Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ ἑαυτοῦ ποιήματα
Έσχατες δοκιμασίες και επιτάφια επιγράμματα
Η τελική ασθένεια του ποιητή, μνήμη των κεκοιμημένων γονέων του και επιγράμματα που συνοψίζουν τον βίο και την αιώνια ελπίδα του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Έσχατες δοκιμασίες και επιτάφια επιγράμματα
Η τελική ασθένεια του ποιητή, μνήμη των κεκοιμημένων γονέων του και επιγράμματα που συνοψίζουν τον βίο και την αιώνια ελπίδα του.
ΠΘʹ. Εἰς τὴν νόσον. Ἦν, ἦν, ὅτ᾽ ἤνθουν· ἀλλὰ νῦν εἰμ᾽ ἄχλοος· Οὔτε πρὶν ἤρθην, οὔτε νῦν κατεστάλην. Ἀνθεῖν, ἀπανθεῖν, ἄλλο· οὐκ ἄλλος δ᾽ ἐγώ. Ἐξ ἰατρῶν πάρειμι τοῦτο κερδάνας, Τὸ μή τι, Χριστὲ, σοῦ φέρειν ἀνώτερον, Παρ᾽ οὗ τὰ πάντα, καὶ τὸ φαρμάκων σθένος.
Ἰδοὺ τὰ θερμά. Τὴν κολυμβήθραν ἔχω. Ποῦ δ᾽ ἄγγελός μοι; δεῦρο, φαρμάσσοις ὕδωρ. Εἰ δ᾽ οὒ, σὺ, Σῶτερ, εἰπὲ, καὶ παγήσομαι. Πέπληγμ᾽· ἔχω τι κέντρον εἰς Θεοῦ φόβον. Οἶδ᾽ εὖ πεπονθώς. Ἀλλ᾽ ἐπίσχες τὴν νόσον.
Εἰ δ᾽ οὐ φίλον σοι, δός γε καρτερῶς φέρειν. Ἐξηπόρημαι, Χριστέ μου· καὶ τί δράσω; Κριτὴς μὲν εἶ δίκαιος, ἀλλὰ καὶ πρᾶος. Ποῦ σου τὸ χρηστόν; ἢ μόνοι λελήσμεθα; Ἔῤῥιψεν, ἔῤῥιψέν με συγκόψας Σατάν. Σὺ δ᾽ ἐκδέδωκας τῷ κακῷ· τίς αἰτία;
Οὐχὶ πάτησιν σκορπίων ἐλπίζομεν; Τί ταῦτα, Χριστέ; τοὺς κακοὺς αἰσχύνομαι, Καὶ τοὺς ἀρίστους, οὐκ ἔχων στάσιν κακῶν· Οἱ μὲν γελῶσι, τοῖς δ᾽ ὀλώλασ᾽ ἐλπίδες. Καθ᾽ ἡμέραν θνήσκω τε, καὶ λείπω βίον. Εἰ μὲν δικαίως, ὡς κακὸς, ποῦ χρηστότης;
Εἰ δ᾽ οὐ δικαίως, ποῦ ποτ᾽ ἔννομος κρίσις; Σκοπὸς τέθειμαι πᾶσι, καὶ τοξεύομαι. Στήτω ποθ᾽ ἡμῖν ὁ φθόνος, στήτω ποτέ. Χρόνῳ, νόσῳ κέκμηκα, τοῖς φίλων κακοῖς. Ἀλλ᾽ οὐ θέλεις; πρός σ᾽ ἔρχομαι. Δίδου χεῖρα.
Ὄλωλ᾽, ὄλωλα συμφοραῖς· σοὶ δ᾽ ὄλλυμαι. Σὺ γὰρ Θεός μου. Σὺ ζόφον λύοις κακῶν Νεκρῷ πνέοντι μικρὸν, ἢ λυπρὸν βίον. Τί τῇδε μοχθῶ τοῖς κακοῖς ἐσφιγμένος, Φθόνου πάλαισμα, καὶ γέλως τοῖς πλείσσιν; Ἄλλοις τὰ λαμπρὰ τοῦ βίου, λύσις δ᾽ ἐμοί.
Καλεῖς, καλεῖς με. Προστρέχω. Δέδοικα δὲ Τὸ πῦρ, τὸ χάσμα, τὴν ζέσιν τοῦ πλουσίου. Τίς Ἀβραὰμ δώσει με τοῖς κόλποις φέρων; Ἦ πόλλ᾽ ἀνέτλην ἐν βίῳ· τάδ᾽ ἔλπομαι. Εἴ μ᾽ αὐτόθεν λύσειας, οἰστά μοι τάδε. εἰ δ᾽ οὐ λύσειας, φεῦ βίου! φεῦ ἐξόδου!
Τί με κρατεῖς, δεσμῶτα, τὸν ἐλεύθερον; Χριστὸς καλεῖ με. Κεῖσο τῇδ᾽ ἐῤῥιμμένος. Δέχου με, Σῶτερ. Πλὴν κάθαρσις ἐνδεής.
ϟʹ. Εἰς τὸν ἑαυτοῦ καὶ τῶν τοκέων μόρον, τις πρῶτος καὶ τίς μετέπειτα ἀπῆρε. Πρῶτος Καισάριος, ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν Μήτηρ. Ὦ λυπρὴ παλάμη, καὶ γράμματα πικρὰ Γρηγορίου! γράψω καὶ ἐμοῦ μόρον, ὑστατίου περ
ϟΑʹ. Εἰς τὸν πάντων αὐτῶν τάφον. Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας Κεύθω Γρηγορίους, εἷς λίθος, ἶσα φάη, Ἀμφοτέρους ἱερῆας· ὁ δ᾽ εὐπατέρειαν ἐδέγμην Νόνναν σὺν μεγάλῳ υἱέϊ Καισαρίῳ. Τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας. Ἡ δὲ πορεία, Πάντες ἄνω. Ζωῆς εἷς πόθος οὐρανίης.
ϟΒʹ. Ἐπιτάφιος καὶ συντομὴ τοῦ αὐτοῦ βίου. Χριστὲ ἄναξ, τί με σαρκὸς ἐν ἄρκυσι ταῖσδ᾽ ἐνέδησας; Τίπτε με τῷδε βίῳ θῆκας ὑπ᾽ ἀντιπάλῳ; Πατρὸς μὲν γενόμην θεοειδέος, οὐκ ὀλίγης δὲ Μητέρος· ἐς δὲ φάος ἤλυθον εὐξαμένης.
Ηὔξατο, καί μ᾽ ἀνέθηκε Θεῷ βρέφος· ἀφθορίης δὲ Θερμὸν ἔρωτα χέεν ὄψις ἐμοὶ νυχίη. Χριστὸς μὲν δὴ τοῖς· τὰ δ᾽ ὕστατα κύμασι βράσθην, Ἁρπαλέαις παλάμαις ἤρκεσα, σῶμα λύθην, Ποιμέσιν οὐ φιλίοισι συνέδραμον, ηὗρον ἄπιστα, Χηρώθην τεκέων, πήμασι χασσάμενος.
Οὗτος Γρηγορίοιο βίος· τὰ δ᾽ ἔπειτα μελήσει Χριστῷ ζωοδότῃ. Γράψατε ταῦτα λίθοις.
ϟΓʹ. Ἄλλο εἰς ἑαυτόν. Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ. Δεύτερον ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον. Τὸ τρίτον αὖ θνήσκοντά με ἁγνὴ ἐσάωσε τράπεζα Τέτρατον ἀμφήκη μῦθον ἔδωκε Λόγος. Πέμπτον παρθενίη με φίλοις προσπτύξατ᾽ ὀνείροις.
Ἕκτον Βασιλίῳ σύμπνοος ἱρὰ φέρον. Ἕβδομον ἐκ βυθίων με φερέσβιος ἥρπασε κόλπων. Ὄγδοον αὖ νούσοις ἐξεκάθηρε χέρας. Εἴνατον ὁπλοτέρῃ Τριάδ᾽ ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ. Βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις
ϟΔʹ. Ἄλλο. Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πέπασμαι, Καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως! Εἰ δ᾽ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ, Καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλὰ, Μάκαρ, Σοῖς με, Χριστὲ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοις Υἱέϊ Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ.
ϟΕʹ. Ἄλλο. Πατρὸς ἐγὼ ζαθέοιο, καὶ οὔνομα καὶ θρόνον ἔσχον Καὶ τάφον. Ἀλλὰ, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστός. Φάσμασιν ἐννυχίοις δῶκεν ἔρον σοφίης.
ϟϛʹ. Ἄλλο. Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖναι, Τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων, Καὶ σοφίῃ σοφίης δεδραγμένος, ἠΐθεός τε Οἶον πλοῦτον ἔχων ἐλπίδ᾽ ἐπουρανίην.
ϟΖʹ. Ἄλλο. Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί· πάντα δὲ Χριστῷ Δῶκας ἑκὼν, σὺν τοῖς καὶ πτερόεντα λόγον. Νῦν δ᾽ ἱερῆα μέγαν σε, καὶ οὐρανίοιο χορείης Οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.
ϟΗʹ. Ἄλλο. Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις. Ἤλυθον ἐς σοφίης πείρατα. Σάρκα Λόγῳ Ἥγνισα καὶ κραδίην. Κόσμου φλόγα γυμνὸς ἄλυξα. Ἔστην συνααρὼν Γρηγορίῳ γενέτῃ.
ϟΘʹ. Ἄλλο. Ἄγγελοι αἰγλήεντες ἀπειρέσιον κατὰ κύκλον, Τρισσοφαοῦς Θεότητος ὁμὸν σέλας ἀμφιέποντες, Γρηγόριον δέξασθ᾽ ἀνάξιον, ἀλλ᾽ ἱερῆα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.