Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Οικογενειακές δοκιμασίες, χειροτονίες και η ρήξη με τον Βασίλειο

Η ακούσια χειροτονία του σε πρεσβύτερο, η απώλεια οικείων, η αναγκαστική προώθησή του στην επισκοπή Σασίμων και η πικρία από τη συμπεριφορά του Βασιλείου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 9

Οὕτω φρονοῦντι δεινὸς ἐμπίπτει κλόνος. ὁ γὰρ πατήρ με, καίπερ ἀκριβέστατα γνώμην γινώσκων τὴν ἐμήν, οὐκ οἶδ᾽ ὅθεν, ἴσως δὲ φίλτρῳ πατρικῷ κινούμενος (δεινὸν δὲ φίλτρον ἐστὶ σὺν ἐξουσίᾳ), ὡς ἂν κατάσχοι ταῖς πέδαις τοῦ πνεύματος ὧν τ᾽ εἶχε τιμήσειε τοῖς ἀμείνοσιν, κάμπτει βιαίως εἰς θρόνων τοὺς δευτέρους. οὕτω μὲν οὖν ἤλγησα τῇ τυραννίδι —οὔπω γὰρ ἄλλως τοῦτ᾽ ὀνομάζειν ἰσχύω, καί μοι τὸ θεῖον πνεῦμα συγγιγνωσκέτω οὕτως ἔχοντι—, ὥστε πάντων ἀθρόως, φίλων, φυσάντων, πατρίδος, γένους λυθείς, ὡς οἱ μύωπι τῶν βοῶν πεπληγότες, εἰς Πόντον ἦλθον τῆς ἀνίας φάρμακον θήσων ἐμαυτῷ τῶν φίλων τὸν ἔνθεον. ἐκεῖ γὰρ ἤσκει τὴν θεοῦ συνουσίαν, νέφει καλυφθεὶς ὡς σοφῶν τις τῶν πάλαι· Βασίλειος οὗτος ἦν, ὃς ἐν ἀγγέλοις τὰ νῦν. τούτῳ τὸ λυποῦν ἐξεμάλθασσον φρενός.

Ἐπεὶ δ᾽ ὁ μὲν γήρᾳ τε κάμνων καὶ πόθῳ ἐδεῖτο πολλὰ παιδὸς ὁ χρηστὸς πατήρ τιμὴν παρασχεῖν ταῖς τελευταίαις πνοαῖς, ἐμοὶ δ᾽ ἔπεσσεν ὁ χρόνος τὴν συμφοράν, ὡς μήποτ᾽ ἐχρῆν, αὖθις εἰς βυθὸν τρέχω δείσας στεναγμὸν πατρικῶν κινημάτων, μή μοι τὸ φίλτρον εἰς κατάραν ἐκπέσῃ· τοιοῦτόν ἐστιν ἁπλότης ὠργισμένη.

Μικρὸν μέσον τι, καὶ πάλιν τρικυμία, οὐκ ἔστιν εἰπεῖν ὅσσον ἀγριωτέρα. οὐδὲν δὲ χεῖρον πάντα γνωρίσαι φίλοις. ἀρχήν τιν᾽ ἔπραττ᾽ οὑμὸς ἀδελφὸς κοσμικήν —ἀδελφὸς οὑμός, ὦ κάκισθ᾽, ὅσον σθένεις— ἡ δ᾽ ἦν ταμείων πίστις. ἐν δ᾽ ἀρχῇ μέσῃ θνῄσκει, κυνῶν δὲ πλῆθος ἐξανίσταται τοῖς τοῦ θανόντος χρήμασιν καὶ λειψάνοις. πάντ᾽ ἐσπάρασσον οἰκέται, ξένοι, φίλοι. τίς γὰρ πεσούσης οὐ ξυλεύεται δρυός;

Ἐγὼ δ᾽, ὅσον μὲν ἧκεν εἰς ἐμὸν λόγον, οὔποτ᾽ ἂν ἔδεισα πραγμάτων ἐπιδρομάς· πτηνὸν γάρ εἰμι ῥᾳδίως μετάρσιον. ὅμως δ᾽ ἀνάγκη πάντα τῷ καλῷ πατρί συνδιαφέρειν, καὶ χρηστὰ καὶ τἀναντία, κοινωνὸν ὄντα πραγμάτων, οὐ χρημάτων. ὡς δ᾽ οἱ βάσιν τὸ πρῶτον οὐ πεπηγότες ἅπαξ ὀλισθήσαντες εἰς κρημνοῦ βάθος πίπτουσιν, οὐκέτ᾽ ὄντες αὑτῶν ἐγκρατεῖς, οὕτως ἔμοιγε τῶν κακῶν γεγευμένῳ ἄλλοις ἔπ᾽ ἄλλο δεινὸν ἐξηγείρετο.

Ἧκέν ποθ᾽ ἡμῖν—τἀμμέσῳ σιγήσομαι, τοῦ μὴ δοκεῖν βλάσφημον ἐκφέρειν λόγον κατ᾽ ἀνδρός, ὃν νῦν εὐλογῶν ἐπαυσάμην— ἀλλ᾽ ἧκεν ἡμῖν τῶν φίλων ὁ φίλτατος, Βασίλειος—οἴμοι τῶν λόγων· ἐρῶ δ᾽ ὅμως—, ἄλλος πατήρ μοι φορτικώτερος πολύ· τὸν μὲν γὰρ ἐχρῆν καὶ τυραννοῦντα στέγειν, τὸν δ᾽ οὐκ ἀνάγκη τῆς ἑταιρίας χάριν βλάβην φερούσης, οὐκ ἀπαλλαγὴν κακῶν. οὐκ οἶδ᾽ ἐμαυτοῦ τὰς ἁμαρτίας πλέον, αἳ πολλὰ δή με πολλάκις δεδήχασιν, μέμψωμ᾽, ὑπερζέοντος ὡς ἀεὶ νέου τοῦ συμπεσόντος, ἢ σὲ τῆς ἐπάρσεως, ἀνδρῶν ἄριστε, ἣν δέδωκεν ὁ θρόνος; ὡς τῶν γε λοιπῶν εἵνεχ᾽, ἱλήκοις λόγῳ, τάχ᾽ οὐδ᾽ ἂν αὐτὸς ἠξίους ὑπερζυγεῖν· οὔκουν τὸ πρόσθεν, ὦ φέριστ᾽, οὐδ᾽ ἠξίους· εἰ δ᾽ ἠξίους, τυχόν σε τῶν εὖ εἰδότων ἄμφω κατέσχεν ἄν τις εὐγνώμων κριτής. τί οὖν πέπονθας; πῶς τοσοῦτον ἀθρόως ἔρριψας ἡμᾶς; ὡς ὄλοιτ᾽ ἐκ τοῦ βίου νόμος φιλίας οὕτω σεβούσης τοὺς φίλους. λέοντες ἦμεν ἐχθές, ἀλλὰ σήμερον πίθων ἔγωγε· σοὶ δὲ μικρὸν καὶ λέων. εἴ τοί γε πάντας—φθέγξομ᾽ ὑψηλὸν λόγον— οὕτως ἑώρας τοὺς φίλους, οὐ χρῆν γ᾽ ἐμέ, ὃν καὶ φίλων ἔμπροσθεν ἦγες ἦν ὅτε, πρὶν ἦς ὑπερνεφῶν τὰ πάντ᾽ ἔχων κάτω.

Τί, θυμέ, βράζεις; εἶργε τὸν πῶλον βίᾳ. πρὸς νύσσαν αὖθις οἱ λόγοι. ἐκεῖνος ἦν ψεύστης ἔμοιγε, τἆλλα δ᾽ ἀψευδέστατος, ὅς μου λέγοντος ταῦτ᾽ ἀκούσας πολλάκις, ὡς νῦν μὲν οἰστὰ πάντα, κἂν χείρω πέσῃ, εἰ δ᾽ ἐκλίποιεν οἱ τεκόντες τὸν βίον, κἀμοὶ τὰ πράγματ᾽ ἐκλιπεῖν ἅπας λόγος, ὡς ἄν τι κερδάναιμι τῆς ἀνεστίου ζωῆς πολίτης ῥᾷστα ὢν παντὸς τόπου— ταῦτ᾽ οὖν ἀκούων καὶ συναινῶν τῷ λόγῳ ὅμως βιάζετ᾽ εἰς ἐπισκοπῆς θρόνον, αὐτὸς πατήρ τε δίς με τοῦτο πτερνίσας.

Μήπω ταραχθῇς, πρὶν ἂν ἐκμάθῃς τὸ πᾶν. εἰ πλεῖστον ἐσκέψαντο δυσμενεῖς χρόνον, ὅπως ἀτιμάσαιεν, οὐκ ἄλλον τινά εὑρεῖν ἂν αὐτοὺς οἴομ᾽ ἢ τὸν νῦν τρόπον. ποθεῖς ἀκοῦσαι; πάντες οὐκ ἐροῦσί σοι, ὅσοις τὸ πρᾶγμ᾽ ἔδοξε τῶν οὐκ ἐνδίκων; ἐγὼ μὲν οἷον ἐμπαρέσχον τῷ φίλῳ ἐμαυτόν, οἶδε Πόντος, οἶδε καὶ πόλις ἡ Καισαρέων καὶ πάντες οἱ κοινοὶ φίλοι. μικροπρεπὲς γὰρ ταῦτ᾽ ὀνειδίζειν ἐμέ. τὸν μὲν γὰρ εὖ παθόντα μεμνῆσθαι πρέπει, ὧν εὖ πέπονθε, τὸν δράσαντα δ᾽ οὐδαμῶς. ὁ δ᾽ οἷος ἡμῖν, πειθέτω τὰ πράγματα.

Σταθμός τίς ἐστιν ἐν μέσῃ λεωφόρῳ τῆς Καππαδοκῶν, ὃς σχίζετ᾽ εἰς τρισσὴν ὁδόν, ἄνυδρος, ἄχλους, οὐδ᾽ ὅλως ἐλεύθερος, δεινῶς ἀπευκτὸν καὶ στενὸν κωμύδριον. κόνις τὰ πάντα καὶ ψόφοι καὶ ἅρματα, θρῆνοι, στεναγμοί, πράκτορες, στρέβλαι, πέδαι, λαὸς δ᾽ ὅσοι ξένοι τε καὶ πλανώμενοι. αὕτη Σασίμων τῶν ἐμῶν ἐκκλησία· τούτοις μ᾽ ὁ πεντήκοντα χωρεπισκόποις στενούμενος δέδωκε—τῆς εὐψυχίας— καὶ ταῦθ᾽, ἵν᾽ ἁρπάζοντος ἄλλου πρὸς βίαν περικρατήσῃ τὴν καθέδραν καινίσας. ἡμεῖς γὰρ αὐτῷ τῶν ἀρηΐων φίλων τὰ πρῶτα—καὶ γὰρ ἦμεν ἄλκιμοί ποτε, καὶ δεινὸν οὐδὲν τραύματ᾽ ηὐλογημένα. πρὸς τοῖς γὰρ ἄλλοις, οἷς ἀπηριθμησάμην, οὐδ᾽ ἦν ἀναιμωτί γε τοῦ θρόνου κρατεῖν· μεταίχμιον γὰρ ἀντεπισκόπων δύο τοῦτ᾽ ἦν, συνερρώγει τε δεινός τις μόθος, οὗ δημιουργὸς ἡ τομὴ τῆς πατρίδος δύω πόλεις τάξασα μικρῶν μητέρας. ψυχαὶ πρόφασις, τὸ δ᾽ ἔστιν ἡ φιλαρχία· ὀκνῶ γὰρ εἰπεῖν, οἱ πόροι τε καὶ φόροι, ἐξ ὧν δονεῖται πᾶς ὁ κόσμος ἀθλίως.

Τί οὖν με ποιεῖν, πρὸς θεοῦ, δίκαιον ἦν; στέργειν; δέχεσθαι τῶν κακῶν τὰς ἐμβολάς; βάλλεσθ᾽ ἀωρί; συμπνίγεσθαι βορβόρῳ; μηδ᾽ ἔνθα θείην εὐπορεῖν γῆρας τόδε ἀεὶ βιαίως ἐκ σκέπης ὠθούμενον; μηδ᾽ ἄρτον ἕξων τῷ ξένῳ διακλάσαι, πένης πένητα λαὸν εὐθύνειν λαχών, ὧν μὲν κατορθώσαιμι, μηδὲ ἓν βλέπων, ὧν δ᾽ αἱ πόλεις ἔχουσιν, εὐπορῶν κακῶν, τρυγῶν ἀκάνθας, οὐκ ἀπανθίζων ῥόδα, τὰ δεινὰ γυμνὰ τῶν καλῶν καρπούμενος; ἄλλην ἀπαίτει μ᾽, ἣν θέλεις, εὐψυχίαν, τὴν δὲ πρότεινε τοῖς ἐμοῦ σοφωτέροις.

Τοιαῦτ᾽ Ἀθῆναι καὶ πόνοι κοινοὶ λόγων, ὁμόστεγός τε καὶ συνέστιος βίος, νοῦς εἷς ἐν ἀμφοῖν, οὐ δύω, θαῦμ᾽ Ἑλλάδος· καὶ δεξιαί, κόσμον μὲν ὡς πόρρω βαλεῖν, αὐτοὺς δὲ κοινὸν τῷ θεῷ ζῆσαι βίον λόγους τε δοῦναι τῷ μόνῳ σοφῷ λόγῳ. διεσκέδασται πάντα, ἔρριπται χαμαί, αὖραι φέρουσι τὰς παλαιὰς ἐλπίδας. ποῦ τις πλανηθῇ; θῆρες, οὐ δέξεσθέ με, παρ᾽ οἷς τὸ πιστὸν πλεῖον, ὡς γ᾽ ἐμοὶ δοκεῖ;

Ἔσχεν μὲν οὕτω ταῦτα, συντόμως φράσαι. ἐπεὶ δ᾽ ἐκάμφθην, οὐ φρόνημ᾽, ἀλλ᾽ αὐχένα— τί φῶ; πόθεν δὲ τὴν ἐμὴν ὠδῖνά σοι πᾶσαν παραστήσαιμι; κέντρα μοι πάλιν, πάλιν φυγάς τις καὶ δρομαῖος εἰς ὄρος κλέπτων φίλην δίαιταν, ἐντρύφημ᾽ ἐμόν. τί μοι τὸ κέρδος; οὐ γὰρ εὔτονος φυγάς ἦν, ὡς ἔοικε. πάντα δ᾽ εἰδὼς καρτερεῖν ἓν τοῦτ᾽ ἀγεννής· πατρὸς οὐ φέρω χόλον. πρῶτον μὲν οὖν ἀγῶνα ποιεῖται πατήρ ἐνιδρῦσαί με Σασίμοις· ὡς δ᾽ ἠσθένει, ὁ δεύτερος πλοῦς ἀλλὰ μὴ κάτω μένειν, αὐτῷ δὲ συμπονοῦντα (καὶ γὰρ ἦν βαρύς ταῖς σαρξὶν ἤδη) συνελαφρίζειν πόνους, χεῖρας προτείνων, τῆσδε τῆς γενειάδος ἁπτόμενος, οἵοις πρός με χρώμενος λόγοις. “Πατήρ σε λίσσεθ᾽, υἱέων ὦ φίλτατε, πατὴρ ὁ πρέσβυς τὸν νέον, τὸν οἰκέτην ὁ δεσπότης φύσει τε καὶ διπλῷ νόμῳ. οὐ χρυσὸν αἰτῶ σ᾽, οὐ λίθους οὐδ᾽ ἄργυρον, οὐ γῆς ἀρούρας, τέκνον, οὐδ᾽ ὅσα τρυφῆς. ζητῶ σ᾽ Ἀαρὼν καὶ Σαμουὴλ πλησίον θεῖναι θεῷ τε τίμιον παραστάτην. ὁ δοὺς ἔχει σε· τέκνον, μή μ᾽ ἀτιμάσῃς, ὡς ἵλεώ γε τοῦ μόνου τύχοις πατρός. καλὸν τὸ αἴτημ᾽, εἰ δὲ μή γε, πατρικόν. οὔπω τοσοῦτον ἐκμεμέτρηκας βίον, ὅσος διῆλθε θυσιῶν ἐμοὶ χρόνος. δὸς τὴν χάριν, δός—ἢ τάφῳ μ᾽ ἄλλος δότω. ταύτην ὁρίζω τῆς ἀπειθείας δίκην. δὸς τὰς βραχείας ἡμέρας τῷ λειψάνῳ. τὰ δ᾽ εἰσέπειτα σοὶ φίλως βουλευτέα.„ Ἐπεὶ δ᾽ ἤκουσα ταῦτα καὶ ψυχὴ βάρους μικρὸν διέσχεν ὥσπερ ἥλιος νέφους— τί γίνεται;