Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Η μετάβαση στην Κωνσταντινούπολη και η υπεράσπιση της πίστεως

Η ανάληψη του ποιμαντικού έργου στη βασιλεύουσα, η θεολογική αντίκρουση των αιρέσεων, οι διώξεις από το πλήθος και ο φθόνος των αντιπάλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 9

ποῖ τἀμὰ καταστρέφει πάθη; ἐνουθέτησ᾽ ἐμαυτόν, ὡς οὐδὲν βλάβος ἕως καθέδρας πατρὸς ἐκπλῆσαι πόθον. “οὐ γὰρ καθέξει τοῦτ᾽„, ἔφην, “ἄκοντά με, ὃν οὔτε κήρυγμ᾽ οὔθ᾽ ὑπόσχεσις κρατεῖ.„ οὕτως ἀνήγαγέν με νικήσας φόβος.

Ἐπεὶ δ᾽ ὑπεξῆλθον μὲν οἱ γονεῖς βίου κλῆρον λαχόντες, εἰς ὃν ἔσπευδον πάλαι, ἐγὼ δ᾽ ἐλείφθην οὐ καλῶς ἐλεύθερος, τῆς μὲν δοθείσης οὐδ᾽ ὅλως ἐκκλησίας προσηψάμην, οὐδ᾽ ὅσσον λατρείαν μίαν θεῷ προσενεγκεῖν ἢ συνεύξασθαι λεῴ ἢ χεῖρα θεῖναι κληρικῶν ἑνί γέ τῳ· τῆς πατρικῆς δέ—καὶ γὰρ οὐκ ἀνίεσαν ὁρκοῦντες, ἐμπίπτοντες εὐλαβῶν τινες, πολλῶν ἀτελέστων μηνύοντες ἐξόδους— χρόνον βραχὺν μὲν ὡς ξένος ἀλλοτρίας ἔσχον τιν᾽ ἐπιμέλειαν, οὐκ ἀρνήσομαι, τοῦτ᾽ αὐτὸ φάσκων τοῖς ἐπισκόποις ἀεί αἰτῶν τε δῶρον ἐκ βάθους τῆς καρδίας, στῆσαί τιν᾽ ἄνδρα τῷ πτολίσματι σκοπόν, λέγων ἀληθῆ, ἓν μέν, ὡς οὔπω τινά εἰληφὸς εἴη γνωρίμῳ κηρύγματι, τὸ δεύτερον δέ, ὡς πάλαι δεδογμένον εἴη φυγεῖν με καὶ φίλους καὶ πράγματα.

Ὡς δ᾽ οὐκ ἔπειθον τοὺς μὲν ἐκ πολλοῦ πόθου κρατεῖν θέλοντας, τοὺς δ᾽ ἴσως ὑπέρφρονας, πρῶτον μὲν ἦλθον εἰς Σελεύκειαν φυγάς, τὸν παρθενῶνα τῆς ἀοιδίμου κόρης Θέκλας· “τάχ᾽ ἂν πεισθεῖεν ἀλλ᾽ οὕτω„, λέγων, “χρόνῳ καμόντες ἡνίας δοῦναί τινι.„ καί μοι διῆλθεν οὐ βραχὺς τῇδε χρόνος.

Ἐπεὶ δ᾽ ἐπιστὰς τοῖς ἐμοῖς αὖθις κακοῖς, ὧν μὲν ἐνόμιζον, εὗρον οὐδὲ ἓν καλῶν, ὧν δ᾽ ἐκπεφεύγειν πραγμάτων, πολὺ στῖφος, ὑπερφανέντων ὥσπερ ἐκ προθεσμίας, ἐνταῦθα δή μοι τοῦ λόγου τὸ σύντονον. ἐρῶ δ᾽, ἃ λέξω, καίπερ εὖ ἐγνωκόσιν, ἵν᾽ ἡμᾶς οὐκ ἔχοντες ἀλλὰ τὸν λόγον ἔχητε τοῦτον, τῆς ἀνίας φάρμακον, ἐχθροῖς ὄνειδος, μαρτυρίαν δὲ τοῖς φίλοις ὧν ἠδικήμεθ᾽ οὐδὲν ἠδικηκότες.

Δύω μὲν οὐ δέδωκεν ἡλίους φύσις, δισσὰς δὲ Ῥώμας, τῆς ὅλης οἰκουμένης λαμπτῆρας, ἀρχαῖόν τε καὶ νέον κράτος, τοσοῦτο διαφέροντε ἀλλήλων, ὅσον τὴν μὲν προλάμπειν ἡλίου, τὴν δ᾽ ἑσπέρας, κάλλει δὲ κάλλος ἀντανίσχειν συζύγως. τούτων δὲ πίστιν ἡ μὲν ἦν ἐκ πλείονος καὶ νῦν ἔτ᾽ ἐστὶν εὔδρομος, τὴν ἑσπέραν πᾶσαν δέουσα τῷ σωτηρίῳ λόγῳ, καθὼς δίκαιον τὴν πρόεδρον τῶν ὅλων ὅλην σέβουσα τὴν θεοῦ συμφωνίαν· ἡ δ᾽ ἦν τὸ πρόσθεν ὀρθόπους, νῦν δ᾽ οὐκέτι —ταύτην λέγω δὴ τὴν ἐμήν, εἶτ᾽ οὐκ ἐμήν—, ἀλλ᾽ ἐν βυθοῖς ἔκειτο τῆς ἀπωλείας, ἐξ οὗ τὸ κοῦφον ἄστυ καὶ πλῆρες κακῶν πάντων Ἀλεξάνδρεια, θερμότης ἄνους, ἔπεμψ᾽ Ἄρειον, τὸ βδέλυγμ᾽ ἐρημίας, ὃς πρῶτος εἶπεν· “ἡ τριὰς οὐ σεπτέα„, ὅρους δ᾽ ἔθηκεν ἀξίας φύσει μιᾷ τεμὼν ἀνίσως τὴν ἀμέριστον οὐσίαν, ἕως κατετμήθημεν εἰς πολλὰς ὁδούς.

Ὅμως δὲ καίπερ ἀθλιωτάτη πόλις οὕτως ἔχουσα κατὰ τὸν ἐκ χρόνου νόμον —ἔθος γὰρ ἐγχρονίζον εἰς νόμον τελεῖ— θανοῦσά τ᾽ οἰκτρὸν ἐξ ἀπιστίας μόρον εἶχέν τι μικρὸν ζωτικῆς σπέρμα πνοῆς, ψυχὰς τελείας τῷ λόγῳ τῆς πίστεως, λαὸν βραχὺν μέν, τῷ θεῷ δὲ πλείονα, ὃς οὐκ ἀριθμεῖ πλῆθος, ἀλλὰ καρδίας, πιστὸν φύτευμα, κλῆμα τιμιώτατον. τούτοις—ἐδόξαμεν γὰρ ἐν θεῷ τινες εἶναι βίῳ τε καὶ λόγῳ τῶν γνωρίμων καίπερ ἀεὶ ζήσαντες ἄγροικον βίον— ἔπεμψεν ἡμᾶς ἡ χάρις τοῦ πνεύματος πολλῶν καλούντων ποιμένων καὶ θρεμμάτων λαοῦ βοηθοὺς καὶ λόγου συλλήπτορας, ὡς ἂν καταψύξαιμεν εὐσεβεῖ ῥοῇ ψυχὰς ἀνύδρους καὶ χλοαζούσας ἔτι τροφῇ τ᾽ ἐλαίου συγκραθῇ λύχνῳ τὸ φῶς, γλῶσσαι δὲ λάβροι καὶ πολύστροφοι πλοκαί, ἐξ ὧν τὸ ἁπλοῦν οἴχεται τῆς πίστεως, ἱστοί τ᾽ ἀράχνης, σαθρὰ δεσμωτήρια, τὰ κοῦφα συνδέοντες, ἰσχυροῖς γέλως, ῥαγεῖεν ἢ λυθεῖεν ἐν στερροῖς λόγοις, οἵ τ᾽ ἐμπεσόντες ἐκφύγοιεν τοὺς βρόχους.

Οὕτω μὲν ἦλθον, οὐχ ἑκών, ἀλλ᾽ ἀνδράσιν κλαπεὶς βιαίοις, ὡς λόγου συνήγορος. καὶ γάρ τις ἐθρυλεῖτο καὶ συνήλυσις ἐπισκόπων νέηλυν αἵρεσιν, λόγον ἐπεισαγόντων ταῖς φίλαις ἐκκλησίαις, ὃς τὴν πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου κρᾶσιν, ἣν οὐ τραπεὶς ἐδέξατ᾽ ἄνθρωπον λαβών ἔμψυχον, ἔννουν, ἐμπαθῆ τὰ σώματος, Ἀδὰμ ὅλον τὸν πρόσθε πλὴν ἁμαρτίας, ταύτην τεμὼν ἄνουν τιν᾽ εἰσάγει θεόν ὥσπερ δεδοικώς, μὴ θεῷ μάχηθ᾽ ὁ νοῦς —οὕτω γὰρ ἂν δείσαιμι καὶ σαρκὸς φύσιν, μᾶλλον γὰρ αὕτη, καὶ θεοῦ πορρωτάτω— ἢ τῶν μὲν ἄλλων δεομένων σωτηρίας τὸν νοῦν δ᾽ ὀλέσθαι παντελῶς δεδογμένου, ὃς δὴ μάλιστα τῷ θεῷ μου σωστέος, ὃς καὶ μάλιστ᾽ ὤλισθεν ἐν πρώτου πλάσει· ὃ γὰρ δέδεκτο, καὶ παρεῖδε τὸν νόμον, ὃ δ᾽ ἦν 〈τὸ〉 παριδόν, τοῦτο καὶ προσλήψιμον. μὴ τοίνυν ἥμισύν με σῳζέτω λόγος ὅλον παθόντα, μηδ᾽ ἀτιμούσθω θεός ὡς οὐχ ὅλον λαβών με, πηλὸν δὲ μόνον, ψυχὴν δ᾽ ἄνουν τε κἀλόγου ζῴου τινός, ὃ καὶ σέσωσται δηλαδὴ τῷ σῷ λόγῳ.

Καὶ ληξάτω τοιαῦτα εὐσεβῶν ἅπας. ἴσον τι γὰρ πταίουσιν ἐξ ἐναντίας τοῖς εἰσάγουσιν ἀσκόπως υἱοὺς δύο, τὸν ἐκ θεοῦ τε καὶ τὸν ἐκ τῆς παρθένου, οἱ τὴν κάτω τέμνοντες εὐαρμοστίαν, οἱ μὲν ξέοντες, οἱ δὲ διπλοῦντες κακῶς. εἰ γὰρ δύω, δέδοικα μὴ ἓν τῶν δύο, ἢ προσκυνῶμεν ἀνθ᾽ ἑνὸς δύω θεούς, ἢ τοῦτο μὴ πάθωμεν εὐλαβούμενοι πέμπωμεν ἔξω τοῦ θεοῦ τὸ σύνθετον. ὧν μὲν γὰρ ἡ σάρξ, οὐδὲν ἂν πάθοι θεός. θεοῦ δ᾽ ὅλου μετέσχεν ἀνθρώπου φύσις, οὐχ ὡς προφήτης ἤ τις ἄλλος ἐνθέων —ὃς οὐ θεοῦ μετέσχε, τῶν θεοῦ δέ γε—, ἀλλ᾽ οὐσιωθεῖσ᾽ ὥσπερ αὐγαῖς ἥλιος. οὗτοι μὲν οὖν ἔρροιεν ἐκ μέσου λόγου, εἰ μὴ σέβοιεν ὡς ἓν ἄνθρωπον θεόν, τὸν προσλαβόντα σύν γε τῷ προσλήμματι, τὸν ἄχρονόν τε καὶ τὸ συμμιγὲς χρόνῳ, τὸν ἐκ μόνου πατρός τε καὶ μητρὸς μόνης, δύω φύσεις εἰς Χριστὸν ἐλθούσας ἕνα.

Τὰ δ᾽ ἡμέτερα πῶς καὶ τίν᾽ ἔσχε τὸν τρόπον; πολλοῖς συνηνέχθημεν ἐλθόντες κακοῖς. πρῶτον μὲν ἐξέζεσε καθ᾽ ἡμῶν ἡ πόλις ὡς εἰσαγόντων ἀνθ᾽ ἑνὸς πλείους θεούς. θαυμαστὸν οὐδέν· ἦσαν οὕτως ἠγμένοι, ὥστ᾽ ἀγνοεῖν παντάπασιν εὐσεβῆ λόγον, πῶς ἡ μονὰς τριάζεθ᾽, ἡ τριὰς πάλιν ἑνίζετ᾽ ἀμφοῖν ἐνθέως νοουμένοιν. καὶ πρός γε τοῖς πάσχουσι δῆμος ἕλκεται, ὡς τῷ τότε σφῶν προστάτῃ καὶ ποιμένι οἶκτον λαβόντι τοῦ πάθους ὑπέρμαχον, δῆμος τοσοῦτος καὶ φρονήματος πλέως, ᾧ μὴ τὸ νικᾶν πάντα ἔσχατος ψόγος. λίθους παρήσω τὴν ἐμὴν πανδαισίαν, ὧν ἕν τι μέμφομ᾽· οὐ γὰρ ἦσαν εὔστοχοι τούτων τυχόντες, ὧν τυχεῖν κενὸς φόνος. ἔπειθ᾽ ὑπάρχοις ὡς φονεὺς εἰσηγόμην βλέπουσιν ὑψηλόν τι καὶ μετάρσιον, οἷς εἷς νόμος τὸν δῆμον ἵλεων ἔχειν, ὁ δεινὸν οὐδὲν πώποτ᾽ οὐδ᾽ εἰργασμένος οὐδ᾽ ἐννοήσας ὡς μαθητὴς τοῦ λόγου. καί μοι παρέστη τοῦ λόγου συνήγορος Χριστὸς βοηθῶν τῷ συνηγόρῳ λόγων, ὃς καὶ λεόντων οἶδεν ἐκσῴζειν ξένους καὶ πῦρ δροσίζειν εἰς ἀναψυχὴν νέων, κῆτος δὲ ποιεῖν εὐσεβῶν εὐκτήριον· οὗτός μ᾽ ἐδόξασ᾽ ἐν ξένῳ κριτηρίῳ.

Ἔπειτα δεινὸς τῶν ἐμῶν οἰδεῖ φθόνος εἰς Παῦλον ἑλκόντων με κἀπολλώ τινα, τοὺς μήτε σαρκωθέντας ἡμῖν πώποτε μήτ᾽ ἐκχέαντας αἷμα τιμίου πάθους· ἀφ᾽ ὧν καλούμεθ᾽, οὐχὶ τοῦ σεσωκότος· οἷς συνδονεῖται πάντα καὶ συσσείεται— ὡς εὐδρομούσης τἆλλα τῆς ἐκκλησίας. πῶς δ᾽ ἄν ποτ᾽ ἢ ναῦς ἢ πόλις, πῶς δ᾽ ἂν στρατός ἢ καὶ χοροῦ πλήρωμα, πῶς δ᾽ οἶκος φίλος σταίη πλέον τὸ βλάπτον ἢ κρατοῦν ἔχων; τοῦτ᾽ οὖν ἔπασχε τηνίχ᾽ ὁ Χριστοῦ λεώς· πρὶν γὰρ παγῆναι καὶ τυχεῖν παρρησίας, πρὶν ἐκλυθῆναι σπαργάνων τῶν παιδικῶν, οὔπω τελείως τὴν βάσιν ἐρηρεισμένος, ἐκόπτετ᾽, ἐρριπτεῖτο, ἐσπαράσσετο ἐν ὄψεσιν τεκόντων εὐγενὴς τόκος ἀτεκνίαν πεινῶσι τὴν ἐμὴν λύκοις. οὐ γὰρ φορητὸν ἄνδρα τὸν πενέστατον, ῥικνόν, κάτω νεύοντα καὶ δυσείμονα, γαστρὸς χαλινοῖς, δάκρυσιν τετηκότα φόβῳ τε τοῦ μέλλοντος, ὡς δ᾽ ἄλλων κακοῖς, οὐδ᾽ εὐφυῶς ἔχοντα τῆς προσόψεως, ξένον, πλανήτην, γῆς σκότῳ κεκρυμμένον τῶν εὐσθενούντων καὶ καλῶν πλέον φέρειν.

Σχεδὸν γὰρ αὐτῶν ταῦτα ἐξηκούετο· “θωπεύομεν, σὺ δ᾽ οὐχί· τιμῶμεν θρόνους, σὺ δ᾽ εὐλάβειαν· ἀρτύσεις ἡμῖν φίλαι, σοὶ δ᾽ εὐτέλεια, καὶ τρυφῆς ἔσθων ἅλας τῆς ὀφρυώδους ἁλμυρὸν καταπτύεις. δουλεύομεν καιροῖς τε καὶ λαῶν πόθοις ἀεὶ διδόντες τῷ πνέοντι τὸ σκάφος, χαμαιλεόντων τε τρόπον καὶ πολυπόδων πολλὰς τιθέντες τοῖς λόγοις ἀεὶ χρόας. σὺ δ᾽ ἡμὶν ἄκμων ἀνήλατος, τῆς ὀφρύος. ὥσπερ μιᾶς γε πίστεως οὔσης ἀεί στενοῖς τὸ δόγμα τῆς ἀληθείας σφόδρα, σκαιὰν βαδίζων πάντοτε τοῦ λόγου τρίβον. πόθεν δέ σοι, βέλτιστε, καὶ γλώσσῃ λάλῳ τὸν λαὸν ἕλκειν, τοὺς δὲ βάλλειν εὐστόχως κακῶς φρονοῦντας ἐν πολυσχιδεῖ πλάνῃ, διπλοῦν τιν᾽ ὄντα τοῖς φίλοις καὶ τοῖς ξένοις, τοῖς μὲν λίθον μάγνητα, τοῖς δὲ σφενδόνην;„ Ταῦτ᾽ εἰ μὲν οὐκ᾽ ἔσθ᾽, ὥσπερ οὐκ᾽ ἔστιν, κακά, τί δυσχεραίνεις ὥς τι πάσχων ἔκτοπον; εἰ δ᾽ ἔστι καὶ σοὶ τοῦτο φαίνεται μόνῳ, κρῖνον δικαίως ὡς θεοῦ παραστάτης ξαίνειν με τὸν πταίοντα, τὸν λαὸν δ᾽ ἔα, ὃς οὐδὲν ἠδίκηκεν ἢ στέργων ἐμέ ἡττημένος τε τῶν ἐμῶν διδαγμάτων.