Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Η διάκριση της αληθινής ειρήνης και ο κίνδυνος της υποτροπής

Επισημάνσεις για την αστάθεια των ανθρώπων και οριοθέτηση της ωφέλιμης ειρήνης έναντι της ανωφελούς και επιζήμιας συγκατάβασης σε ζητήματα πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 6

ΙΘʹ. Δεινοῦ δὲ ὄντος οὕτως τοῦ στασιάζειν, καὶ τοσούτων αἰτίου κακῶν, ὡς τά τε εἰρημένα δείκνυσι, καὶ διὰ πλειόνων ὑποδειγμάτων ἐστὶ μαθεῖν, ἔτι πολλῷ δεινότερον τὸ, καταλύσαντας μικροψυχίαν, καὶ τῶν τῆς εἰρήνης γευσαμένους καλῶν, πρὸς τὴν αὐτὴν νόσον πάλιν ὑπενεχθῆναι, καὶ πρὸς τὸν ἴδιον ἔμετον ἐπιστρέψαι, τὸ δὴ λεγόμενον, μηδ᾽ ὃ τοὺς ἀνοήτους παιδεύει τῇ πείρᾳ σωφρονισθέντας. Καὶ γὰρ ὁρῶ κούφους καὶ ἀνοήτους οὐ τούτους ὑπολαμβανομένους, οἳ ἂν κακῷ τινι παραμένωσιν, ἀλλὰ τοὺς ῥᾳδίως ἐπ᾽ ἀμφότερα φερομένους καὶ μεταῤῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς καὶ παλιῤῥοίας Εὐρίπων, ἢ θαλάσσης ἄστατα κύματα. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τοὺς μὲν ἐπὶ τῆς στάσεως μένοντας ἡ γοῦν ἐλπὶς τῆς ὁμονοίας ῥᾴους ποιεῖ, καὶ τὸ πλεῖστον αὐτοῖς ἐπικουφίζει τῆς συμφορᾶς· μεγίστη γὰρ ἐπικουρία τοῖς ἀτυχοῦσι μεταβολῆς ἐλπὶς, καὶ τὸ κρεῖττον ἐν ὀφθαλμοῖς κείμενον· οἱ δὲ πολλάκις μὲν ὁμονοήσαντες, ἀεὶ δὲ πρὸς τὴν κακίαν παλινδρομήσαντες, ἀφῄρηνται μετὰ τῶν ἄλλων καὶ τοῦ κρείττονος τὴν ἐλπίδα· οὐχ ἧττον τῆς στάσεως δεδοικότες ἀεὶ τὴν ὁμόνοιαν, καὶ μηδ᾽ ἑτέρῳ θαῤῥοῦντες, διὰ τὸ ἐν ἀμφοτέροις εὐκίνητον καὶ ἀστάθμητον.

Κʹ. Καὶ μηδεὶς οἰέσθω με λέγειν, ὅτι πᾶσαν εἰρήνην ἀγαπητέον· οἶδα γὰρ ὥσπερ στάσιν τινὰ βελτίστην, οὕτω καὶ βλαβερωτάτην ὁμόνοιαν· ἀλλὰ τήν γε καλὴν καὶ ἐπὶ καλῷ καὶ Θεῷ συνάπτουσαν. Εἰ δὲ δεῖ συντόμως διελέσθαι περὶ αὐτῶν, οὕτω γινώσκω, οὔτε νωθέστερον εἶναι τοῦ μετρίου καλὸν, οὔτε θερμότερον, ὡς ἢ δι᾽ εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ δι᾽ ἀταξίαν πάντων ἀποστατεῖν· ὁμοίως γὰρ καὶ τὸ νωθὲς ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον.

Ἀλλ᾽ οὗ μὲν ἂν ᾖ πρόδηλα τὰ τῆς ἀσεβείας, καὶ πυρὶ, καὶ σιδήρῳ, καὶ καιροῖς, καὶ δυνάσταις, καὶ πᾶσι πρότερον ὁμόσε χωρητέον, ἢ τῆς ζύμης μεθεκτέον τῆς πονηρᾶς, καὶ συγκαταθετέον τοῖς κακῶς ἔχουσι, καὶ οὐδὲν οὕτω τῶν ἁπάντων φοβητέον, ὡς ἄλλο τι πρὸ Θεοῦ φοβηθῆναι, καὶ διὰ τοῦτο προδοῦναι περὶ τῆς πίστεως λόγους καὶ τῆς ἀληθείας, ἀληθείᾳ δουλεύοντας· οὗ δὲ τὸ λυποῦν ὑπόνοια καὶ φόβος ἀνεξέταστος, βελτίων τοῦ τάχους ἡ μακροθυμία, καὶ τῆς αὐθαδείας ἡ συγκατάβασις, καὶ πολλῷ κρεῖττον καὶ λυσιτελέστερον, ἐν τῷ κοινῷ σώματι μένοντας, καταρτίζειν ἀλλήλους ὡς ἀλλήλων μέλη, καὶ καταρτίζεσθαι, ἢ προκαταγνόντας διὰ τῆς ἀποστάσεως, καὶ τὸ ἀξιόπιστον τῷ χωρισμῷ λύσαντας, ἔπειτα ἐξ ἐπιτάγματος, ὥσπερ τυράννους, ἀλλ᾽ οὐκ ἀδελφοὺς, νομοθετεῖν τὴν διόρθωσιν.