Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο: Η θλίψη για τη διαίρεση και η ευχαριστία για την αποκατάσταση της ειρήνης

Ο συγγραφέας εξηγεί τους λόγους της προγενέστερης σιωπής του, περιγράφει το άλγος του για τον κατακερματισμό της Εκκλησίας και δοξολογεί τον Θεό για την επανένωση του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 6

ΛΟΓΟΣ Ϛʹ. Εἰρηνικὸς Αʹ, ἐπὶ τῇ ἑνώσει τῶν μοναζόντων, μετὰ τὴν σιωπὴν, ἐπὶ παρουσίᾳ τοῦ πατρὸς αὐτοῦ. Αʹ. Λύει μου τὴν γλῶτταν ἡ προθυμία, καὶ περιφρονῶ τὸν ἀνθρώπινον νόμον διὰ τὸν νόμον τοῦ Πνεύματος· καὶ δίδωμι τῇ εἰρήνῃ τὸν λόγον, οὔπω πρότερον οὐδενὶ συγχωρήσας. Πρότερον μὲν γὰρ ἡνίκα ἐστασίαζε πρὸς ἡμᾶς τὰ μέλη, καὶ τὸ μέγα καὶ τίμιον σῶμα τοῦ Χριστοῦ διῃρεῖτο καὶ διεκόπτετο, ὡς μικροῦ καὶ διασκορπίζεσθαι τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην, οἷον γῆς βάθος ἀρότρῳ ῥηγνύμενον, καὶ κατὰ γῆς σκεδαννύμενον, καὶ τὸν ἄτμητον, καὶ ἀμέριστον, καὶ ὑφαντὸν δι᾽ ὅλου χιτῶνα κατατεμὼν ὁ πονηρὸς ὅλον ἑαυτοῦ πεποίητο, τοῦτο δι᾽ ἡμῶν δυνηθεὶς, ὃ διὰ τῶν τὸν Χριστὸν σταυρωσάντων οὐκ ἴσχυσεν· τότε μὲν δὴ φυλακὴν ἐθέμην τοῖς χείλεσιν, οὐδ᾽ ἄλλως προθύμοις οὖσι περὶ τὸν λόγον, ὅτι τῇ δι᾽ ἔργων φιλοσοφίᾳ καθᾶραι πρῶτον ἐμαυτὸν, εἶτα τὸ στόμα τῆς διανοίας ἀνοίξας ἑλκῦσαι πνεῦμα, εἶτα ἐξερεύξασθαι λόγον ἀγαθὸν, καὶ λαλεῖν Θεοῦ σοφίαν τελείαν ἐν τοῖς τελείοις, ἀκολουθίας εἶναι πνευματικῆς ὑπελάμβανον· καὶ ὥσπερ καιρὸς ἐπὶ παντὶ πράγματι καὶ μικρῷ καὶ μείζονι (τὸ γὰρ τοῦ Σολομῶντος εὖ ἔχει καὶ λίαν ἐπεσκεμμένως), οὕτω καὶ λόγου καὶ σιωπῆς, εἰ καί τις ἄλλος, καιρὸν ἐγίνωσκον.

Βʹ. Διὰ τοῦτο ἐκωφώθην καὶ ἐταπεινώθην, πόῤῥω παντὸς ἀγαθοῦ γενόμενος· καὶ οἷόν τι νέφος τὴν ἐμὴν καρδίαν ὑποδραμὸν συνεκάλυψε τὴν ἀκτῖνα τοῦ λόγου, καὶ τὸ ἄλγημά μου νυκτὸς καὶ ἡμέρας ἀνεκαινίζετο.

Καὶ πάντα μοι ἦν ὑπεκκαύματα καὶ ὑπομνήματα τῆς τῶν ἀδελφῶν διαζεύξεως, ἀγρυπνίαι, νηστεῖαι, προσευχαὶ, δάκρυα, τύλοι γονάτων, στηθῶν, ἐπιτιμήσεις, στεναγμὸς ἐκ βάθους ἀναπεμπόμενος, στάσις πάννυχος, νοῦ πρὸς Θεὸν ἐκδημία, θρῆνος ἐν δεήσει λεπτὸς, φάρμακον τοῖς ἀκούουσι κατανύξεως, οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τοῖς λάρυγξι φέροντες· καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα, καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος, ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, σιωπὴ λόγου τιμιωτέρα, ἔπαινος ἅλατι ἠρτυμένος, οὐ πρὸς θωπείαν, ἀλλ᾽ ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας καὶ ἀνέσεως, καὶ ἡ δι᾽ ἀμφοτέρων μίξις καὶ κρᾶσις, τὸ ἁπαλὸν τῷ γενναίῳ, τὸ αὐστηρὸν αἰδοῖ σύγκρατον, ὡς μηδ᾽ ἕτερον ὑπὸ τοῦ ἑτέρου παραβλάπτεσθαι, ἀλλ᾽ ἀμφότερα δι᾽ ἀλλήλων εὐδοκιμεῖν· μέτρα τῆς εἰς τὸ κοινὸν ἐπιμιξίας καὶ ὑποχωρήσεως, τῆς μὲν τοὺς ἄλλους παιδαγωγούσης, τῆς δὲ τῷ Πνεύματι μυσταγωγούσης, καὶ τῆς μὲν ἐν τῷ κοινῷ τὸ ἄκοινον φυλαττούσης, τῆς δὲ ἐν τῷ ἀμίκτῳ τὸ φιλάδελφον καὶ φιλάνθρωπον· καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία (εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἀρχομένων τὰ κατὰ Θεὸν γεννήματα)· οἱ τρυφῶντες τῷ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τῶν οὐρανίων· οἱ μηδὲν ἐν κόσμῳ, καὶ ὑπὲρ τὸν κόσμον· οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν, καὶ διὰ πτωχείαν βασιλεύοντες.

Γʹ. Οὗτοί με καὶ παρόντες λαμπρὸν ἐποίουν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἀγαθὸν ἐντρύφημα, καὶ ἀπόντες συνέστελλον. Ταῦτά μοι συνεῖχε τὴν ψυχὴν ταῦτα ἐτάρασσεν. Ἐκ τούτων ἐγὼ πενθῶν καὶ σκυθρωπάζων ἐπορευόμην· διὰ ταῦτα μετὰ τῶν ἄλλων τερπνῶν καὶ τὸν λόγον ἀπεσεισάμην· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι, καὶ ἔστρεψαν ἐπ᾽ ἐμὲ νῶτα αὐτῶν καὶ οὐ πρόσωπον, καὶ γεγόνασι ποίμνιον ἐλευθεριώτερον τοῦ ποιμαίνοντος, ἵνα μὴ εἴπω νεανικώτερον· ὅτι ἐστράφη εἰς πικρίαν ἐμοὶ ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ τῷ καλῷ γεωργῷ κάλλιστα κεκαθαρμένη, καὶ ταῖς θείαις ληνοῖς γεωργοῦσα τὸ καλὸν γεώργιον· ὅτι οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· ὅτι διειλόμεθα τὸν Χριστὸν, οἱ λίαν φιλόθεοι καὶ φιλόχριστοι, καὶ ὑπὲρ τῆς ἀληθείας ἀλλήλων κατεψευσάμεθα, καὶ διὰ τὴν ἀγάπην μῖσος ἐμελετήσαμεν, καὶ ὑπὲρ τοῦ ἀκρογωνιαίου διελύθημεν, καὶ ὑπὲρ τῆς πέτρας ἐσείσθημεν· ὅτι πλέον ἢ καλῶς εἶχεν ὑπὲρ τῆς εἰρήνης ἐπολεμήσαμεν, καὶ ὑπὲρ τοῦ ὑψωθέντος ἐπὶ τὸ ξύλον κατενηνέγμεθα, καὶ ὑπὲρ τοῦ ταφέντος καὶ ἀναστάντος ἐθανατώθημεν.

Δʹ. Πρότερον μὲν ταῦτα· καὶ τί ἄν τις ἐν καιρῷ φαιδρότητος ἀναξαίνοι τὴν ἀηδίαν, ἐνδιατρίβων τοῖς λυπηροῖς, ὧν ἀπευκταῖα μὲν ἡ πεῖρα, φευκτὴ δὲ ἡ μνήμη; Κρείττων δὲ σιωπὴ λόγου, τὸ συμπεσὸν ἡμῖν θραῦσμα λήθης βάθεσι συγκαλύπτουσα· πλὴν εἴ τις διὰ τοῦτο καὶ μόνον ἀνακινοίη τὴν μνήμην τῶν λυπηρῶν, ἵνα τῷ ὑποδείγματι παιδευώμεθα, καὶ ὥσπερ ἐν τοῖς νοσήμασι φεύγωμεν τὰς αἰτίας, ἐξ ὧν εἰς ταῦτα ὑπήχθημεν.

Νυνὶ δὲ ἡνίκα ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός· ἡνίκα γεγόναμεν οἱ τοῦ ἑνὸς ἓν, καὶ οἱ τῆς Τριάδος συμφυεῖς, καὶ ὁμόψυχοι, καὶ ὁμότιμοι· οἱ τοῦ Λόγου τῆς ἀλογίας ἐκτός· οἱ τοῦ Πνεύματος οὐ κατ᾽ ἀλλήλων, ἀλλὰ σὺν ἀλλήλοις ζέοντες· οἱ τῆς Ἀληθείας τὸ αὐτὸ φρονοῦντες καὶ λέγοντες· οἱ τῆς Σοφίας εὐσύνετοι· οἱ τοῦ Φωτὸς ὡς ἐν ἡμέρᾳ εὐσχημονοῦντες· οἱ τῆς Ὁδοῦ πάντες εὐθυποροῦντες· οἱ τῆς Θύρας πάντες ἐντός· οἱ τοῦ Προβάτου καὶ τοῦ Ποιμένος πρᾶοι, καὶ τῆς αὐτῆς μάνδρας, καὶ ποιμένος ἑνός· οὐκ ἐν σκεύεσι ποιμένος ἀπείρου ποιμαίνοντος, οὐδὲ καταφθείροντος τὰ πρόβατα τῆς νομῆς, οὐδὲ προϊεμένου τοῖς λύκοις καὶ τοῖς κρημνοῖς, ἀλλὰ καὶ λίαν περιεσκεμμένου καὶ ἐπιστήμονος· ἡνίκα γεγόναμεν οἱ τοῦ παθόντος ὑπὲρ ἡμῶν συμπαθεῖς, καὶ ἀλλήλοις τὰ βάρη συνεπικουφίζοντες· οἱ τῆς Κεφαλῆς, σῶμα ἓν συναρμολογούμενοι καὶ συμβιβαζόμενοι κατὰ πᾶσαν συνάφειαν τὴν ἐν Πνεύματι· ἡνίκα ὁ ποιῶν πάντα καὶ μετασκευάζων πρὸς τὸ λυσιτελέστερον ἔστρεψε τὸν κοπετὸν εἰς χαρὰν ἡμῖν, καὶ τοῦ σάκκου τὴν εὐφροσύνην ἀντέδωκε, τηνικαῦτα συναποδύομαι τοῖς παρελθοῦσι τὴν σιωπὴν, καὶ προσάγω τῷ παρόντι καιρῷ καὶ ὑμῖν τὸν λόγον, μᾶλλον δὲ τῷ Θεῷ χαριστήριον θυσίαν οἰκειοτάτην, δῶρον χρυσοῦ καθαρώτερον, λίθων πολυτελῶν τιμαλφέστερον, ὑφασμάτων πολυτελέστερον, θυσίας νομικῆς ἁγιώτερον, πρωτοτόκων ἀπαρχῆς ἱερώτερον, ἀρέσκον Θεῷ ὑπὲρ μόσχον νέον, κέρασι καὶ ὁπλαῖς ἀτελῆ καὶ ἀναίσθητον ὑπὲρ θυμίαμα, ὑπὲρ ὁλοκαύτωμα ὑπὲρ μυριάδας ἀρνῶν πιόνων, οἷς ὁ στοιχειόδης νόμος ἐκράτει τὸν ἔτι νήπιον Ἰσραὴλ, ταῖς ἐναίμοις θυσίαις σκιαγραφῶν τὴν μέλλουσαν.

Εʹ. Τοῦτο προσφέρω Θεῷ, τοῦτο ἀνατίθημι ὃ μόνον ἐμαυτῷ κατέλιπον, ᾧ πλουτῶ μόνῳ. Τὰ μὲν γὰρ ἄλλα παρῆκα τῇ ἐντολῇ καὶ τῷ Πνεύματι· καὶ τὸν πολύτιμον μαργαρίτην πάντων ὧν εἶχόν ποτε ἀντηλλαξάμην, καὶ γέγονα μεγαλέμπορος, μᾶλλον δὲ γενέσθαι δι᾽ εὐχῆς ἔχω τῶν μικρῶν, καὶ πάντως φθαρησομένων ὠνησάμενος τὰ μεγάλα καὶ μὴ λυόμενα· τοῦ Λόγου δὲ περιέχομαι μόνου, ὡς Λόγου θεραπευτὴς, καὶ οὐκ ἄν ποτε ἑκὼν τούτου τοῦ κτήματος ἀμελήσαιμι· ἀλλὰ καὶ τιμῶ, καὶ ἀσπάζομαι, καὶ χαίρω μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, οἷς οἱ πολλοὶ χαίρουσιν· καὶ ποιοῦμαι παντὸς τοῦ βίου κοινωνὸν, καὶ σύμβουλον ἀγαθὸν καὶ συνόμιλον, καὶ ἡγεμόνα τῆς ἐπὶ τὰ ἄνω ὁδοῦ, καὶ συναγωνιστὴν πρόθυμον· καὶ ἐπειδὴ πᾶν ἀτιμάζω τερπνὸν κάτω μένον, εἰς τοῦτό μοι πᾶν ἐκενώθη τὸ φίλτρον μετὰ Θεόν· μᾶλλον δὲ καὶ εἰς τοῦτον· ὅτι πρὸς Θεὸν φέρει μετὰ συνέσεως ᾧ δὴ καὶ μόνῳ Θεὸς καταλαμβάνεται γνησίως, καὶ τηρεῖται, καὶ ἐν ἡμῖν αὔξεται.

Εἶπον τὴν Σοφίαν ἐμὴν ἀδελφὴν εἶναι· καὶ ἐτίμησα ταύτην, καὶ περιέλαβον, ὡς ἦν ἐφικτὸν ἐμοί· καὶ ζητῶ τῇ ἐμῇ κεφαλῇ τὸν στέφανον τῶν χαρίτων καὶ τῆς τρυφῆς, ἃ δὴ σοφίας χαρίσματα, καὶ λόγου τοῦ ἐν ἡμῖν τὸ ἡγεμονικὸν καταλάμποντος, καὶ φωτίζοντος ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα.

Ϛʹ. Τούτῳ χαλινῶ θυμὸν ἐκφερόμενον, τούτῳ κοιμίζω φθόνον τήκοντα, τούτῳ προσαναπαύω λύπην, δεσμὸν καρδίας, τούτῳ σωφρονίζω διάχυσιν ἡδονῆς, τούτῳ μετρῶ μῖσος, ἀλλ᾽ οὐ φιλίαν· τὸ μὲν γὰρ μετρεῖσθαι δεῖ, τῆς δὲ μηδένα γινώσκειν ὅρον. Οὗτος εὐποροῦντά με ποιεῖ μέτριον, καὶ πένητα μεγαλόψυχον· οὗτος εὐδρομοῦντί με πείθει συντρέχειν, καὶ πίπτοντι χεῖρα ὀρέγειν, καὶ ἀσθενοῦντι συνασθενεῖν, καὶ ἰσχύοντι συνευφραίνεσθαι. Μετὰ τούτου πατρὶς καὶ ξένη τὸ ἴσον ἐμοὶ, καὶ τόπων μετάστασις ἀλλοτρίων ὁμοίως, ἀλλ᾽ οὐκ ἐμῶν. Οὗτός μοι διαιρεῖ κόσμους, καὶ τοῦ μὲν ἀπάγει, τῷ δὲ προστίθησιν· οὗτός με καὶ διὰ τῶν δεξιῶν ὅπλων διεξάγει τῆς δικαιοσύνης οὐκ ἐπαιρόμενον, κἂν τοῖς ἀριστεροῖς καὶ τραχυτέροις συμφιλοσοφεῖ, τὴν οὐ καταισχύνουσαν ἐλπίδα παραζευγνὺς καὶ τὸ παρὸν κουφίζων τῷ μέλλοντι. Τούτῳ καὶ νῦν δεξιοῦμαι τοὺς ἐμοὺς φίλους καὶ ἀδελφοὺς, καὶ προτίθημι τράπεζαν λογικὴν, καὶ κρατῆρα πνευματικὸν καὶ ἀένναον· οὐχ οἷς ἡ κάτω τράπεζα κολακεύει τὴν καταργουμένην γαστέρα, καὶ ἀθεράπευτον.

Ζʹ. Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐκαρτέρησα ὡσεὶ τίκτουσα, μὴ καρτερήσω διαπαντός; Τῷ μὲν γὰρ Ζαχαρίᾳ λύει τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐκ ἔπρεπε τὸν πατέρα τῆς φωνῆς σιωπᾷν, ταύτης προελθούσης· ἀλλ᾽ ὥσπερ ἀπιστηθεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσα δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ καὶ λύχνος, Λόγου καὶ φωτὸς πρόδρομος· ἐμοὶ δὲ λύει τὴν γλῶσσαν, καὶ ὑψοῖ τὴν φωνὴν, ὡς σάλπιγγος, ἡ παροῦσα εὐεργεσία, καὶ τὸ κάλλιστον τοῦτο θέατρον, τὰ τέκνα τοῦ Θεοῦ διεσκορπισμένα, συνηγμένα εἰς ἓν, καὶ ὑπὸ τὰς αὐτὰς ἀναπαυόμενα πτέρυγας, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ πορευόμενα ἐν ὁμονοίᾳ, καὶ μίαν ἁρμονίαν ἡρμοσμένα τὴν τοῦ καλοῦ καὶ τοῦ Πνεύματος· ὅτε οὐκ ἔτι φέρομεν ἀλλήλους καὶ ἄγομεν, τοσοῦτον ὑπὸ τοῦ πονηροῦ κλαπέντες, ἢ βιασθέντες, καὶ κατατοξευθέντες ἐν σκοτομήνῃ τὸν νοῦν, ἣν αὐτὸς ἡμῖν ἐπήγειρεν· καὶ οὐκ οἶδ᾽ ὅτι χρὴ λέγειν, ὥστε καὶ τοῖς ἀλλήλων κακοῖς ἐπευφραίνεσθαι, καὶ μὴ νομίζειν τοῦ παντὸς εἶναι ζημίαν τὴν ἀλλήλων κατάλυσιν· ὅτε Ἰούδας καὶ Ἰσραὴλ τίθενται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ Ἱερουσαλὴμ καὶ Σαμάρεια πρὸς μίαν τὴν ἄνω Ἱερουσαλὴμ συνάγονται, καὶ οὐκ ἔτι Παύλου, καὶ Ἀπολλὼ, καὶ Κηφᾶ, ὑπὲρ ὧν, καὶ καθ᾽ ὧν ἡ φυσίωσις, πάντες δὲ Χριστοῦ γεγόναμεν.

Ηʹ. Ἀλλ᾽ ἐπειδὴ κἀμὲ, καὶ τὸν λόγον ἔχετε, καὶ διὰ τῆς ἀγάπης οὐκ ἄκοντα τυραννήσαντες, φθέγξομαι μὲν, εἰ καὶ μόλις, ἐπειδὴ τοῦτο κελεύετε· φθέγξομαι δὲ εὐχαριστίας καὶ νουθεσίας ῥήματα. Ἡ μὲν οὖν εὐχαριστία τοιαύτη. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Τίς δὲ πάσαις ἀκοαῖς παραστήσει τὴν ἐπὶ πᾶσιν αἴνεσιν; ὅτι γέγονε τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται· ὅτι ἔπαυσας ἡμᾶς ὄντας παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς· ὅτι τοσοῦτον ἡμᾶς ἐκάκωσας, ὅσον τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ διαστάσει γνωρίσαι, καὶ ἀλγεῖν ποιήσας, πάλιν ἀποκατέστησας· ὢ τοῦ παραδόξου τῆς ἰατρείας!

παιδεύσας εἰς εἰρήνην διὰ τοῦ μίσους μισηθέντος ὡς τάχιστα, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον οἰκονομήσας, καὶ τοσοῦτον ἡμᾶς διαζεύξας, ὅσον θερμοτέρους προσδραμεῖν ἀλλήλοις· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτα ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἀνατρέχει, καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα· ὅτι μηκέτι χεὶρ τὸν ὀφθαλμὸν περιφρονεῖ, μηδ᾽ ὀφθαλμὸς χεῖρα· ὅτι μηκέτι ποδῶν κατεξανίσταται κεφαλὴ, μηδὲ κεφαλῆς ἀλλοτριοῦνται πόδες, οὐ μᾶλλον βλάπτοντες ἢ βλαπτόμενοι τῇ ἀταξίᾳ καὶ ἀναρχίᾳ, ἣ καὶ τοῦ παντός ἐστι σύγχυσις καὶ διάλυσις· ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη τάξει καὶ θεσμῷ φύσεως, τῷ δι᾽ ἀλλήλων τὰ πάντα συνδήσαντι καὶ φυλάξαντι· καὶ πεφήναμεν ἓν σῶμα καὶ πνεῦμα ἓν, καθὼς καὶ κεκλήμεθα ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως.

Θʹ. Διὰ τοῦτο ὁ λαὸς ὁ πτωχὸς αἰνέσει σε, πλούσιος ἐξ ἀπόρου γενόμενος· ὅτι ἐθαυμάστωσας τὰ ἐφ᾽ ἡμᾶς ἐλέη σου, καὶ προστέθειταί τι τοῖς παλαιοῖς διηγήμασιν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ὅτι, κόκκον καταβαλὼν, στάχυν ἐκομισάμην· ὅτι, πρόβατα πενθῶν, ποιμένας προσεκτησάμην· καὶ προσήψομαί γε, εὖ οἶδα, τῶν ποιμένων τὸν τιμιώτατον, εἰ καὶ λόγοις τισὶ πνευματικοῖς τὴν ποιμαντικὴν ἀναβάλλεται, πιστευθέντα μὲν τὸ Πνεῦμα καὶ τῶν ταλάντων τὴν ἐργασίαν, καὶ τοῦ ποιμνίου τὴν ἐπιμέλειαν, καὶ χρισθέντα τῷ χρίσματι τῆς ἱερωσύνης καὶ τελειώσεως, ἔτι δὲ ἀναβαλλόμενον τὴν ἐπιστασίαν ὑπὸ σοφίας, καὶ τὸν λύχνον ὑπὸ τῷ μοδίῳ κατέχοντα (ὃν θήσει μετ᾽ ὀλίγον ἐπὶ τὴν λυχνίαν, πᾶσαν τὴν τῆς Ἐκκλησίας ψυχὴν περιλάμψοντα, καὶ φῶς ταῖς τρίβοις ἡμῶν ἐσόμενον), ἔτι περισκοποῦντα νάπας, καὶ ὄρη, καὶ νάματα, καὶ τοῖς ἅρπαξι τῶν ψυχῶν λύκοις ἐπινοοῦντα θήρατρα, ἵν᾽ ἐν καιρῷ εὐθέτῳ καὶ τὴν βακτηρίαν δέξηται, καὶ συμποιμαίνῃ τῷ ἀληθινῷ ποιμένι τὸ λογικὸν τοῦτο ποίμνιον, ἐν τόπῳ χλόης κατασκηνῶν τοῖς ἀειθαλέσι τοῦ Θεοῦ λόγοις καὶ ἐκτρέφων ὕδατι ἀναπαύσεως, εἴτουν Πνεύματι.

Τοῦτο μὲν οὖν καὶ ἐλπίζομεν καὶ εὐχόμεθα· ἐμοὶ δὲ ἤδη καιρὸς προσθεῖναι τῇ εὐχαριστίᾳ καὶ τὴν παραίνεσιν· ποιήσομαι δὲ καὶ ταύτην, ὡς οἷόν τε, βραχυτάτην, ἐπειδὴ τὸ πλεῖστον τῆς νουθεσίας διὰ τῶν ἔργων αὐτῶν προειλήφατε καὶ οὐ μακροτέρων δεῖ λόγων τοῖς πείρᾳ πεπαιδευμένοις.