Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης β΄

Γρηγόριος ὁ Ναζιανζηνός

Συνέπειες της διχόνοιας, πνευματική σύγχυση και υποκρισία

Εκφράζεται βαθιά οδύνη για τον διασυρμό των εκκλησιαστικών πραγμάτων, τον κίνδυνο του Αντιχρίστου και τη γενίκευση της κακίας, ενώ τονίζεται η σταθερότητα έναντι των ύβρεων και της υλικής απώλειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

Ζʹ. Τί ταῦτα πάσχομεν, ὦ οὗτοι, καὶ μέχρι τίνος; Πότε δὲ τῆς μέθης ἐκνήψομεν, ἢ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρήσομεν, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀναβλέψομεν; Ποία σκοτόμαινα ταῦτα; τίς νυκτομαχία; τίς ζάλη, φίλων καὶ πολεμίων ὄψιν οὐ διακρίνουσα; Διατί γεγόναμεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν; Τίς ἡ φιλοτιμία τοῦ κακοῦ; Πόθεν οὕτως ἀθάνατα κάμνομεν; μᾶλλον δὲ οὐδὲ κάμνομεν, ἀλλ᾽ ἐῤῥώμεθα τῷ κακῷ, μαινομένων τὸ πάθος, καὶ ἡδόμεθα δαπανώμενοι. Καὶ οὐδαμοῦ λόγος, οὐ φίλος, οὐ σύμμαχος, οὐκ ἰατρὸς, ἢ φαρμακεύων, ἢ ἐκτέμνων τὸ πάθος· οὐ παραστάτης ἄγγελος, οὐ Θεός· ἀλλὰ πρὸς τοῖς ἄλλοις, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἡμῖν αὐτοῖς ἀπεκλείσαμεν. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; καὶ πῶς ἀποστρέφῃ εἰς τέλος;

Καὶ πότε ἐπισκοπὴν ἡμῶν ποιήσῃ; καὶ ποῦ προβήσεται ταῦτα καὶ στήσεται; Δέδοικα μὴ καπνὸς ᾖ τοῦ προσδοκωμένου πυρὸς τὰ παρόντα, μὴ τούτοις ὁ Ἀντίχριστος ἐπιστῇ, καὶ καιρὸν λάβῃ τῆς ἑαυτοῦ δυναστείας τὰ ἡμέτερα πταίσματά τε καὶ ἀῤῥωστήματα.

Οὐ γὰρ ὑγιαίνουσι προσβαλεῖ τυχὸν, οὐδὲ τῇ ἀγάπῃ πεπυκνωμένοις· ἀλλὰ δεῖ μερισθῆναι τὴν βασιλείαν ἐφ᾽ ἑαυτὴν, εἶτα πειρασθῆναι καὶ δεθῆναι τὸν ἰσχυρὸν ἐν ἡμῖν λογισμὸν, εἶτα τὰ σκεύη διαρπαγῆναι, καὶ ταῦτα παθεῖν ἡμᾶς, ἃ νῦν ὁρῶμεν τὸν ἐχθρὸν παρὰ Χριστοῦ πάσχοντα.

Ηʹ. Διὰ ταῦτα ἐγὼ κλαίω, φησὶν Ἱερεμίας ἐν Θρήνοις, καὶ ζητῶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων ἀρκούσας τῷ πάθει, καὶ καλῶ τὰς σοφὰς, ἵνα τὸν θρῆνον ἐργάσωνται, ἢ συνεργάσωνται· καὶ τὴν κοιλίαν ἀλγῶ, καὶ μαιμάσσω τὰ αἰσθητήρια, καὶ οὐκ ἔχω, πῶς κουφίσω τὸ ἀλγοῦν, καὶ τίσι τοῖς ῥήμασι.

Διὰ ταῦτα σιωπᾶται τὰ παλαιὰ, καὶ κωμῳδεῖται τὰ νέα (κωμῳδία γὰρ τοῖς ἐχθροῖς ἡ ἐμὴ τραγῳδία)· διὰ τοῦτο τῶν Ἐκκλησιῶν ὑφείλομεν οὐκ ὀλίγον, καὶ τῇ σκηνῇ προσεθήκαμεν· καὶ ταῦτα ἐν τοιαύτῃ πόλει, ἣ σπουδάζει τὸ τὰ θεῖα παίζειν, ὥσπερ τι ἕτερον, καὶ θᾶττον ἄν τι τῶν ἐπαινουμένων γελάσειεν, ἢ παρίδοι τι τῶν γελοίων ἀγέλαστον. Ὥστε θαυμάσαιμι ἂν, εἰ μὴ κἀμὲ γελάσαι σήμερον τὸν ταῦτα λέγοντα, τὸν εὐσεβείας ἔπηλυν κήρυκα, καὶ μὴ πάντα γελᾷν, ἀλλ᾽ ἔστιν ἃ καὶ σπουδάζειν διδάσκοντα.

Καὶ τί γελᾷν λέγω; Θαυμαστὸν, εἰ μὴ καὶ δίκας ἀπαιτηθείην, εὐεργετεῖν βουλόμενος. Τοιαῦτα γὰρ τὰ ἡμέτερα, ὡς ἐμέ γε οὐ λυποῦσιν, οὔτ᾽ Ἐκκλησίαι κατεχόμεναι, ὃ τάχα ἄν τις πάθοι τῶν μικροπρεπῶν τὴν διάνοιαν, οὔτε χρυσὸς ἄλλοις ῥέων, οὔτε γλῶσσαι πονηραὶ, τὸ ἑαυτῶν ποιοῦσαι, λέγουσαι κακῶς, ἐπειδὴ καλῶς οὐκ ἔμαθον.

Θʹ. Οὐ γὰρ δέος, μήποτε τόπῳ περιγράφηται τὸ Θεῖον, ἢ ὤνιον γένηται, ἵν᾽ ὅλον ᾖ τῶν εὐπορωτέρων. Ἐμέ τε οὐκ ἀμείψουσιν οἱ εὐφημοῦντες, ἢ δυσφημοῦντες (ὥσπερ οἱ βορβόρῳ μύρον ἀναμιγνύντες, ἢ μύρῳ βόρβορον, καὶ τὰς ποιότητας τῇ ἐπιμιξίᾳ συγχέοντες), ἵνα δυσχεράνω τὰς βλασφημίας ὡς μεθιστάμενος.

Ἦ πολλὰ ἂν κατέβαλον χρήματα τοῖς ἐπαινέταις, εἴ με βελτίω τοῖς ἐπαίνοις εἰργάζοντο. Νῦν δὲ οὐχ οὕτω τοῦτο ἔχει, πόθεν; ἀλλ᾽ ὅπερ εἰμὶ, τοῦτο μένω, καὶ δυσφημούμενος, καὶ θαυμαζόμενος. Βροτὸς δ᾽ ἄλλως νήχεται λόγοις, φησὶν Ἰώβ· καὶ ὅσα πέτραν περιῤῥέων ἀφρὸς, ἢ πίτυν αὖραι, ἤ τινα τῶν δασέων καὶ ὑψηλῶν· τοσαῦτα αἱ γλῶσσαί με περιῤῥέουσι, καὶ ἅμα φιλοσοφῶ τι τοιοῦτο πρὸς ἐμαυτόν· ὡς Εἰ μὲν ψευδὴς ὁ κατηγορῶν, οὐκ ἐμοῦ μᾶλλον ὁ λόγος, ἢ ἐκείνου τὸ λεγόμενον ἅπτεται, κἂν ἐμὲ ὀνόματι βλασφημῇ· εἰ δ᾽ ἀληθὴς, ἐμαυτὸν μᾶλλον ἢ τὸν λέγοντα αἰτιάσομαι (παρ᾽ ἐμοῦ γὰρ ἐκείνῳ τὸ λέγειν, οὐκ ἐμοὶ τὸ εἶναι τοιούτῳ παρὰ τοῦ λέγοντος)· καὶ παραδραμὼν τὰς φωνὰς, ὡς οὐδὲν οὔσας, ἐμαυτοῦ γενήσομαι, τοῦτο μόνον αὐτῶν κερδαίνων τῆς μοχθηρίας, τὸ βιοῦν ἀσφαλέστερον. Τρίτον δ᾽, ὃ καὶ μέγιστον ἔχει τι καὶ μεγαλοπρεπὲς, ἡ λοιδορία, ὅτι μετὰ Θεοῦ βλασφημούμεθα· οἱ γὰρ αὐτοὶ θεότητά τε ἀθετοῦσι, καὶ τὸν θεολόγον ὑβρίζουσιν.

Οὐκοῦν τούτων οὐδὲν δεινὸν, κἂν οἱ πολλοὶ νομίζωσιν· ἀλλ᾽ ὅτι μηδεὶς ἔτι πιστεύεται πιστὸς εἶναι, μηδὲ τὴν ἀρετὴν ἄτεχνος καὶ σκηνῆς ἐλεύθερος, μηδ᾽ ἂν σφόδρα ᾖ τὴν ψυχὴν ἐῤῥωμένος, καὶ γνήσιος εἰς εὐσέβειαν· ἀλλ᾽ ὁ μὲν καὶ φανερῶς κακὸς, ὁ δὲ πλάσμα καὶ χρῶμα ἔχει τὴν ἐπιείκειαν, ἵνα κλέπτῃ τῷ φαινομένῳ.

Ιʹ. Καὶ οἱ μὲν οὐ δοκοῦσι μέλανες διά τινας τοιούτους· οὐδὲ δυσγενεῖς, ἢ δυσειδεῖς, ἢ ἄνανδροι, ἢ ἀκόλαστοι, πλειόνων οὕτως ἐχόντων· ἀλλὰ καθ᾽ ἑαυτὸν ἕκαστος κρίνεται, καὶ οὐ κοινοῦται, οὔτε τῶν ψεγομένων οὐδὲν, οὔτε τῶν ἐπαινουμένων. Τὸ δὲ τῆς κακίας εἰς πάντας χεῖται ῥᾳδίως, καὶ κοινὴ κατηγορία τοῦ παντὸς, μὴ ὅτι τὸ τῶν πολλῶν, ἀλλὰ καὶ τὸ τινῶν γίνεται. Καὶ τὸ δεινότατον, ὅτι μὴ μέχρις ἡμῶν ἵσταται μόνον, ἀλλ᾽ ἐπὶ τὸ μέγα καὶ σεμνὸν ἡμῶν διαβαίνει μυστήριον. Τῶν γὰρ τὰ ἡμέτερα κρινόντων, ὃ πᾶσι μικροῦ συμβαίνει, τοῖς τῶν ἀλλοτρίων κριταῖς, οἱ μὲν ἐπιεικῶς εἰσιν ἥμεροι καὶ φιλάνθρωποι, οἱ δὲ καὶ λίαν πικροὶ καὶ ἀγνώμονες. Οἱ μὲν γὰρ ἡμᾶς αὐτοὺς κακίζουσι τῆς μοχθηρίας, ἀφιέντες τὸ δόγμα τῆς μέμψεως· οἱ δὲ καταιτιῶνται τὸν νόμον αὐτὸν, ὡς κακίας διδάσκαλον, καὶ μάλιστα ὅταν πολλοῖς ἐντύχωσι πονηροῖς τῶν προστασίας ἠξιωμένων.