Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και σκοπός του έργου

Εισαγωγή του συγγραφέα, θρήνος για την πνευματική κατάπτωση των ποιμένων και έκθεση των λόγων που οδήγησαν στην αυτοβιογραφική αφήγηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 9

ΕΙΣ ΤΟΝ ΕΑΥΤΟΥ ΒΙΟΝ Τὸ τοῦ λόγου βούλημα, τῶν ἐμῶν κακῶν ἐξιστορῆσαι τὴν ὁδόν, εἴτ᾽ οὖν δεξιῶν· οἱ μὲν γὰρ οὕτως, οἱ δ᾽ ἐκείνως φαῖεν ἄν, ὅπως ἄν, οἶμαι, καὶ ῥοπῆς ὦσίν τινες. οὐ γὰρ τὸ βούλεσθ᾽ ἀσφαλὲς κριτήριον. παίζει δὲ μέτρον τῆς ἀνίας φάρμακον, παίδευμα καὶ γλύκασμα τοῖς νέοις ἅμα, τερπνὸν παρηγόρημα. πρὸς δ᾽ ὑμᾶς λόγος, τοὺς ἦν ὅθ᾽ ἡμῶν, ἀλλὰ νῦν ἀλλοτρίους, ὅσοι τε ὁμοδοξοῦντες, εἴτε τις νόθος· πάντες γὰρ ἡμῖν εὐμενεῖς μεμυκόσιν. ἄνδρες, τὸ κλεινὸν ὄμμα τῆς οἰκουμένης, οἳ κόσμον οἰκεῖθ᾽, ὡς ὁρῶ, τὸν δεύτερον, γῆς καὶ θαλάσσης κάλλος ἠμφιεσμένοι, Ῥώμη νεουργής, εὐγενῶν ἄλλων ἕδος, Κωνσταντίνου πόλις τε καὶ στήλη κράτους, ἀκούσατ᾽, ἄνδρες, ἀνδρὸς ἀψευδεστάτου καὶ πολλὰ μοχθήσαντος ἐν πολλαῖς στροφαῖς, ἐξ ὧν ὑπάρχει καὶ τὸ γιγνώσκειν πλέον.

Κέκμηκε πάντα· καὶ τὰ καλὰ τῷ χρόνῳ κέκμηκεν. οὐδὲν ἢ στενὸν τὸ λείψανον, ὡς γῆς συρείσης ὑετῶν λάβρων φορᾷ κάχληκές εἰσιν οἱ λελειμμένοι μόνον. οὔπω μέγ᾽ οὐδέν, εἰ τὰ τῶν πολλῶν λέγω, οἳ μηδὲ τὸ πρὶν ἦσαν ἐν τάξει καλῶν, βοσκηματώδεις καὶ κάτω νενευκότες. ἡμεῖς δ᾽ ὁ δεινὸς καὶ τραχὺς χαραδρεών· ἡμῶν τὸ σύστημ᾽ ἔκλυτον, θρηνῶν λέγω, ὅσοι καθήμεθ᾽ οὐ καλῶς ὑψίθρονοι, λαοῦ πρόεδροι, τοῦ καλοῦ διδάσκαλοι, ψυχὰς τρέφειν λαχόντες ἐνθέῳ τροφῇ, αὐτοὶ δὲ λιμώττοντες· ἰατροὶ παθῶν, νεκροὶ βρύοντες ἀφθόνοις νοσήμασιν· τρίβων ὁδηγοὶ τῶν ἐπικρήμνων ἴσως, ἃς οὔποθ᾽ ὡδήγησαν οὔθ᾽ ὡδεύκασιν· οἷς μηδ᾽ ἕπεσθαι δόγμα συντομώτατον σωτηρίας δίδαγμά τ᾽ εὐστοχώτατον· ὅσων τὸ βῆμα τοῦ τρόπου κατήγορον, κιγκλὶς διείργουσ᾽ οὐ βίους, ἀλλ᾽ ὀφρύας.

Ἐξ ὧν δ᾽ ὑπήχθην ταῦτα δοῦναι τῷ λόγῳ —οὐ γὰρ φίλον μοι πολλὰ ῥαψῳδεῖν μάτην—, ἀκουσάτω πᾶς, οἵ τε νῦν οἵ θ᾽ ὕστερον. μικρὸν δ᾽ ἄνωθεν τὰς ἐμὰς περιστάσεις εἰπεῖν ἀνάγκη, κἂν δέῃ μακρηγορεῖν, τοῦ μὴ καθ᾽ ἡμῶν ἰσχύσαι ψευδεῖς λόγους. οἱ γὰρ κακοὶ φιλοῦσιν, ὧν δρῶσιν κακῶς, εἰς τοὺς παθόντας περιτρέπειν τὰς αἰτίας, ὡς ἂν κακῶσι καὶ πλέον τοῖς ψεύσμασιν, αὑτοὺς δ᾽ ὑπεκλύσωσι τῶν ἐγκλημάτων. ἔστω δὲ τοῦτο τοῦ λόγου προοίμιον.