Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Οικογένεια, σπουδές και επιλογή βίου

Αναφορά στους γονείς, την αφιέρωση στον Θεό, το ταξίδι και τις σπουδές στην Αθήνα, τον κίνδυνο της θαλασσοταραχής, τη φιλία με τον Βασίλειο και τη στροφή προς τον ασκητικό βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 9

Ἦν μοι πατὴρ καλός τε κἀγαθὸς σφόδρα, γηραιός, ἁπλοῦς τὸν τρόπον, στάθμη βίου, πάτραρχος ὄντως, Ἀβραάμ τις δεύτερος, ὤν, οὐ δοκῶν, ἄριστος, οὐ τὸν νῦν τρόπον· πλάνης τὸ πρόσθεν, ὕστερον Χριστοῦ φίλος, ἔπειτα ποιμήν, ποιμένων ὅ τι κράτος. μήτηρ θ᾽, ἵν᾽ εἴπω συντόμως, ὁμόζυγος ἀνδρὸς τοσούτου καὶ τάλαντον ἀρρεπές, ἐξ εὐσεβῶν τὸ πρόσθεν εὐσεβεστέρα, θῆλυς τὸ σῶμα, τὸν τρόπον δ᾽ ἀνδρὸς πέρα· ἄμφω λάλημα κοινὸν ἐξ ἴσου βίῳ. τῷ τοῦτο δῆλον; πῶς τεκμηριῶ λόγον; αὐτὴν ἐπάξομ᾽, ὧνπερ εἶπον, μάρτυρα, ἐμὴν τεκοῦσαν, τῆς ἀληθείας στόμα, κρῦψαί τι μᾶλλον τῶν φανερῶν εἰθισμένην ἢ τῶν ἀδήλων κομπάσαι δόξης χάριν. φόβος γὰρ ἦγεν, ὃς μέγας διδάσκαλος.

Αὕτη ποθοῦσα παιδὸς ἄρρενος γόνον ἰδεῖν ἐν οἴκῳ, πρᾶγμα ὂν πολλοῖς φίλον, θεῷ προσωμίλησε καὶ δεῖται πόθου τυχεῖν. ἐπεὶ δ᾽ ἦν δυσκάθεκτος τὴν φρένα, δῶρον δίδωσιν, ὅνπερ ἠξίου λαβεῖν, καὶ τὴν δόσιν φθάνουσα τῇ προθυμίᾳ. καὶ τοίνυν εὐχῆς οὐχ ἁμαρτάνει φίλης, ἀλλ᾽ ἧκεν αὐτῇ δεξιὸν προοίμιον ὄψις σκιὰν φέρουσα τῶν αἰτουμένων. ἐμὸν γὰρ εἶδος ἐμφανῶς παρίσταται καὶ κλῆσις· ἠδ᾽ ἦν ἔργον ἡ νυκτὸς χάρις. ἐγὼ γὰρ αὐτοῖς γίνομ᾽, εἰ μὲν ἄξιος εὐχῆς, τὸ δῶρον τοῦ δεδωκότος θεοῦ· εἰ δ᾽ οὖν ἀπευκτός, τῆς ἐμῆς ἁμαρτίας.

Οὕτω μὲν οὖν παρῆλθον εἰς τοῦτον βίον, πηλῷ κερασθείς—φεῦ τάλας—καὶ συνθέσει, ὑφ᾽ ὧν κρατούμεθ᾽ ἢ κρατοῦμεν ὧν μόγις· πλὴν παντὸς ἀρραβῶνα καλλίστου λαβών τὴν γένεσιν αὐτήν· οὐ γὰρ ἀχαριστεῖν θέμις. ὡς δ᾽ ἧκον, εὐθὺς γίνομαι ἀλλότριος ἀλλοτρίωσιν τὴν καλήν. τῷ γὰρ θεῷ παρίσταμ᾽ ὡς ἀμνός τις ἢ μόσχος φίλος, θῦμ᾽ εὐγενές τε καὶ λόγῳ τιμώμενον— ὀκνῶ γὰρ εἰπεῖν, ὡς Σαμουήλ τις νέος, πλὴν εἰ βλέποιμι πρὸς πόθον δεδωκότων.

Τραφεὶς δ᾽ ἐν ἅπασι τοῖς καλοῖς ἐκ σπαργάνων (τύπους γὰρ εἶχον τοὺς ἀρίστους οἴκοθεν) ἤδη τιν᾽ αἰδῶ τοῦ γέρως ἐλάμβανον, καί μοι κατὰ μικρόν, ὥσπερ ἐκ γνόφου νέφος, συνήγεθ᾽ ἡ τοῦ κρείσσονος προθυμία. πρόσω δ᾽ ἔβαινον συντρέχοντος καὶ λόγου, βίβλων τ᾽ ἔχαιρον ταῖς θεοῦ συνηγόροις, ἀνδρῶν θ᾽ ὡμίλουν τοῖς ἀρίστοις τὸν τρόπον.

Τοιαῦτα μὲν δὴ ταῦτα· τἀπίλοιπα δέ οὐκ οἶδ᾽, ὁποίαν τοῦ λόγου τέμω τρίβον. κρύψω τὰ θαύμαθ᾽, οἷς με προύτρεψεν θεός, ἀρχὴν ἀρίστην τὴν προθυμίαν λαβών (οὕτω γὰρ ἕλκειν οἶδεν εἰς σωτηρίαν), ἢ θῶ προθύμως ἐκλαλήσας εἰς μέσον; τὸ μὲν γὰρ ἀχάριστον, τὸ δ᾽ οὐκ ἔξω τύφου. σιγᾶν ἄμεινον—ἀρκέσει τό μ᾽ εἰδέναι—, μὴ καὶ μάχεσθαι τῷ λόγῳ τὰ νῦν δοκῇ πλεῖστον δέοντα τῆς τότε προθυμίας.

Ὃ δ᾽ οὖν ἀνάγκη, γνωρίσω τοῖς πλείοσιν. ἄχνους παρειά, τῶν λόγων δ᾽ ἔρως ἐμέ θερμός τις εἶχε. καὶ γὰρ ἐζήτουν λόγους δοῦναι βοηθοὺς τοὺς νόθους τοῖς γνησίοις, ὡς μήτ᾽ ἐπαίροινθ᾽ οἱ μαθόντες οὐδὲ ἕν πλὴν τῆς ματαίας καὶ κενῆς εὐγλωττίας, τῆς ἐν ψόφοις τε καὶ λάρυγξι κειμένης, μήτ᾽ ἐνδεοίμην πλεκτάναις σοφισμάτων. ἐκεῖνο δ᾽ οὔποτ᾽ εἰς ἐμὴν ἦλθε φρένα, πρόσω τι θεῖναι τῶν ἐμῶν παιδευμάτων. ὅπερ δὲ πάσχει θερμότης ἀεὶ νέων, ὁρμαῖς ἀτάκτοις εὐκόλως ῥιπίζεται, ὡς πῶλος ᾄττων εἰς δρόμους θυμοῦ πλέως, πέπονθα τοῦτο. τῆς γὰρ ὥρας παντελῶς ἔξω, θαλάσσης οὐκέθ᾽ ἡμερουμένης— Ταύρου τιν᾽ οὐρὰν οὐκ ἀκίνδυνόν φασιν οἱ ταῦτα δεινοί, πλοῦν θράσους, ἀλλ᾽ οὐ φρενός— τότ᾽ οὖν Ἀλεξάνδρειαν ἐκλιπὼν ἐγώ (κἀνθένδε γάρ τι τῶν λόγων ἐδρεψάμην) ἄρας ἔτεμνον πόντον εὐθὺς Ἑλλάδος.

Κύπρου τὰ πλευρά· καὶ στάσις τῶν πνευμάτων ἔβραζε τὴν ναῦν καὶ τὰ πάντ᾽ ἦν νὺξ μία· γῆ, πόντος, αἰθήρ, οὐρανὸς ζοφούμενος· βρονταὶ δ᾽ ἐπήχουν ἀστραπῶν τινάγμασιν, κάλοι δ᾽ ἐρόχθουν ἱστίων πληρουμένων. ἔκλινεν ἱστός, οἰάκων δ᾽ οὐδὲν σθένος· βίᾳ γὰρ ἡρπάζοντο χειρὸς αὐχένες. πλῆρες δ᾽ ὑπερτοιχοῦντος ὕδατος σκάφος. βοὴ δὲ συμμιγής τε καὶ θρήνων πλέως ναυτῶν, κελευστῶν, δεσποτῶν, †ἐπηβόλων† Χριστὸν καλούντων ἐκ μιᾶς συμφωνίας, καὶ τῶν, ὅσοι τὸ πρόσθεν ἠγνόουν θεόν· ὁ γὰρ φόβος δίδαγμα καιριώτερον. ὃ δ᾽ ἦν ἁπάντων σχετλιώτατον κακῶν, ἄνυδρος ἡ ναῦς· εὐθὺ γὰρ στροβουμένης νεὼς ῥαγεῖσα σπείρετ᾽ ἐν βυθῷ σκάφη, ἣ τὸν γλυκὺν θησαυρὸν εἶχεν ὕδατος. λιμοῦ δ᾽ ἀγὼν ἦν καὶ ζάλης καὶ πνευμάτων νεκροὺς γενέσθαι. τοῦδε μὲν λύσιν θεός εἶδεν ταχεῖαν. ἔμποροι γὰρ Φοινίκης ἄφνω φανέντες, καίπερ ὄντες ἐν φόβῳ, λιταῖς μαθόντες τὸ στενὸν τοῦ κινδύνου, κοντῶν ἐρεισμοῖς καὶ χερῶν ἀράγματα νεῶν φυγόντες (καὶ γὰρ ἦσαν εὐσθενεῖς) σῴζουσιν ἡμᾶς ποντίους ἤδη νεκρούς, ὡς ἐκ θαλάσσης ἐκλιπόντας ἰχθύας ἢ λαμπάδα θνῄσκουσαν οὐκ οὔσης τροφῆς.

Ὁ δ᾽ ἠγριοῦτο καὶ πλέον βρυχώμενος πόντος καθ᾽ ἡμῶν ἡμέραις ἐν πλείοσιν οὔθ᾽ οἷ πλέοιμεν εἰδότων πολλαῖς στροφαῖς οὔτε τιν᾽ ὁρώντων ἐκ θεοῦ σωτηρίαν. πάντων δὲ τὸν κοινὸν θάνατον δεδοικότων ὁ κρυπτὸς ἦν ἔμοιγε φρικωδέστερος. καθαρσίων γάρ, οἷς θεούμεθ᾽, ὑδάτων ἠλλοτριούμην ὕδασι ξενοκτόνοις. τοῦτ᾽ ἦν ὀδυρμός, τοῦτ᾽ ἔμοιγε συμφορά, τούτῳ βοὰς ἔπεμπον, ἐκτείνων χέρας, ὑπερκτυπούσας κυμάτων πολὺν ῥόθον, ῥήξας χιτῶνα, κείμενος πρηνὴς τάλας. ὃ δ᾽ ἐστὶν οὐ πιστὸν μέν, ἀψευδὲς δ᾽ ἄγαν, πάντες παρέντες τὴν ἑαυτῶν συμφοράν ἐμοὶ συνῆγον ἐκβοὰς εὐκτηρίους, πλωτῆρες εὐσεβοῦντες ἐν κοινοῖς κακοῖς· οὕτω συνήλγουν τοῖς ἐμοῖς παθήμασιν.

Σὺ καὶ τότ᾽ ἦσθα, Χριστέ μου, σωτὴρ μέγας, καὶ νῦν ἐλευθερῶν με κυμάτων βίου. ἐπεὶ γὰρ οὐδὲν ἐλπίδος χρηστῆς ὑπῆν, οὐ νῆσος, οὐκ ἤπειρος, οὐκ ὀρῶν ἄκρα, οὐ πυρσός, οὐ πλωτῆρσιν ἀστέρες σκοποί, οὐ μικρόν, οὐ μεῖζόν τι τῶν ὁρωμένων, τί μηχανῶμαι; τίς πόρος τῶν δυσχερῶν; πάντων ἀπογνοὺς τῶν κάτω πρὸς σὲ βλέπω, ζωή, πνοή μου, φῶς, κράτος, σωτηρία, φοβῶν, πατάσσων, μειδιῶν, ἰώμενε, πλέκων τὸ χρηστὸν τοῖς ἐναντίοις ἀεί. πάντων δ᾽ ὑπομνήσας σε τῶν πρὶν θαυμάτων, οἷς τὴν μεγίστην χεῖρά σου γνωρίζομεν, Αἰγυπτίων μάστιξιν ἐκτετριμμένων, πόντου ῥαγέντος Ἰσραὴλ ὡδευκότος, χειρῶν ἐπάρσει δυσμενῶν ἡττημένων, αὐτῆς στρατάρχαις τῆς κτίσεως δουλουμένης, σάλπιγξι τειχῶν καὶ δρόμῳ πορθουμένων, προσθείς τε τἀμὰ τοῖς πάλαι βοωμένοις, “σός„, εἶπον, “εἰμί, καὶ τὸ πρὶν καὶ νῦν ἔτι. σὺ δίς με λήψῃ, κτῆμα τῶν σοι τιμίων, γῆς καὶ θαλάσσης δῶρον, ἐξηγνισμένον εὐχῇ τε μητρὸς καὶ φόβοις ἐξαισίοις. σοὶ ζήσομ᾽, εἰ φύγοιμι δισσὸν κίνδυνον. σὺ ζημιώσῃ λάτριν, εἰ προοῖό με. καὶ νῦν μαθητὴς ἐν σάλῳ· τίνασσέ μοι τὸν ὕπνον ἢ πέζευε, καὶ στήτω φόβος.„ Ταῦτ᾽ εἶπον· ἡ δ᾽ ἔληξε πνευμάτων στάσις, πίπτει δὲ πόντος, ἡ δὲ ναῦς εὐθύπλοος. καὶ τοῦτο δ᾽ ἐστὶν ἐμπόρευμα τῆς ἐμῆς εὐχῆς· τὸ γὰρ πλήρωμα τῆς νεὼς ἅπαν ἀπῆλθον εὐσεβοῦντες εἰς Χριστὸν μέγαν, διπλῆν λαβόντες ἐκ θεοῦ σωτηρίαν.

Ῥόδον δ᾽ ὑπερβαλόντες μικρὸν ὕστερον εἰς Αἰγινήτην ὅρμον (Αἰγιναία γάρ ἡ ναῦς) πλέοντες οὐρίᾳ κατήραμεν. Ἔπειτ᾽ Ἀθῆναι καὶ λόγοι. τἀκεῖσε δέ ἄλλοι λεγόντων, ὡς μὲν ἐν φόβῳ θεοῦ ἀνεστράφημεν πρῶτα τὰ πρῶτ᾽ εἰδότες· ὡς δ᾽ ἐν νέων ἀκμῇ τε καὶ φορᾷ θράσους, ἄλλων σὺν ἄλλαις φατρίαις οἰστρουμένων, οὕτω διεξῄειμεν ἥσυχον βίον —πηγή τις, οἶμαι, πόντιος καθ᾽ ὑδάτων γλυκεῖα πικρῶν, ὥσπερ οὖν πιστεύεται— οὔθ᾽ ἑλκόμενοι πρὸς τῶν φερόντων εἰς βλάβην, ἕλκοντες αὐτοί τ᾽ εἰς τὰ κρείσσω τοὺς φίλους.

Καὶ γάρ με καὶ τοῦτ᾽ εὖ πεποίηκεν θεός· συνῆψεν ἀνδρὶ τῷ σοφωτάτῳ φέρων, μόνῳ βίον τε καὶ λόγον πάντων ἄνω. τίς οὗτος; ἦ γνώσεσθε ῥᾳδίως λίαν. Βασίλειος ἦν, τὸ μέγ᾽ ὄφελος τοῦ νῦν βίου. τοῦτον λόγου τε καὶ στέγης καὶ σκεμμάτων κοινωνὸν εἶχον. εἴ τι δεῖ καὶ κομπάσαι· ξυνωρὶς ἦμεν οὐκ ἄσημος Ἑλλάδι. τὰ πάντα μὲν δὴ κοινά, καὶ ψυχὴ μία δυοῖν δέουσα σωμάτων διάστασιν. ὃ δ᾽ εἰς ἓν ἡμᾶς διαφερόντως ἤγαγεν, τοῦτ᾽ ἦν· θεός τε καὶ πόθος τῶν κρεισσόνων. ἐξ οὗ γὰρ εἰς τοσοῦτο θάρσους ἤλθομεν, ὥστ᾽ ἐκλαλῆσαι καὶ τὰ καρδίας βάθη, πλέον συνεσφίγγημεν ἀλλήλοις πόθῳ. τὸ γὰρ ὁμόγνωμον πιστὸν εἰς συμφυΐαν.

Τί λοιπόν; ἡ πατρίς τε καὶ βίου τύποι. καὶ γὰρ πολὺς τέτριπτο τοῖς λόγοις χρόνος· ἤδη τριακοστόν μοι σχεδὸν τοῦτ᾽ ἦν ἔτος. ἐνταῦθ᾽ ἐπέγνων, οἷον εἰς ἡμᾶς πόθον οἵαν τε δόξαν εἶχον οἱ συμπαίστορες. παρῆν ὁ καιρός—καὶ παρῆν πολὺς πόνος. ἔδει περιπλοκῶν τε καὶ στυγνῶν λόγων, τῶν ἐξοδίων μνήμης τ᾽ ἐμπυρευμάτων. τῷ μὲν βίᾳ τε καὶ μόγις, εἶξαν δ᾽ ὅμως, εἰπόντι πολλὰς αἰτίας τῆς ἐξόδου. ἐμοὶ δὲ καὶ νῦν προτρέχει τὸ δάκρυον τῆς τηνικαῦτα συγχύσεως μεμνημένῳ. πάντες περιστάντες με σὺν πολλῷ τάχει, ξένοι, συνήθεις, ἥλικες, διδάσκαλοι, ὅρκοις, ὀδυρμοῖς, καί τι μιγνύντες βίας (τὸ γὰρ φιλεῖν ἔπειθε τολμᾶν καὶ τόδε) ἀπρὶξ κατεῖχον μηδ᾽ ἄν, εἰ γένοιτό τι, πέμψειν λέγοντες ἐκεῖθεν—οὐδὲ γὰρ πρέπειν ἡμῶν Ἀθήνας ἐκπεσεῖν τὰς τιμίας— ὡς δὴ λόγων δώσοντες ἐκ ψήφου κράτος· ἕως ἔκαμψαν—καὶ γὰρ ἦν δρυὸς μόνης θρήνοις τοσούτοις ἀντιβῆναι καὶ λόγοις—, οὐ μὴν τελείως· καὶ γὰρ ἀνθεῖλκεν πατρίς πίστει κρατοῦσα τῶν ὑφ᾽ ἡλίῳ σχεδόν, ἐν ᾗ φιλοσοφεῖν τῶν καλῶν ἐφαίνετο, γονεῖς τε γήρᾳ καὶ χρόνῳ κεκμηκότες.

Ἔτ᾽ οὖν Ἀθήναις μικρὸν ἐμμείνας χρόνον ἔκλεψα μικροῦ λάθρᾳ τὴν ἐκδημίαν· ἦλθον, λόγους ἔδειξα, τήν τινων νόσον ἔπλησ᾽ ἀπαιτούντων με τοῦθ᾽ ὥς τι χρέος. οὐ γὰρ κρότων ἔμοιγε καὶ ψόφων λόγος οὐδὲ βλακευμάτων τε καὶ λυγισμάτων, οἷς οἱ σοφοὶ χαίρουσιν ἐν πλήθει νέων. πρῶτον δὲ τοῦτο φιλοσοφῆσαι προυθέμην, ῥῖψαι θεῷ καὶ τἆλλα καὶ πόνους λόγων, ὡς οἱ παρέντες μηλοβότους τὰς οὐσίας ἢ χρυσὸν ἀθροίσαντες εἰς ἅλμης βυθούς. ἀλλ᾽ ὃ προεῖπον, τοῖς φίλοις ὠρχησάμην. ταῦτ᾽ ἦν ἀγώνων ὥσπερ ἐγγυμνάσματα ἢ καὶ προτέλεια μειζόνων μυστηρίων.

Ἔδει δὲ λοιπὸν ἀνδρικῶν βουλευμάτων. ἔνδον καθίζω τῶν φίλων κριτήριον, ἐμῶν λογισμῶν γνησίων παραινετῶν. στρόμβος κατεῖχε τὴν ἐμὴν δεινὸς φρένα τὸ κρεῖσσον ἐκζητοῦντος ἐν τοῖς κρείσσοσι. τὸ μὲν τὰ σαρκὸς εἰς βυθοὺς ῥῖψαι πάλαι δεδογμένον τ᾽ ἦν καὶ τότ᾽ ἤρεσκεν πλέον. αὐτῶν δέ μοι σκοποῦντι τῶν θείων ὁδῶν οὐ ῥᾷστον εὑρεῖν τὴν ἀμείνω καὶ λίαν. ἄλλων γὰρ εἵνεκ᾽ ἄλλο καλὸν ἢ κακόν ἐφαίνεθ᾽ ὥσπερ πολλαχοῦ τῶν πρακτέων. τοιοῦτο τοὐμόν, ὥς τινι προσεικάσαι, μακράν τιν᾽ οἷον ἐννοῶν ἐκδημίαν πλοῦν μὲν πεφεύγειν καὶ πόνους θαλασσίους, ὁδὸν δ᾽ ἀνίχνευον, ἥτις εὐπορωτέρα.

Ἠλίαν εἶχον ἐν λόγῳ τὸν Θεσπίτην καὶ τὸν μέγαν Κάρμηλον ἢ ξένην τροφήν, τοῦ Προδρόμου τὸ κτῆμα, τὴν ἐρημίαν, παίδων Ἰωναδάβ τε ἄσκευον βίον· θείων τε βίβλων αὖθις ἐκράτει πόθος καὶ πνεύματος φῶς ἐν λόγου θεωρίᾳ, πρᾶγμ᾽ οὐκ ἐρήμης ἔργον οὐδ᾽ ἡσυχίας— ἕως ἐπ᾽ ἄμφω πολλάκις μετακλιθείς τέλος διαιτῶ τοῖς πόθοις τοῦτον τρόπον καὶ τὴν πλάνην ἔστησα τοῦ νοῦ μετρίως. ὁρῶν γάρ, οὓς μὲν πρακτικὸς τέρπει βίος, ἄλλοις μὲν ὄντας χρησίμους τῶν ἐν μέσῳ, αὑτοῖς δ᾽ ἀχρήστους καὶ κακοῖς στροβουμένους, ἐξ ὧν τὸ λεῖον ἦθος ἐκκυμαίνεται, τοὺς δ᾽ ἐκτὸς ὄντας εὐσταθεῖς μέν πως πλέον καὶ πρὸς θεὸν βλέποντας ἡσύχῳ νοΐ, αὑτοῖς μόνοις δὲ χρησίμους φίλτρῳ στενῷ καὶ ζῶντας ἔξαλλόν τε καὶ τραχὺν βίον, μέσην τιν᾽ ἦλθον ἐρημικῶν καὶ μιγάδων, τῶν μὲν τὸ σύννουν, τῶν δὲ τὸ χρηστὸν φέρων.

Προσῆν δὲ μεῖζον καὶ χάρις τῶν τιμίων, λέγω δὲ τοὺς φύσαντας, οἷς ὑπόχρεως. τούτων τὸ γῆρας (καὶ γὰρ εὐσεβέστατον γονεῦσι πρώτην ἐκ θεοῦ τιμὴν νέμειν, ἐξ ὧν ὑπάρχει καὶ τὸ γινώσκειν θεόν) ἔθαλπον, ἐστήριζον ἐκ παντὸς σθένους, ἐχειραγώγουν, ὡς ἐμαυτῷ δεξιόν θεῖναι τὸ γῆρας, γῆρας ἱλεούμενος. θερίζομεν γάρ, οἷά περ καὶ σπείρομεν.

Τοῦτ᾽ ἦν μέρος μοι φιλοσόφου παιδεύσεως· τὸ μὴ δοκεῖν τὸν πρῶτον ἐκπονεῖν βίον, εἶναι δὲ μᾶλλον ἢ δοκεῖν θεῷ φίλον. στέργειν μὲν οὖν δεῖν ᾠόμην καὶ πρακτικούς, ὅσοι λελόγχασ᾽ ἐκ θεοῦ τιμήν τινα λαοὺς ἄγοντες ἐνθέοις τελέσμασιν. πλείων δέ μ᾽ εἶχε τῶν μοναστικῶν πόθος, καίπερ δοκοῦντα συντετάχθαι πλείοσιν· τρόπων γὰρ εἶναι τὴν μονήν, οὐ σωμάτων. τὸ βῆμα δ᾽ ἦν μοι σεπτόν, ἀλλ᾽ ἑστηκότι πόρρωθεν, ὡς φῶς ἡλίου τῶν ὄψεων ταῖς ἀσθενούσαις. πάντ᾽ ἂν ἤλπισα πλέον ἢ τοῦτο δέξασθ᾽ ἐν πολλαῖς στροφαῖς βίου. μηδὲν μέγ᾽ εἴπῃς, συντόμως, ἄνθρωπος ὤν. ἀεὶ κολούει τὰς ἐπάρσεις ὁ φθόνος. μηδὲν λάβῃς ἔξωθεν, τἀμὰ δὲ σκόπει.