Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης
Η ειρήνη στη θεότητα, τον αγγελικό κόσμο και την κτίση
Θεολογική προσέγγιση της ειρήνης ως ιδιώματος του Θεού και των αγγέλων, και προβολή της αρμονίας του σύμπαντος και της φύσης ως προτύπου ομοψυχίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ειρήνη στη θεότητα, τον αγγελικό κόσμο και την κτίση
Θεολογική προσέγγιση της ειρήνης ως ιδιώματος του Θεού και των αγγέλων, και προβολή της αρμονίας του σύμπαντος και της φύσης ως προτύπου ομοψυχίας.
ΙΒʹ. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν τοῖς γνησίοις τὰ πρὸς τὸν Θεὸν, ὡς ἡ περὶ Θεοῦ συμφωνία· καὶ οὐδὲν οὕτως ἕτοιμον εἰς διάστασιν, ὡς ἡ περὶ τοῦτο διαφωνία. Καὶ γὰρ ὁ τὰ ἄλλα ἐπιεικέστατος περὶ τοῦτο θερμότατος, καὶ ὁ πραῢς ὄντως γίνεται μαχητὴς, ὅταν ἴδῃ μακροθυμίᾳ Θεὸν ζημιούμενος, μᾶλλον δὲ Θεὸν ζημιῶν τῷ ἑαυτοῦ πτώματι, τὸν ἡμᾶς πλουτοῦντά τε καὶ πλουτίζοντα. Οὕτω μὲν οὖν, ὅπερ εἶπον, ἡμεῖς καὶ τὴν διάστασιν μετριώτεροι· ὡς περιφανεστέραν γενέσθαι καὶ τὴν ὁμόνοιαν τῆς διαζεύξεως, καὶ μικροῦ τὸ μέσον κλαπῆναι τοῖς ἀμφοτέρωθεν δεξιοῖς· ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ τάχος τῆς εἰρήνης πρὸς τὴν ἀσφάλειαν, εἰ μή τις καὶ λόγος ὁ ταύτην κρατῶν φανείη, καὶ Θεὸς ἔλθοι τῷ λόγῳ σύμμαχος, παρ᾽ οὗ καλὸν ἅπαν καὶ ἄρχεται, καὶ εἰς τέλος ἔρχεται· φέρε καὶ δι᾽ εὐχῶν, καὶ διὰ λογισμῶν βεβαιωσώμεθα ταύτην εἰς δύναμιν· ἐκεῖνο πρῶτον ἐνθυμηθέντες, ὅτι κάλλιστον μὲν τῶν ὄντων καὶ ὑψηλότατον Θεὸς, εἰ μὴ τῷ φίλον καὶ ὑπὲρ τὴν οὐσίαν ἄγειν αὐτὸν, ἢ ὅλον ἐν αὐτῷ τιθέναι τὸ εἶναι, παρ᾽ οὗ καὶ τοῖς ἄλλοις· δεύτερον δὲ ὅσα ἐκ Θεοῦ πρῶτα καὶ περὶ Θεὸν, τὰς ἀγγελικὰς λέγω δυνάμεις καὶ οὐρανίους, αἳ, πρῶται σπῶσαι τοῦ πρώτου φωτὸς, καὶ τῷ τῆς ἀληθείας λόγῳ τρανούμεναι, φῶς εἰσι καὶ αὐταὶ τελείου φωτὸς ἀπαυγάσματα· τούτων δὲ οὐδὲν οὕτως ἴδιον, ὡς τὸ ἄμαχόν τε καὶ ἀστασίαστον.
Οὔτε γὰρ ἐν θεότητι στάσις, ὅτι μηδὲ λύσις· λύσις γὰρ στάσεως ἔκγονον· ἀλλὰ τοσοῦτον τὸ τῆς ὁμονοίας καὶ πρὸς ἐαυτὴν, καὶ πρὸς τὰ δεύτερα, ὥστε καὶ προσηγορίαν τῷ Θεῷ γενέσθαι μετὰ τῶν ἄλλων, καὶ πρὸ τῶν ἄλλων, οἷς χαίρει καλούμενος, τοῦτο τὸ πλεονέκτημα.
Εἰρήνη γὰρ καὶ ἀγάπη, καὶ τὰ τοιαῦτα ὀνομάζεται, ἡμῖν παρέχων διὰ τῶν ὀνομάτων ὡς Θεοῦ τούτων μεταποιεῖσθαι τῶν ἀρετῶν. ΙΓʹ. Ἀγγέλων δὲ ὁ μὲν στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ τὴν ὑπὲρ τὰ νέφη καθέδραν ἐπινοῶν, ὡς ὁ τοῦ προφήτου λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς εἶναι κατακριθεὶς, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ὑφ᾽ ἑαυτοῦ γενόμενος· οἱ δὲ λοιποὶ μένουσιν ἐπὶ τῆς ἑαυτῶν ἀξίας, ἧς πρῶτον τὸ εἰρηναῖον καὶ ἀστασίαστον, τὸ ἓν εἶναι λαβόντες παρὰ τῆς ἐπαινετῆς καὶ ἁγίας Τριάδος, παρ᾽ ἧς καὶ τὴν ἔλλαμψιν.
Ἐπεὶ κἀκείνη εἷς Θεός ἐστί τε καὶ εἶναι πιστεύεται, οὐχ ἧττον διὰ τὴν ὁμόνοιαν ἢ τὴν τῆς οὐσίας ταυτότητα· ὥστε Θεοῦ μὲν καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ τῇ στάσει ἀπεχθανόμενοί τε καὶ δυσχεραίνοντες· τῆς δ᾽ ἀντικειμένης μερίδος ὅσοι πολεμικοὶ τὸν τρόπον, καὶ τὸ εὐδόκιμον τῷ καινῷ θηρώμενοι, καὶ τῇ ἑαυτῶν αἰσχύνῃ καλλωπιζόμενοι· ἐπεὶ κἀκεῖνος αὐτός τε στασιάζει πρὸς ἑαυτὸν, καὶ τῷ πολυειδεῖ, καὶ τοῖς πάθεσι, κἀν τοῖς ἄλλοις, ταυτὸ τοῦτο ἐνεργεῖ, ὡς ἀνθρωποκτόνος ἀπ᾽ ἀρχῆς καὶ μισόκαλος, ἵν᾽ ἐν σκοτομήνῃ κατατοξεύῃ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας, τῷ ζόφῳ τῆς στάσεως ἑαυτὸν ἐγκρύπτων, ὥσπερ οἶμαι, καὶ τοῖς καθ᾽ ἕκαστον πρόσεισι σοφιστικῶς τὰ πολλὰ καὶ πανούργως, καὶ οἷον χώραν ἐν ἡμῖν ὑπανοίγων ἑαυτῷ διὰ τῆς τέχνης, ἵν᾽ ὅλως εἰσπέσῃ, καθάπερ ἀριστεὺς στρατῷ κατὰ τὸ παραῤῥηγνύμενον τοῦ τειχίου ἢ τῆς παρατάξεως.
ΙΔʹ. Ἓν μὲν δὴ τοῦτο, καὶ τοσοῦτον εἰς εὐνοίας τε καὶ συμφωνίας ἀνάγκην, ἡ Θεοῦ καὶ τῶν θείων μίμησις· πρὸς ἃ βλέπειν ἀσφαλὲς μόνα τὴν κατ᾽ εἰκόνα Θεοῦ γενομένην ψυχὴν, ἵν᾽ ὡς μάλιστα τὸ εὐγενὲς αὐτῇ διασώζηται διὰ τῆς πρὸς αὐτὰ νεύσεως, καὶ ὡς ἐφικτὸν ὁμοιώσεως· δεύτερον δὲ ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, θείας φωνῆς ἀκούσαντες, καὶ καταμάθωμεν νόμους κτίσεως· ὅτι οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ ὁ σύμπας οὗτος κόσμος, τὸ μέγα τοῦ Θεοῦ στοιχεῖον καὶ περιβόητον, ᾧ καὶ δηλοῦται Θεὸς σιωπῇ κηρυττόμενος, ἕως μὲν εὐσταθεῖ καὶ εἰρηνεύει πρὸς ἑαυτὸν, ἐν τοῖς ἰδίοις ὅροις μένων τῆς φύσεως, καὶ οὐδὲν τοῦ ἑτέρου κατεξανίσταται, οὐδὲ τῶν τῆς εὐνοίας ἐκβαίνει δεσμῶν, οἷς ὁ τεχνίτης Λόγος τὸ πᾶν συνέδησε, κόσμος τέ ἐστιν, ὥσπερ λέγεται, καὶ κάλλος ἀπρόσιτον, καὶ οὐδὲν μή ποτε τούτου τις ἐπινοήσειε λαμπρότερον ἢ μεγαλοπρεπέστερον. Ὁμοῦ δὲ τοῦ εἰρηνεύειν πέπαυται, καὶ τοῦ εἶναι κόσμος. Ἢ γὰρ οὐ δοκεῖ σοι οὐρανὸς μὲν εὐτάκτως ἀέρι καὶ γῇ κοινωνῶν, τῷ μὲν φωτὸς, τῇ δὲ ὑετῶν, εὐνοίας κρατεῖσθαι νόμῳ; γῆ δὲ καὶ ἀὴρ, ἡ μὲν τροφὰς, ὁ δὲ τὸ ἀναπνεῖν χαριζόμενοι ζώοις ἅπασι, καὶ διὰ τοῦτο τὸ ζῇν συνέχοντος, γονέων ἀπομιμεῖσθαι φιλοστοργίαν;
ΙΕʹ. Ὧραι δὲ ἡμέρως κιρνάμεναι, καὶ κατὰ μικρὸν ἀλλήλαις ὑπεξιοῦσαι, καὶ τὸ τῶν ἄκρων αὐστηρὸν τῇ μεσότητι τιθασσεύουσαι, πρός τε ἡδονὴν ἅμα καὶ χρείαν ἐπιτηδείως εἰρήνῃ βραβεύεσθαι; Τί δαὶ ἡμέρα καὶ νὺξ, ἰσομοιρίαν πρὸς ἀλλήλας λαχοῦσαι καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα; Τί δαὶ ἥλιος, καὶ σελήνη, καὶ κάλλος ἀστέρων καὶ πλῆθος, ἐν τάξει φαινομένων τε καὶ ὑπανιόντων; Θάλασσα δὲ καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύμενα, καὶ διαδιδόντα χρηστῶς, καὶ ἀντιλαμβάνοντα φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ ἀνθρώπῳ τὰ παρ᾽ ἑαυτῶν χορηγοῦντα πλουσίως καὶ φιλοτίμως; Ποταμοὶ δὲ δι᾽ ὀρέων καὶ πεδίων ἑλκόμενοι, καὶ οὐχ ὑπερβαίνοντες, ὅτι μὴ πρὸς τὸ χρήσιμον, οὐδὲ ἐπιστρέφοντες καλῦψαι τὴν γῆν; Στοιχείων δὲ μίξεις καὶ κράσεις, καὶ μελῶν συμμετρίαι καὶ συμφωνίαι; ζώων δὲ τροφαὶ, καὶ γενέσεις, καὶ οἰκήσεις μεμερισμέναι; καὶ τὰ κρατοῦντα καὶ τὰ κρατούμενα, καὶ τὰ ὑπεζευγμένα ἡμῖν, καὶ τὰ ἐλεύθερα; Ταῦτα πάντα οὕτως ἔχοντα, καὶ κατὰ τὰς πρώτας αἰτίας τῆς ἁρμονίας, εἴτ᾽ οὖν συῤῥοίας τε καὶ συμπνοίας, εὐθυνόμενά τε καὶ διεξαγόμενα, τί ποτ᾽ ἐχρῆν δοκεῖν ἕτερον ἢ φιλίας τε καὶ ὁμονοίας εἶναι κηρύγματα, καὶ νομοθετεῖν ἀνθρώποις δι᾽ ἑαυτῶν τὸ ὁμόψυχον;
ΙϚʹ. Ὅταν δὲ στασιάσῃ πρὸς ἑαυτὴν ἡ ὕλη, καὶ δυσκάθεκτος γένηται, μελετῶσα τὴν λύσιν διὰ τῆς στάσεως, ἢ Θεός τι παρασαλεύσῃ τῆς ἁρμονίας εἰς φόβον τῶν ἁμαρτανόντων καὶ κόλασιν, ἢ θαλάσσης ὑπεξιούσης, ἢ γῆς βρασσομένης, ἢ ξένων ὑετῶν φερομένων, ἢ συγκαλυφθέντος ἡλίου, ἢ πλεοναζούσης ὥρας, ἢ πυρὸς ὑπερβλύζοντος, ἀκοσμία κατὰ τοῦτο, καὶ φόβος περὶ τὸ πᾶν, καὶ τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ στάσει δείκνυται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.