Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης β΄

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και έπαινος της ειρήνης

Ο ρήτορας απευθύνεται προς την προσωποποιημένη ειρήνη και εκφράζει την οδύνη του για την απουσία της, χρησιμοποιώντας βιβλικά παραδείγματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 5

ΛΟΓΟΣ ΚΒʹ. Εἰρηνικὸς βʹ, λεχθεὶς ἐν Κωνσταντίνου πόλει, ἐπὶ τῇ γενομένῃ τῷ λαῷ φιλονεικίᾳ, περὶ ἐπισκόπων τινῶν διενεχθέντων πρὸς ἀλλήλους. Αʹ. Εἰρήνη φίλη, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, ὃ νῦν ἔδωκα τῷ λαῷ καὶ ἀντέλαβον· οὐκ οἶδα εἰ παρὰ πάντων γνησίαν φωνὴν καὶ ἀξίαν τοῦ Πνεύματος, ἀλλὰ μὴ δημοσίας συνθήκας ἀθετουμένας ὑπὸ Θεῷ μάρτυρι, ὥστε καὶ μεῖζον εἶναι ἡμῖν τὸ κατάκριμα.

Εἰρήνη φίλη, τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα, ἣν Θεοῦ τε εἶναι ἀκούομεν, καὶ ἧς Θεὸν, τὸν Θεὸν καὶ αὐτόθεον, ὡς ἐν τῷ· Ἡ εἰρήνη τοῦ Θεοῦ· καὶ, Ὁ Θεὸς τῆς εἰρήνης· καὶ, Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν· καὶ οὐδ᾽ οὕτως αἰδούμεθα.

Εἰρήνη φίλη, τὸ παρὰ πάντων μὲν ἐπαινούμενον ἀγαθὸν, ὑπ᾽ ὀλίγων δὲ φυλασσόμενον, ποῦ ποτε ἀπέλιπες ἡμᾶς, τοσοῦτος ἐξ οὗ χρόνος ἤδη; καὶ πότε ἐπανήξεις ἡμῖν; Ὡς λίαν σε ποθῶ καὶ ἀσπάζομαι διαφερόντως τῶν ἄλλων ἀνθρώπων· καὶ παροῦσαν περιέπω, καὶ ἀποῦσαν ἀνακαλοῦμαι πολλοῖς θρήνοις καὶ δάκρυσιν, οἵοις οὔτε Ἰακὼβ καὶ τὸν Ἰωσὴφ ἐκεῖνον ὁ πατριάρχης, ὑπὸ μὲν τῶν ἀδελφῶν πεπραμένον, ὑπὸ δὲ θηρίου ἡρπασμένον, ὡς ᾤετο· οὔτε Δαβὶδ Ἰωνάθαν τὸν ἑαυτοῦ φίλον, ἔργον πολέμου γενόμενον, ἢ τὸν υἱὸν Ἀβεσσαλὼμ ὕστερον. Ὧν ὁ μὲν σπλάγχνοις πατρικοῖς σπαρασσόμενος, Θηρίον ἥρπασεν, ἐβόα, τὸν Ἰωσὴφ, θηρίον πονηρὸν καὶ ἀνήμερον, καὶ τὴν τοῦ παιδὸς ἐσθῆτα ᾑμαγμένην προθεὶς, ὡς τὰς τοῦ παιδὸς σάρκας περιεπτύσσετο, τῷ αὐτῷ καὶ φλεγόμενος καὶ παραμυθούμενος. Ὁ δὲ, νῦν μὲν τοῖς ὄρεσι καταρᾶται, καθ᾽ ὧν ὁ πόλεμος.

Ὄρη τὰ Γελβουὲ, λέγων, μὴ πέσοι ἐφ᾽ ὑμᾶς μήθ᾽ ὑετὸς, μήτε δρόσος· καὶ, Πῶς ἔπεσε τόξον Ἰωνάθαν καὶ δύναμις; Νῦν δ᾽ ἀπολογεῖται ὡς οὐδὲν ἠδικηκότι τῷ πατροφόνῳ, καὶ τῷ νεκρῷ σπένδεται· ἴσως καὶ κατὰ τοῦτο ὑπεραλγῶν τοῦ παιδὸς, ὅτι κατὰ τοῦ πατρὸς ἀνετείνατο χεῖρα.