Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Ανασκόπηση της σύγκρουσης και υπεράσπιση της ορθόδοξης πίστης

Παραίνεση σχετικά με τη γενομένη διαίρεση, αναγνώριση του ζήλου υπέρ της ευσέβειας και επιβεβαίωση της ενότητας μέσα στην ορθόδοξη Τριαδική πίστη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 6

Ιʹ. Ἔδει μὲν, ἀδελφοὶ, μήτε διαιρεθῆναι τὸ πρῶτον, μήτε τὸ παλαιὸν ἡμῖν καταλυθῆναι ἀξίωμα καὶ καλλώπισμα· ᾧ, καίτοι μικρὰν οὖσαν ἡμῶν τὴν ποίμνην, καὶ μηδ᾽ ὀνομάζεσθαι ἀξίαν ἐν ποιμνίοις ἀριθμουμένοις, τοῖς μεγίστοις ἐξ ἴσου εἶχον καὶ πλατυτάτοις· ἔστι δ᾽ ὧν καὶ προετίθουν ἐν τῇ δυνάμει τοῦ Πνεύματος. Καὶ γὰρ οὕτως εἶχεν, ἄλλου μὲν ἄλλο τι καλλώπισμα ἢ μικρὸν, ἢ μεῖζον, τῆς δὲ ἡμετέρας ποίμνης ἰδιώτατον ἦν τὸ ἄῤῥηκτόν τε καὶ ἀστασίαστον· ὥστε δὲ καὶ τὴν Νῶε κιβωτὸν πολλάκις ὀνομασθῆναι, μόνην διαφυγοῦσαν τὴν τοῦ κόσμου παντὸς ἐπίκλυσιν, καὶ τὰ σπέρματα τῆς εὐσεβείας ἐν αὐτῇ διασώζουσαν. Ἐπειδὴ δὲ ἠλέγχθημεν ὄντες ἄνθρωποι, καὶ οὐ πάντη διεφύγομεν τοῦ πονηροῦ τὸν φθόνον, οὐδὲ τῆς πάντα κατεχούσης νόσου κρείττους πεφήναμεν· ἀλλὰ τῆς κοινῆς συμφορᾶς μέρος, καὶ αὐτοὶ μετειλήφαμεν, καὶ τὴν καλὴν καὶ πατρῴαν κληρονομίαν, τὸ τῆς ὁμονοίας ἀγαθὸν, οὐκ εἰς τέλος διεφυλάξαμεν, οὐ μικρὸν μὲν κἀνταῦθα τοὺς ἄλλους ἐπλεονεκτήσαμεν (εἴ τι δεῖ καὶ καυχήσασθαι κατὰ τῆς ἡμετέρας ἔχθρας Χριστῷ θαῤῥήσαντας), τὸ καὶ τελευταῖοι ταῦτα παθεῖν, καὶ πρῶτοι διορθωθῆναι.

Τὸ μὲν γὰρ ἀῤῥωστῆσαι τῆς κοινῆς φύσεως, καὶ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης, ἣ πάντων ἅπτεται, καὶ τῶν λίαν ἰσχυρῶν τὸ σῶμα καὶ τὴν διάνοιαν· τὸ δὲ θεραπευθῆναι, καὶ πρὸς ἀλλήλους ἐπανελθεῖν, τοῦ λογισμοῦ καὶ τῆς χάριτος, ἣ καλῶς ἡμῖν καὶ δικαίως ἐβράβευσε, καὶ κρεῖττον ἢ κατὰ τὰς ἡμετέρας εὐχὰς, καὶ τὰς τῶν ἄλλων ἐλπίδας.

ΙΑʹ. Ἡμεῖς τε γὰρ τὰς δοθείσας τῷ τμήματι κεφαλὰς, ὡς ὑπὲρ εὐσεβείας καινοτομηθείσας, καὶ εἰς βοήθειαν τοῦ ὀρθοῦ λόγου κάμνοντος, ἐν χάριτι προσηκάμεθα, καὶ οὐχ ὡς ἐχθροὺς ἀπεστράφημεν, ἀλλ᾽ ὡς ἀδελφοὺς περιεπτυξάμεθα μικρὸν ὑπὲρ κλήρου πατρικοῦ στασιάσαντας ἀδελφικῶς, ἀλλ᾽ οὐ πονηρῶς· καὶ τῆς μὲν ἔχθρας οὐκ ἐπῃνέσαμεν, τοῦ ζήλου δὲ ἀπεδεξάμεθα· κρείσσων γὰρ ἐμπαθοῦς ὁμονοίας ἡ ὑπὲρ εὐσεβείας διάστασις· καὶ διὰ τοῦτο προσθήκην ἑαυτῶν τὴν ὑφαίρεσιν πεποιήμεθα, κλέψαντες ἀγάπῃ τὴν καθ᾽ ἡμῶν ἐπίνοιαν, καὶ τοσοῦτον τῆς τάξεως ἐναλλάξαντες, ὅσον μὴ τῇ ψήφῳ τὴν χάριν ἀκολουθῆσαι, τὴν δὲ ψῆφον τῇ χάριτι, καὶ χερσὶν ἀλλοτρίαις εἰς ταύτην προσχρήσασθαι, μικρόν τι προληφθέντες ὑπὸ τοῦ Πνεύματος· ὑμεῖς τε, τὴν κατὰ τοῦ γράμματος ἀφέντες ὑπόνοιαν, τῷ πνεύματι προσεδράμετε· τῆς μὲν ἁπλότητος οὐκ ἐπαινέσαντες ἐπὶ τῷ φαινομένῳ τῶν ῥημάτων, ἀσέβειαν δὲ οὐκ ἐννοήσαντες· ἀλλ᾽ εἰδότες, ὅτι ἄπτωτος παρ᾽ ἡμῖν ἡ Τριὰς καὶ ἀσάλευτος, οὐδέν γε ἧττον ἢ ἐν αὐτῇ τῇ φύσει, καὶ τὸ περικόψαι τι τῶν τριῶν ἢ ἀποξενῶσαι ἴσον ἡμῖν καὶ τὸ πᾶν ἀνελεῖν, καὶ κατὰ πάσης χωρῆσαι γυμνῇ τε κεφαλῇ τῆς θεότητος.

Καὶ ταῦτα παρ᾽ αὐτὴν ἀλλήλων ὑπεραπολογούμεθα τὴν διάστασιν, ἔστιν ὅτε καὶ παρ᾽ οἷς ἀνθρώπων, ὅπερ δὴ καὶ μέγιστος τῆς ἀληθείας ἔλεγχος, οὐδὲ ὑπὸ τοῦ καιροῦ νικωμένης, οὐδὲ τῆς ἔχθρας παντελῶς τὸν σπινθῆρα τῆς ἐν ἡμῖν ἀγάπης καταλυούσης· ὅτι τὸ μέγιστον ὑπῆν ἡμῖν καὶ στασιάζουσιν ἡ ὁμοδοξία, καὶ τὸ συνειδέναι μὴ ἑτεροζυγοῦσι περὶ τὴν ἀλήθειαν, μηδ᾽ ἐναντίως διακειμένοις, ἀλλὰ τῷ αὐτῷ χαρακτῆρι μεμορφωμένοις τῆς πίστεως, καὶ τῆς πρώτης ἡμῶν ἐλπίδος.