεται οὐρανίοισιν.

Πϛʹ. Παραίνεσις πρὸς ἑαυτόν. Κόσμον πόριζε τῷ παρόντι τὸν μέγαν, Διαπτύων ἅπαντα τῶν τῇδ᾽ εὐκόλως. Σκηνὴν θεάτρου μείζονος. Πείθου Λόγῳ Τῷ συμπαγέντι σὴν χάριν. Λέγει δὲ τί; Ἴωμεν ἔνθεν· καὶ γὰρ ἦλθον ἐνθάδε, Ἄνω σε θήσων τὸν πεσόνθ᾽ ἁμαρτίᾳ.

Θεὸς καλεῖ. Σπεύδωμεν ἐπτερωμένοι.

ΠΖʹ. Περὶ τοῦ πρὸς Θεὸν πόθου. Μῆτερ ἐμὴ, τί μ᾽ ἔτικτες, ἐπεὶ πολύμοχθον ἔτικτες; Τίπτε με τῷδε βίῳ δῶκας ἀκανθοφόρῳ; Εἰ μὲν σύ γ᾽ ἐπέρησας ἀκηδέα, ὥς τις ἄσαρκος, Θαῦμα μέγ᾽· εἰ δ᾽ ἐδάμης, οὐ φιλέουσα τέκες.

Ἄλλην μέν τ᾽ ἄλλος τις ἀνὴρ βιότοιο κέλευθον Τέμνει γειομόρος, αὐτὰρ ὁ ποντοπόρος· Θηρολέτης ἄλλος τις, δ᾽ ὁ ἔγχεϊ χεῖρα κορύσσων· Καί τις ἀοιδοσύνης ἴδρις, ὁ δ᾽ ἀθλοφόρος. Αὐτὰρ ἐμοὶ Θεός ἐστι λάχος, καὶ ἄλγεα πολλὰ, Καὶ νούσῳ στυγερῇ τῇδ᾽ ὀλιγοδρανέειν.

Δάπτε με, δάπτε μ᾽, ἀλιτρέ. Πόσον χρόνον; αὐτίκα γάρ σε Λείψω σὺν χαλεποῖς πήμασι γηθόσυνος. Μῆτερ ἐμὴ, τί μ᾽ ἔτικτες, ἐπεὶ Θεὸν οὔτε νοῆσαι, Οὔτε φράσαι δύναμαι τόσσον, ὅσον ποθέω; Βαιὴ μέν τις ἔμοιγε νόου περίλαμψεν ὀπωπὰς Ἰσοφάους Τριάδος λάμψις ἐπουρανίης Τὸ πλεῖον δ᾽ ὑπάλυξεν (ἔχω δ᾽ ἄχος), ὡς στεροπή τις, Πρίν με φάους κορέσαι, ὦκα παριπταμένη.

Εἰ δέ σε κεῖθεν ἕλοιμι, φίλη Τριὰς, οὐκέτι μητρὸς Μέμψομ᾽ ἐμῆς λαγόσιν. Εἰς ἀγαθὸν γενόμην. Ἀλλὰ σάω με, σάω με, Θεοῦ Λόγε, ἐκ δέ με πικρῆς Ἰλύος ἐξερύσας, ἐς βίον ἄλλον ἄγοις, Ἔνθα νόος καθαρός σε φαάντατον ἀμφιχορεύει, Μηκέθ᾽ ὑπὸ σκιερῆς κρυπτόμενος νεφέλης.

ΠΗʹ. Εἰς τὴν ἑαυτοῦ ψυχὴν στίχοι ἡμίαμβοι. Τί σοι θέλεις γενέσθαι; Ψυχὴν ἐμὴν ἐρωτῶ. Τί σοι μέγ᾽, ἢ τί μικρὸν Τῶν τιμίων βροτοῖσι; Ζήτει μόνον τι λαμπρὸν, Καὶ δώσομεν προθύμως. Θέλεις τὰ Γύγεώ σοι Τοῦ Λυδίου γενέσθαι, Καὶ δακτύλῳ τυραννεῖν, Τὴν σφενδόνην ἑλίσσων, Κρύπτουσαν, εἰ κρύπτοιτο, Φαίνουσαν, εἰ φαίνοιτο;

Θέλεις τὰ Μίδεώ σοι Τοῦ πλουσίως θανόντος, ᾯ χρυσὸς ἦν τὰ πάντα, Χρυσοῦν φέροντα λιμὸν, Εὐχῆς δίκην ἀμέτρου; Θέλεις λίθους διαυγεῖς, Πλάτη τε γῆς λιπώσης, Καὶ ποιμνίων ἀριθμοὺς, Βοῶν τε καὶ καμήλων; Οὐ ταῦτα δώσομέν σοι· Λαβεῖν γὰρ οὐδὲ λῷον, Ἀλλ᾽ οὔτ᾽ ἔμοιγ᾽ ἀνυστόν.

Ἔῤῥιψα γὰρ μερίμνας, Ἀφ᾽ οὗ Θεῷ προσῆλθον. Θέλεις θρόνους τε κ᾽ ἀρχὰς, Καιροῦ φρύαγμα πίπτον, Ἵν᾽ αὔριον καθεσθῇς Κάτω βλέπων ταπεινὸν, Ἄλλου τραχηλιῶντος, Ὃς ἦν παραστάτης σοι, Τυχὸν δὲ καὶ κακῶν τις;

Θέλεις γάμῳ δεθῆναι, Βλακεύμασιν ἀνάγνοις, Καιροῖς δὲ συστραφῆναι· Θέλεις νόσον γλυκεῖαν, Εὐτεκνίας μέριμναν; Εὐτεκνίαν δ᾽ ἂν εἴπω Δυστεκνίαν, τί φήσεις; Θέλεις λόγοις βοᾶσθαι, Καὶ συλλέγειν θέατρα;

Ποθεῖς νόμους πιπράσκειν Οὐκ ἐνδίκοις παλαισμοῖς, Φέρειν τε καὶ φέρεσθαι Πρὸ βημάτων ἀθέσμων; Αἰχμὴν θέλεις τινάσσειν, Πνέων ἀρήϊόν τι, Καὶ στέμμα τ᾽ ἐξ ἀγώνων, Θηροκτόνον τε κάρτος; Ποθεῖς κρότους ἐν ἄστει, Καὶ χάλκεος τυποῦσθαι;

Σκιὰν θέλεις ὀνείρων, Μεταῤῥέουσαν αὖραν, Ῥοῖζον βέλους ἀνίχνου, Ψόφον χερὸς κροτούσης; Τί γὰρ μέγ᾽ εὖ φρονοῦσι Τῶν σήμερον μὲν ὄντων, Ἐς αὔριον δ᾽ ἀπόντων· Ὧν καὶ κακοῖς μέτεστιν, Ὧν οὐ συνέρχεταί τι Ἐντεῦθεν ἐξιοῦσι;

Τί οὖν; ἐπεὶ τάδ᾽ οὐχὶ, Τί σοι θέλεις γενέσθαι; Θέλεις θεὸς γενέσθαι, Θεὸς, Θεοῦ μεγίστου Παραστάτης φαεινὸς, Σὺν ἀγγέλοις χορεύων; Ἴθι, πρόβαινε, ταρσοὺς Ὀξυπτέρου μενοινῆς Κυκλουμένη πρὸς ὕψος. Ἐγὼ πτερὸν καθαίρω Ἐγὼ λόγοις ἐπαίρω, Ὡς εὔπτερόν τιν᾽ ὄρνιν Ἐς αἰθέρα προπέμψω.

Σὺ δ᾽, εἰπέ μοι, κάκιστον ᾯ σαρκίον δυσῶδες, Ἐπεὶ συνεζύγην σοι, Ἡ δεσπότις μαγείρῳ, Τί σοι θέλεις γενέσθαι, Πρὸς τὸ πνοὴν κρατεῖσθαι; Οὐ γὰρ πλέον χρεωστῶ, Κἂν πόλλ᾽ ἔχειν βιάζῃ Θέλεις τράπεζαν εὔπνουν Μύρων τε, καὶ μαγείρων Σοφίσμασιν περισσοῖς;

Καὶ βαρβίτων χερῶν τε Κροτήματ᾽ οὐκ ἄνοιστρα; Ἁβρῶν κλάσεις τε παίδων Κινουμένων ἀνάνδρως, Καὶ παρθένων ἑλιγμοὺς Γυμνουμένων ἀθέσμως; Ἃ τοῖς πότοις τυποῦσιν Ὅσοι φιλοῦσιν ὕβριν, Τὸν μαινόλην ἑτοίμως Ὑποφλέγοντες οἶνον.

Ταῦτ᾽ εἰ θέλεις παρ᾽ ἡμῶν, Ἔχεις μὲν, ἀγχόνην δέ. Τοιαῦτα τοῖς ἀπλήστοις Ἐγὼ φίλοις πορίζω. Οἶκός σε πέτρινός τις Αὐτώροφος καλύπτῃ, Ἢ μικρὸν ἔργον ὥρας, Εἰ δεῖ τι καὶ πονῆσαι. Τὸ δ᾽ ἔσθος ᾖ καμήλων Τρίχες, νόμῳ δικαίων, Ἢ καὶ δέρος, παλαιᾶς Γυμνώσεως κάλυμμα.

Στιβὰς μὲν ἡ τυχοῦσα, Ποαὶ, κλάδοι τε θάμνων Ἅπλωμα πορφυροῦν τι, Καὶ συμπόταις ἀταρβές. Τράπεζα δ᾽ αὐτόθεν σοι Γλυκὺ πνέουσ᾽ ἀνείσθω, Ἃ γῆ φίλη δίδωσιν Ἄτεχνα δῶρα πᾶσιν. Ἐπεὶ δ᾽ ἐθήκαμέν σε, Καὶ θρέψομεν προθύμως.

Θέλεις φαγεῖν; ἔχ᾽ ἄρτον. Ἔχ᾽ ἄλφιτ᾽, εἰ παρείη· Ἅλες δέ σοι τὸ πέμμα, Θύμος θ᾽ ὃν οὐ μετροῦμεν, Ἀπραγμάτευτον ὄψον· Ἔνδεια δ᾽ ἄλλο μεῖζον. Θέλεις πιεῖν; βρύει σοι Ὕδωρ, κρατὴρ ἀείῤῥους, Ποτὸν μέθης ἄποιον, Ἀκλήματον γάνυσμα.

Ζητεῖς δὲ καὶ τρυφᾷν τι; Μηδ᾽ ὀξίνης φθονείσθω. Ἀλλ᾽ οὐ τάδ᾽ ἀρκέσει σοι; Τετρημένῳ ποθεῖς δὲ Πίθῳ κακῶς ἐπαντλεῖν Τὰς ἡδονὰς ἀπλήστως; Ἄλλον πόθει ποριστήν. Ἐμοὶ γὰρ οὐ σχολή σε Θάλπειν σύνοικον ἐχθρὸν, Ἵν᾽ ὡς ὄφις κρυμωθεὶς, Θέρμῃ δ᾽ ἔπειτα λυθεὶς, Ἐγκόλπιός με τρώσῃς, Θέλεις δόμους ἀμέτρους Χρυσωρόφους, γραφῆς τε Καὶ ψηφίδος σοφισμοὺς, Κινουμένους σχεδόν τι· Πλακός τε λάμψιν ἁβρᾶς Ἀντίχροον, πολύχρουν;

Θέλεις περιῤῥέουσαν Ἐσθῆτα τῶν ἀθίκτων, Ἐν δακτύλοις τε πλοῦτον, Γελώμενόν τε κάλλος Τοῖς σωφρονεῖν μαθοῦσιν, Ἐμοὶ δὲ καὶ μάλιστα ᾯ κάλλος ἐστὶν εἴσω; Τοῖς μὲν κάτω δὴ ταῦτα Ὑμῖν βροτοῖσι φάσκω, Οἳ ζῆτε τὸ πρὸς ὥραν, Μηδὲν πλέον βλέποντες.

Τοῖς δ᾽ εὐγενῶς βιοῦσιν, Ἐπαξίως τε μοίρας Τῆς ἐκ Θεοῦ κραθείσης Τῷ πηλινῷ πάχει μου (Σκόπει πένητος ὄγκον), Οἵαν τροφὴν χορηγῶ; Δίελθέ μοι φλογώδη Ῥομφαίαν, ὦ θεόφρον. Θείων γενοῦ γεωργὸς Φυτῶν Λόγῳ θαλλόντων, Ὧν μ᾽ ἐστέρησεν ἐχθρὸς Δι᾽ ἡδονῆς συλήσας.

Ξύλῳ πάλιν πρόσελθε Ζωῆς ἀεὶ μενούσης. Ἡ δ᾽ ἔστιν, ὡς ἀνεῦρον, Γνῶσις Θεοῦ μεγίστου, Φάους ἑνὸς τριλαμποῦς, Πρὸς ὃν τὰ πάντα τείνει. Οὕτω μὲν αὐτὸς αὑτῷ Πᾶς τις σοφῶν λαλήσει. Ὃς δ᾽ οὐ θέλει λαλῆσαι, Μάτην βίον παρῆλθεν, Εἴ περ μάτην παρῆλθεν, Μὴ σὺν κακῷ μεγίστῳ.