Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Οι συνέπειες της διχόνοιας στην ιστορία του αρχαίου Ισραήλ

Ιστορική αναδρομή στην πορεία του Ισραηλιτικού λαού, από τις θείες ευεργεσίες της περιόδου της ομόνοιας έως τις συμφορές και την καταστροφή της Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 6

Καὶ ἵνα παρῶ δήμους, καὶ πόλεις, καὶ βασιλείας, ἔτι δὲ χοροὺς, καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πληρώματα, καὶ συζυγίας, καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρήνης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ, καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς, καὶ τῆς διασπορᾶς, καὶ τῆς ἄλης, ἥν τε νῦν ἔχουσι, καὶ ἣν ἐπὶ πλεῖστον ἕξωσι, πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προῤῥήσεσιν, ἔπειτα ἐρήσομαι ἀκριβῶς εἰδότας ὑμᾶς, τί τὸ τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κακοῖς τὴν ὁμόνοιαν.

ΙΖʹ. Οὐχ ἕως μὲν εἰρήνην εἶχον καὶ πρὸς ἀλλήλους καὶ πρὸς Θεὸν, Αἰγύπτῳ τῇ καμίνῳ τῇ σιδηρᾷ πιεζόμενοι, καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συναγόμενοι (ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλίψις), λαός τε ἅγιος ἤκουον, καὶ μερὶς Κυρίου, καὶ βασίλειον ἱεράτευμα. Καὶ οὐ τοῖς μὲν ὀνόμασιν οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως· ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ, καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας· καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πέτρα δὲ διψῶσιν ἐπήγαζε, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν, δι᾽ εὐχῆς ἐγείρουσα τρόπαια, καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν, καὶ στοιχεῖα ἵστατο, καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας, καὶ Θεοῦ φωνὰς ἐξ ὄρους ἀκουομένας, καὶ νομοθεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι, καὶ τἄλλα οἷς ἐτιμῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν ὁ Ἰσραήλ.

Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο, καὶ κατ᾽ ἀλλήλων ἐμάνησαν καὶ διέστησαν εἰς μέρη πολλὰ (τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην ἀπώλειαν αὐτοὺς συνελαύνοντος, καὶ τῆς ἀπονοίας ἣν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ Θεὸν ἀγνοήσαντες), καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόῤῥωθεν ἀπειλουμένην αὐτοῖς ἐφ᾽ ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρατοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν, τί γίνεται; καὶ τί πεπόνθασι;

ΙΗʹ. Θρηνεῖ μὲν αὐτοὺς Ἱερεμίας ἐπὶ τοῖς προτέροις πάθεσι, καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμαλωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως κἀκεῖνα θρήνων καὶ ὀδυρμῶν ἄξια· πῶς δὲ οὐ τῶν μεγίστων τείχη κατεσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημένον, ἀναθήματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες· οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ κατῶν ἀψαύστων κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβῦται μὴ ἐλεούμενοι, παρθένοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλότριον καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζαραῖοι κατασυρόμενοι, θρῆνοι τοῖς ὕμνοις ἀντεγειρόμενοι· καὶ ἵν᾽ ἐξ αὐτῶν εἴπω τι τῶν Ἱερεμίου Θρήνων, οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες· καὶ ὁδοὶ Σιὼν πενθοῦσαι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας· καὶ μικρὸν πρὸ τούτων· χεῖρες γυναικῶν οἰκτιρμόνων, οὐ τροφὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρατούσης, ἀλλ᾽ ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον τὰ ἑαυτῶν ποιούμεναι φίλτατα, Ταῦτα πῶς οὐ δεινὰ καὶ πέρα δεινῶν, οὐ τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ καὶ νῦν τοῖς ἀκούουσιν;

Ἐγὼ γοῦν ὁσάκις ἂν ταύτην ἀναλάβω τὴν βίβλον, καὶ τοῖς Θρήνοις συγγένωμαι, συγγίνομαι δ᾽ ὁσάκις ἂν εὐημερίαν σωφρονίσαι ἐθελήσω τῷ ἀναγνώσματι, ἐγκόπτομαι τὴν φωνὴν, καὶ συγχέομαι δάκρυσι, καὶ οἷον ὑπ᾽ ὄψιν μοι τὸ πάθος ἔρχεται, καὶ συνθρηνῶ τῷ θρηνήσαντι. Τὴν δὲ τελευταίαν αὐτῶν πληγήν τε καὶ μετανάστασιν, καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγὸν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν, ἧς οὐδὲν οὕτως ὡς ἡ στάσις αἴτιον, τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων, καὶ λόγον ἐξισοῦν πάθει; Ποῖαι βίβλοι ταῦτα χωρήσουσι; Μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα καθ᾽ ἧς ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη, καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόγις γινωσκόμενον, ἧς τοσοῦτον ἐπιβατὸν αὐτοῖς ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε αὐτῶν δόξης, ὅσον ἐν ἡμέρᾳ φανέντες θρηνῆσαι τὴν ἐρημίαν.