Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Επίλογος: Προτροπή σε ενότητα και τελική Τριαδική δοξολογία

Έκκληση για αμοιβαία αγάπη και μίμηση του Χριστού, συνοδευόμενη από τη δογματική διατύπωση της πίστεως στην Αγία Τριάδα και καταληκτήρια επίκληση της θείας ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 6

ΚΑʹ. Ταῦτα εἰδότες, ἀδελφοὶ, περιλάβωμεν ἀλλήλους, περιπτυξώμεθα, γενώμεθα γνησίως ἓν, μιμησώμεθα τὸν τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, καὶ διὰ τοῦ αἵματος αὐτοῦ πάντα συναγαγόντα, καὶ εἰρηνεύσαντα· εἴπωμεν τῷ κοινῷ Πατρὶ τούτῳ, τῇ σεμνῇ πολιᾷ, τῷ πράῳ καὶ ἠπίῳ ποιμένι· Ὁρᾷς τὰ ἐπίχειρα τῆς ἐπιεικείας; Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ἐπισυνηγμένα τὰ τέκνα σου, ὃν τρόπον ἐπόθεις, καὶ ὃ προστεθῆναί σοι μόνον ᾐτοῦ νυκτὸς καὶ ἡμέρας, ἵν᾽ ἐν γήρᾳ καλῷ καταλύσῃς τὴν παροικίαν· ἰδοὺ πάντες ἥκασι πρὸς σὲ, καὶ ὑπὸ τὰς σὰς ἀναπαύονται πτέρυγας, καὶ τὸ ἑαυτῶν κυκλοῦσι θυσιαστήριον, μετὰ δακρύων ἀποφοιτήσαντες, καὶ μετ᾽ εὐφροσύνης προστρέχοντες. Χαῖρε καὶ κατατέρπου, πατέρων ἄριστε καὶ φιλοτεκνότατε, ὅτι πάντας αὐτοὺς ἐνδέδυσαι καὶ περιβέβλησαι, ὡς κόσμον νύμφη. Φθέγξαι καὶ σὺ πρὸς ἡμᾶς· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Πρόσθες καὶ ἄλλην φωνὴν δεσποτικὴν καὶ μάλα οἰκείαν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.

ΚΒʹ. Μηδέ γε ἀπόλοιτο μηδεὶς, ἀλλὰ πάντες μένωμεν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, σύμψυχοι, τὸ ἓν φρονοῦντες, ὡπλισμένοι τῷ θυρεῷ τῆς πίστεως, περιεζωσμένοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἕνα μόνον εἰδότες τὸν κατὰ τοῦ πονηροῦ πόλεμον, καὶ τῶν ὑπ᾽ ἐκείνου στρατηγουμένων, μὴ φοβούμενοι τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τῆς δὲ ψυχῆς λαβέσθαι μὴ δυναμένους, φοβούμενοι δὲ τὸν καὶ ψυχῆς καὶ σώματος Κύριον· φυλάσσοντες τὴν καλὴν παρακαταθήκην, ἣν παρὰ τῶν Πατέρων εἰλήφαμεν, προσκυνοῦντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ἐν Υἱῷ τὸν Πατέρα, ἐν Πνεύματι τὸν Υἱὸν γινώσκοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, οἷς συντετάγμεθα, πρὶν συνάψαι διαιροῦντες, καὶ πρὶν διαιρεῖν συνάπτοντες, οὔτε τὰ τρία ὡς ἕνα (οὐ γὰρ ἀνυπόστατα, ἢ κατὰ μιᾶς ὑποστάσεως, ὡς εἶναι τὸν πλοῦτον ἡμῖν ἐν ὀνόμασιν, ἀλλ᾽ οὐ πράγμασι), καὶ τὰ τρία ἕν. Ἓν γὰρ οὐχ ὑποστάσει, ἀλλὰ θεότητι· μονὰς ἐν Τριάδι προσκυνουμένη, καὶ Τριὰς εἰς μονάδα ἀνακεφαλαιουμένη, πᾶσα προσκυνητὴ, βασιλικὴ πᾶσα, ὁμόθρονος, ὁμόδοξος, ὑπερκόσμιος, ὑπέρχρονος, ἄκτιστος, ἀόρατος, ἀναφὴς, ἀπερίληπτος, πρὸς μὲν ἑαυτὴν ὅπως ἔχει τάξεως, αὐτῇ μόνῃ γινωσκομένη, σεπτὴ δ᾽ ἡμῖν ὁμοίως καὶ λατρευτὴ, καὶ μόνη τοῖς Ἁγίοις τῶν ἁγίων ἐμβατεύουσα.

τὴν δὲ κτίσιν πᾶσαν ἐκτὸς ἐῶσα, τὴν μὲν τῷ πρώτῳ, τὴν δὲ τῷ δευτέρῳ διειργομένην καταπετάσματι· πρώτῳ μὲν τὴν οὐράνιον καὶ ἀγγελικὴν ἀπὸ τῆς θεότητος, δευτέρῳ δὲ τὴν ἡμετέραν ἀπὸ τῶν οὐρανίων. Ταῦτα πράσσωμεν, καὶ οὕτως ἔχωμεν, ἀδελφοὶ, καὶ τοὺς ἑτέρως φρονοῦντας, ὡς λύμην τῆς ἀληθείας, ἕως μὲν ἂν ᾖ δυνατὸν, προσλαμβανώμεθα καὶ θεραπεύωμεν· ἀνιάτως δ᾽ ἔχοντας ἀποστρεφώμεθα, μὴ τῆς νόσου μεταλάβωμεν, πρὶν μεταδοῦναι τῆς ἑαυτῶν ὑγιείας· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ἡμῶν, τῆς πάντα νοῦν ὑπερεχούσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.