Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς
Η επιβουλή του Μαξίμου του Κυνικού
Η άφιξη του Μαξίμου στην Κωνσταντινούπολη, η δόλια οργάνωση της νυκτερινής του χειροτονίας, η αποκάλυψη της συνωμοσίας και η επακόλουθη εκδίωξή του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η επιβουλή του Μαξίμου του Κυνικού
Η άφιξη του Μαξίμου στην Κωνσταντινούπολη, η δόλια οργάνωση της νυκτερινής του χειροτονίας, η αποκάλυψη της συνωμοσίας και η επακόλουθη εκδίωξή του.
Τὰ πρῶτα μὲν δὴ καὶ φέρειν οἷός τε ἦν. εἰ γάρ με καὶ τὸ καινὸν ἐπτόει βραχύ, ὡς ἀθρόως τις ὠσὶν ἐμπεσὼν ψόφος ἢ τοῖς ἀπείροις ἀστραπῆς αὐγῆς τάχος, ἀλλ᾽ ἦν ἔτ᾽ ἀπλὴξ καὶ φέρειν πάντα σθένων· ἥ τ᾽ ἐλπὶς οὖσα πραγμάτων ἐλευθέρων, τοῦ μὴ πάλιν μοι ταὐτὸ συμπεσεῖν πάθος, ἔπειθε ῥᾷον διαφέρειν τὴν συμφοράν. ἃ δ᾽ ἦλθεν ἡμῖν αὖθις ἐκ τούτων κακά— ὢ πῶς ἂν ἐκφράσαιμι τοὺς ἐμοὺς πόνους; ὢ τῶν κακῶν ποριστά, δαῖμον βάσκανε, πῶς ἴσχυσας τοσοῦτον ἐκπλῆσαι κακόν; οὐχ αἷμά μ᾽ οὐδὲ βάτραχος, οὐ σκνιπῶν νέφος οὐδὲ κυνόμυια οὔτε τις κτηνῶν φθορά, οὐ φλυκτίς, οὐ χάλαζ᾽, οὐκ ἀκρίς, οὐ σκότος, οὐ πρωτοτόκων ὄλεθρος, ἔσχατον κακῶν, ἔκαμψεν ἡμᾶς (ταῦτα γὰρ τῶν ἀγρίων Αἰγυπτίων μάστιγες ἐκβοώμεναι).
καὶ πρός γ᾽ Ἐρυθρᾶς κῦμα συγκλύσαν λεών. τί δ᾽ ὦσεν ἡμᾶς; κουφότης Αἰγυπτίων. ὡς δ᾽ ὦσεν, εἰπεῖν ἄξιον· στήλη γὰρ ἄν αὕτη γένοιτο τῶν κακῶν αἰωνία. Ἦν τίς ποθ᾽ ἡμῖν ἐν πόλει θηλυδρίας, Αἰγύπτιον φάντασμα, λυσσῶδες κακόν, κύων, κυνίσκος, ἀμφόδων ὑπηρέτης, ἄρις, ἄφωνον πῆμα, κητῶδες τέρας, ξανθὸς μελάνθριξ, οὖλος ἁπλοῦς τὴν τρίχα— τὰ μὲν παλαιά, τὰ δ᾽ ἀρτίως εὑρημένα· τέχνη γάρ ἐστι δημιουργὸς δευτέρα. πλεῖστον γυναικῶν ἔργον, εἴτ᾽ οὖν ἀρρένων, χρυσοῦν, ἑλίσσειν τὴν φιλόσοφον σισόην. τὰ τῶν γυναικῶν ἐν προσώποις φάρμακα σοφοὶ φερόντων· εἰς τί γὰρ μόναι σοφαί τὴν ἀπρεπῆ τε καὶ κακὴν εὐμορφίαν, ἣ πρόγραμμ᾽ ἐστὶ καὶ σιωπῶν τοῦ τρόπου, ὡς οὐκ ἐχόντων Μαξίμους καὶ ἀρρένων; ἡ κουρὰ τοῦτ᾽ ἔδειξε λανθάνον τέως. τοιαῦτα θαύμαθ᾽ ἡμὶν ἐκ τῶν νῦν σοφῶν, διπλοῦν τιν᾽ εἶναι τὴν φύσιν τὸ σχῆμά τε ἀμφοῖν μερίζειν τοῖν γενοῖν τρισαθλίως, κόμην γυναιξίν, ἀνδράσιν βακτηρίαν. ἐξ ὧν ἐκόμπαζ᾽ ὥς τι τῇ πόλει δοκῶν, ὤμους σκιάζων βοστρύχοις ἀεὶ φίλοις, πέμπων λογισμοὺς σφενδονωμέναις κόμαις, πᾶσαν φέρων παίδευσιν ἐν τῷ σώματι.
Πολλὰς διελθὼν οὗτος, ὡς ἀκούομεν, ὁδοὺς πονηράς—ἅστινας δ᾽ ἄλλοις μέλοι, οὐ γὰρ τὰ πάντ᾽ ἔμοιγε ἐκζητεῖν σχολή· βίβλοι δ᾽ ὅμως φέρουσιν ἀρχόντων ὅσαι— ταύτῃ τελευτῶν ἐγκαθέζεται πόλει. οὐδὲν γὰρ εἶχε βρῶμα τῶν εἰωθότων· ὀξὺ βλέπων δὲ καὶ σοφῶς ὀσφρώμενος— σοφὸν γὰρ ἔστω καὶ τὸ πικρῶς συντεθέν, τὸ δ᾽ ἐστὶν ἡμᾶς τῆς καθέδρας ἐκβαλεῖν τοὺς οὔτ᾽ ἔχοντας, οὔθ᾽ ὅλως τιμωμένους, πλὴν τοῦ φυλάξαι καὶ καταρτίσαι λεών· σοφώτερον δέ, καὶ γὰρ οὐ διὰ ξένων, αὐτῶν δ᾽ ἀφ᾽ ἡμῶν συμπλέκει τὸ δρᾶμ᾽ ὅλον, ὡς ἂν σοφιστὴς τῶν κακῶν καὶ συνθέτης, τῶν ταῦτ᾽ ἀήθων καὶ πλοκῆς πάντῃ ξένων, ἄλλην δὲ τιμᾶν δεινότητ᾽ εἰθισμένων· εἰπεῖν σοφόν τι καὶ λέγοντα θαυμάσαι βίβλων τε θείων ἐκλέγειν τὴν καρδίαν.
Καινόν τιν᾽ εἰπεῖν ἐν κακοῖς λόγον θέλω· ἐχρῆν τὸν αὐτὸν πᾶσιν εἶναι δὴ τρόπον, ἢ τὸν κακῶν ἄπειρον ἢ τὸν ποικίλον. ἧττον γὰρ ἐβλάπτοντ᾽ ἂν ἔκ τινών τινες ἀντιζυγούντων ἢ συνεστώτων τρόπων· νῦν δ᾽ εἰσὶ θήρα τῶν κακῶν οἱ βελτίους. τίς ἡ τοσαύτη σύγχυσις τοῦ πλάσματος; ὡς σφόδρ᾽ ἀνίσως ἐζύγημεν ἐκ θεοῦ. τίς τὸν κάκιστον ὄψεται τῶν μετρίων δολοῦντα, συμπλέκοντα, μηχανώμενον, κλέπτονθ᾽ ἑαυτὸν μυρίαις ἀεὶ στροφαῖς; τὸ μὲν γὰρ εὐκίνητον εἰς μοχθηρίαν τηρεῖ τὰ πάντα καὶ βλέπει τὰ καίρια· τὸ δ᾽ εἰς ἀρετὴν πρόχειρον εἰς ὑποψίαν τῶν χειρόνων ἀργόν τε καὶ νωθὲς φύσει. οὕτως ἁλίσκετ᾽ εὐχερῶς ἡ χρηστότης.
Πῶς τοῦτο ποιεῖ καί—σκοπεῖθ᾽—ὡς ποικίλως. Αἰγύπτιόν τιν᾽ ἄλλον ὄψει Πρωτέα. τῶν εὐνοούντων γίνεται καὶ τῶν σφόδρα πιστῶν. τίς οὕτως ὡς ἔμοιγε Μάξιμος στέγης, τραπέζης, δογμάτων, βουλευμάτων κοινωνός; οὐδὲν θαῦμα· καὶ γὰρ ἦν μέγα· κύων ὑλακτῶν δῆθεν τοὺς κακόφρονας καὶ τῶν ἐμῶν πρόθυμος αἰνετὴς λόγων. ὁμοῦ δὲ ταῦτα, καί τι τῶν ἐν βήματι λαβὼν νόσημα, λεῖμμα τῆς πρώτης νόσου, τὸ δ᾽ ἦν ἄπαυστος ζῆλος, ἔμφυτον κακόν— οὐ ῥᾳδίως γὰρ κάμπτεται πονηρία—, τούτοις βραβεύων ἀνίσως, αὑτῷ φίλως, δύω συνεργοῖς χρώμενος τῆς πικρίας, πρώτῳ τε δευτέρῳ τε ἀνθρωποκτόνοις, μόγις ποτ᾽ ἐξέρρηξεν ἀσπίδος τόκον. ὁ πρῶτος ἦν Βελίας, ἄγγελός ποτε, ὁ δεύτερος δὲ τοῦδε λαοῦ πρεσβύτης τὸν νοῦν τι μᾶλλον ἢ τὸ σῶμα βάρβαρος, ὃς οὐ παροφθείς, οὐδὲν ἐκμελὲς παθών, τὰ πρῶτ᾽ ἔχων τιμῆς τε καὶ θρόνων ἀεί— ἄκουε, Χριστέ, καὶ Δίκης ὄμμ᾽ ἀπλανές, εἰ δὴ καλεῖν ἐνταῦθα Χριστὸν ἄξιον— μῖσος πονηρὸν καὶ κακότροπον ἀθρόως ὤδινεν. οἴ μοι· πῶς ἀποκλαύσω; σκότος αἰθρία λαμπρά, καὶ τὸ συντεθὲν κακόν πόρρωθεν ἦλθεν ἡμίν, Αἰγύπτου νέφος.
Κατάσκοποι μὲν πρῶτον, οὓς τῆς ἐκκρίτου γῆς Ἰσραήλ ποτ᾽ ἐξέπεμψ᾽ ὁ γεννάδας· πλὴν οὐκ Ἰησοῦς οὐδὲ Χάλεβ οἱ σοφοί, ἀλλ᾽ εἴ τις ὕβρις ἐν νέοις καὶ πρεσβύταις, Ἄμμων, Ἀπάμμων, Ἁρποκρᾶς, Στίππας, Ῥόδων, Ἄνουβις, Ἑρμάνουβις, Αἰγύπτου θεοί, πιθηκόμορφοι καὶ κυνώδεις δαίμονες, δύστηνα ναυταρίδια καὶ παράφθορα, εὔωνα, μικροῦ κέρματος πολλοὺς θεούς ῥᾷστ᾽ ἂν προθέντα, εἴπερ ἦσαν πλείονες.
Ἔπειτα μικρὸν ὕστερον οἱ πεπομφότες τούτους, στρατηγοὶ τῆς φάλαγγος ἄξιοι ἤ, τῶν κυνῶν εἰπεῖν τι προσφυέστερον, οἱ ποιμένες. πλέον γὰρ οὐδὲν φθέγξομαι —καίπερ σφαδᾴζων ἔνδοθεν πολλοῖς λόγοις ὥσπερ τις ἀσκὸς δέσμιος γλεύκους ζέων ἢ καὶ φυσητὴρ χαλκέως γέμων πνοῆς— αἰδοῖ τε τοῦ πέμψαντος, εἰ καὶ κουφόνους, αὐτῶν τ᾽ ἐκείνων, οἷς τι συγγνώμης τυχόν μετῆν ὑποσπασθεῖσιν ἐξ ἀγροικίας, ὅποι φέροιεν οἱ κακοί, κινουμένοις, οὓς ἐνθάδ᾽ ἡμὶν ἐδημιούργησε φθόνος. σοφοί, τὸ πρόβλημ᾽ εἴπατ᾽—οὐκ ἔμοιγε γάρ τοῦτ᾽ εὐσύνοπτον, πλήν τις εἰ φράζοι σοφῶν—· πῶς Πέτρος αὐτός, ὁ βραβεὺς τῶν ποιμένων, πρώην μὲν ἡμᾶς ἐγκαθίστη γράμμασιν οὕτω προδήλως διπλόης ἐλευθέροις, ὡς αὐτὰ πείσει τὰ πρὸς ἡμᾶς γράμματα, καὶ συμβόλοις ἐτίμα τῆς ἱδρύσεως, νῦν δ᾽ ἧκεν ἡμῖν ἔλαφος ἀντὶ παρθένου; ταῦτ᾽ οὐ πρόδηλα, ταῦτα δεῖθ᾽ ἑρμηνέως.
Ὤφθη τι τούτων σκηνικώτερόν ποτε πολλῶν πονηρῶς ἐν βίῳ πεπαισμένων; ὀφθήσεται δὲ ἄλλο παιγνικώτερον; οἶνόν τις εἶπε συμπότης πάντων κρατεῖν, ἄλλος γυναῖκα, τὴν δ᾽ ἀλήθειαν σοφός· ἐγὼ δ᾽ ἂν εἶπον χρυσόν, ὡς ἔχει κράτος. τούτῳ τὰ πάντα ῥᾳδίως πεσσεύεται. οὔπω τὸ δεινόν, εἰ τὰ τοῦ κόσμου μόνα πλέον παρ᾽ ἡμῖν ἰσχύει τοῦ πνεύματος. πόθεν δ᾽ ὁ χρυσὸς τῷ κυνί, ζητητέον. πρεσβύτερον ἐκ Θάσου τιν᾽ ἥκοντ᾽ ἐνθάδε χρυσὸν φέροντα τῆς ἐκεῖσ᾽ ἐκκλησίας, ἐφ᾽ ᾧ πρίασθαι Προικονησίας πλάκας, τοῦτον περισήνας καὶ λαβὼν συμπράκτορα πολλαῖς τε δήσας ἐλπίσιν τὸν ἄθλιον— οἱ γὰρ κακοὶ τάχιστα μίγνυνται κακοῖς— τὸν χρυσὸν εἶχεν εἰς ἅπανθ᾽ ὑπηρέτην, πιστὸν συνεργόν, γνήσιον συνέμπορον. τεκμήριον δέ· καὶ γὰρ οἱ πρώην ἐμέ σέβοντες, ὡς ἄχρηστον, ἄχρυσον φίλον περιφρονοῦσι φίλτατοι καὶ ῥᾳδίως κλίνουσι πρὸς τὸ χεῖρον ὡς ῥοπὴ ζυγοῦ.
Νὺξ ἦν· ἐγὼ δ᾽ ἔκαμνον· οἱ δ᾽ ὥσπερ λύκοι κλέπται φανέντες ἀθρόως μάνδρας ἔσω, πολλοὺς ἔχοντες μισθίους ἐκ τοῦ στόλου, ἐξ ὧν Ἀλεξάνδρεια ῥᾷστ᾽ ἀνάπτεται— καὶ γὰρ συνεμπίπτουσι τῷ στόλῳ σαφῶς—, κεῖραι προθυμοῦντ᾽ εἰς καθέδραν τὸν κύνα, πρὶν ἤ τι λαῷ, πρὶν κτίλοις ἐκκλησίας, πρὶν ἡμὶν αὐτοῖς, ὡς κυσὶν γοῦν, γνωρίσαι. οὕτω φασὶν καὶ ταῦτα προστεταγμένοι. οὕτως Ἀλεξάνδρεια τιμᾷ τοὺς πόνους. οὕτω δικάσαι τις ὑμὶν ἄλλος εὐμενής.
Ἦν ὄρθρος· ὁ κλῆρος δέ—καὶ γὰρ ἐγγύθεν ᾤκουν—ἀνήφθη καὶ τάχιστα τὸν λόγον ἄλλῳ δίδωσιν ἄλλος. εἶτ᾽ ἐγείρεται φλὸξ λαμπρὰ λίαν· ὢ πόσων μὲν ἐν τέλει, πόσων ξένων δὲ συρρυέντων καὶ νόθων. οὐκ ἦν γὰρ ὅστις οὐκ ἐμεμήνει τοῖς τότε τοιαῦθ᾽ ὁρῶντες τἀπίχειρα τῶν πόνων. τί μακρὰ τείνω; ἐκ μὲν ἡμῶν αὐτίκα χωροῦσιν ὀργῇ, τοῦ σκοποῦ τῷ μὴ τυχεῖν ἀλγοῦντες. ὡς δ᾽ ἂν μὴ μάτην ὦσιν κακοί, τὸ λεῖπον ἐκπληροῦσι τῇ σκηνῇ τέλος. εἰς γὰρ χοραύλου λυπρὸν οἰκητήριον ἀχθέντες οἱ σεμνοί τε καὶ θεῷ φίλοι λαόν τ᾽ ἔχοντες τῶν ἀποβλήτων τινάς κυνῶν τυποῦσι τὸν κάκιστον ποιμένα, κείραντες οὐ δήσαντες οὐδὲ σὺν βίᾳ· κύων γὰρ ἦν πρόθυμος εἰς τὰ κρείσσονα. τομὴ δ᾽ ὑπῆλθε βοστρύχους εὐφορβίους λύουσ᾽ ἀμόχθως τὸν πολὺν χειρῶν πόνον, τοσοῦτον αὐτῷ καὶ μόνον δεδωκυῖα, ὅσον γυμνῶσαι τὸ τριχῶν μυστήριον, τριχῶν, ἐν αἷς ἔκειτο τὸ σθένειν ἅπαν, ὥσπερ λέγουσι τῷ κριτῇ Σαμψών ποτε, ὃν ἡ κόμη προὔδωκεν ἐξυρημένη, τριχῶν, ἀώρου κἀνεμοφθόρου θέρους, ἅς τις γυνὴ τέτμηκεν εἰς ἐχθρῶν χάριν.
Ποιμὴν δὲ δειχθεὶς ἐκ κυνῶν ἐκ ποιμένων πάλιν κύων πέφηνε· τῆς ἀτιμίας. κύων ἔρημος, μήτε τῆς κόμης ἔτι φέρων τὸ κάλλος, μήτε τὴν ποίμνην στρέφων, αὖθις μακέλλων ὀστέοις ἐπιτρέχων. δράσεις δὲ δὴ τί τὴν καλὴν κόμην; πάλιν θρέψεις φιλεργῶν; ἢ μενεῖς τοῖος γέλως; ἄμφω γὰρ αἰσχρά, καί τι τοῖν δυοῖν μέσον οὐκ ἔστιν εὑρεῖν οὐδὲ ἕν—πλὴν ἀγχόνης. θήσεις δὲ ποῦ μοι τὰς τρίχας, πέμψεις δὲ ποῦ; σκηναῖς θεάτρων, εἰπέ μοι, ἢ παρθένοις; τίσιν δὲ τούτων αὖθις; ἦ Κορινθίαις ταῖς σαῖς, μεθ᾽ ὧν τὰ θεῖα ἐξησκοῦ ποτε μόνος μόναις τε πανσόφως κοινούμενος; ἀνθ᾽ ὧν σε θήσω μᾶλλον οὐρανοῦ κύνα.
Εὐθὺς μὲν οὖν τοσοῦτον ἤλγησεν πόλις τοῖς τηνικαῦτα συμβεβηκόσιν κακοῖς, ὥστ᾽ ἐπρίοντο πάντες· ἐξέχει θ᾽ ἅπας λόγους ἀηδεῖς τοῦ βίου κατηγόρους, θυμοῦ φέροντος ἃ φρένες συνεκρότουν. ἄλλος τι δ᾽ ἄλλο ἠράνιζεν εἰς ἑνός κακοῦ τελείου πάντοθεν συμφωνίαν. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν συνανίσταται πάθη τὰ μικρὰ ταῖς μεγάλαις ἀρρωστίαις, κἂν ἠρεμοῦντα τῷ σθένειν τέως τύχῃ, οὕτως ἐκείνου πάντα τὰ πρόσθεν κακά ἐστηλίτευσεν ἡ τελευταία στάσις. ἀλλ᾽ οὐκ ἐμοῦ γε ταῦτ᾽ ἂν ἐξέλθοι ποτέ. ἴσασιν οἱ λέγοντες· ἐνδάκνω δ᾽ ἐγώ τῶν πρόσθεν αἰδοῖ καίπερ ἠδικημένος. “Τί οὖν; σὺ τοῦτον οὐ χθὲς εἶχες ἐν φίλοις καὶ τῶν μεγίστων ἠξίους ἐγκωμίων;„ τάχ᾽ ἄν τις ἀπαντήσειε τῶν ταῦτ᾽ εἰδότων καὶ τὴν τότ᾽ εὐχέρειαν αἰτιωμένων, ὑφ᾽ ἧς ἐτίμων καὶ κυνῶν τοὺς χείρονας. ἄγνοιαν ἠγνόησα μίσους ἀξίαν. ἐξηπατήθην ὡς Ἀδὰμ γεύσει κακῇ. ὡραῖον ἦν τὸ πικρὸν εἰς ὄψιν ξύλον. τὸ σχῆμά μ᾽ ἠπάτησε τῆς ὁρωμένης ἄχρι προσώπου πίστεως καὶ ῥημάτων. πιστοῦ γὰρ ἀνδρὸς οὐδὲν εὐπειθέστερον πρὸς εὐλάβειαν ῥᾳδίως ὁρμωμένου ἢ οὖσαν ἢ δοκοῦσαν, ὢ χρηστοῦ πάθους· ὃ βούλεται γάρ, τοῦθ᾽ ἕκαστος οἴεται.
Τί χρῆν με ποιεῖν; εἴπατ᾽, ὦ σοφώτατοι. τί δ᾽ ἄν τις ὑμῶν ἄλλο τι πρᾶξαι δοκεῖ οὕτως ἔτι στενῆς τε τῆς ἐκκλησίας οὔσης τόθ᾽, ὥστε καὶ καλάμης τι συλλέγειν; ἐξουσίαν γὰρ οὐ τοσαύτην ὁ στενός, ὅσην δίδωσι καιρὸς ὁ πλάτους γέμων. μέγιστον ἦν μοι καὶ πατῶν αὐλὴν κύων ἐμὴν σέβων τε Χριστὸν ἀνθ᾽ Ἡρακλέους. τῷ δ᾽ ἦν τι μεῖζον· τὴν ἐπ᾽ αἰσχίστοις φυγήν πίστιν πεποίηθ᾽ ὡς θεοῦ πάσχων χάριν. μαστιγίας ἦν, ἀλλ᾽ ἐμοὶ νικηφόρος. εἰ τοῦτο δεινόν, οἶδα πολλὰ πολλάκις τοιαῦθ᾽ ἁμαρτών. ἆρα συγγνώσεσθέ μοι, ἄνδρες δικασταί, τῆς καλῆς ἁμαρτίας; ἦν μὲν κάκιστος, ἀλλ᾽ ἐτίμων ὡς καλόν.
Ἦ φθέγξομαί τι καὶ νεανικώτερον; ἰδού, προτείνω τὴν ἄκαιρον καὶ λάλον γλῶσσαν· ὁ θέλων ἀνηλεῶς ἐκτεμνέτω. τί δ᾽ οὐχὶ τέτμητ᾽; ἢ δοκεῖ σοι καὶ σφόδρα, ἣ μακρὰ σιγᾷ καὶ πλέον σιγήσεται, ἴσως δίκας τίνουσα τῆς ἀκαιρίας, ὡς ἂν μάθῃ μὴ πᾶσιν εἶναι δεξιά; κἀκεῖνο δ᾽ οἷον· προστεθήτω γὰρ μόνον· ὄντως ἀσυλλόγιστον ἡ πονηρία. ὃν γὰρ τὸ χρηστὸν οὐκ ἐποίησ᾽ ἥμερον, τί ἂν δράσειεν ἄλλο τῶν πάντων ποτέ; καὶ οὗ τοσοῦτός ἐστιν ἡ τιμὴ ψόγος, τούτου τί φήσεις τὸν τρόπον; ἦ κακὸν μέγα; ταῦτ᾽ εἰ μέν ἐστι πιστά, μὴ ζήτει πλέον· εἰ δ᾽ οὐκ ἀληθῆ, μηδὲ τὰ πρόσθεν δέχου. τούτων τί ἂν γένοιτο δυσμαχώτερον; οὕτω μὲν ἔνθεν ἠλάθη κακῶς κακός, εἰπεῖν δ᾽ ἀληθὲς μᾶλλον ὡς καλῶς κακός.
Ἐπεὶ δὲ φύλοις βαρβάρων κακὸν φέρων βασιλεὺς ἑῷος εἶχεν ὁρμητήριον τὴν Θεσσαλονίκην, τηνικαῦτα τί πλέκει κύων ὁ παγκάκιστος; ἄθρει μοι πάλιν· ἄρας τὸ συρφετῶδες Αἰγύπτου στῖφος— λέγω δὲ τοὺς κείραντας αὐτὸν ἀπρεπῶς— ὡς τὴν καθέδραν βασιλικῷ προστάγματι πήξων ἑαυτῷ τῷ στρατοπέδῳ προστρέχει. κἀκεῖθεν αὖθις ὡς κύων ἀπορριφείς ὀργῇ τε πολλῇ χὠρκίοις φρικώδεσιν— οὔπω γὰρ ἦν τὰ ὦτα διατεθεὶς κακῶς οὐδεὶς καθ᾽ ἡμῶν, ἀλλ᾽ ἔτ᾽ εἶχον ὑγιῶς— εἰς τὴν Ἀλεξάνδρειαν αὖθις φθείρεται, ὀρθῶς γε ποιῶν τοῦτο καὶ μόνον σοφῶς.
Πέτρῳ γάρ, ᾧ δίσχιστος ἡ γραφίς ποτ᾽ ἦν πάντα γράφοντι ῥᾳδίως τἀναντία, μισθοφορικόν τι τῶν ἀνεστίων ἔχων ἐπιφύεται καὶ τὸν γέροντ᾽ ἀποστενοῖ, ἢ τοῦτον αἰτῶν, ὅνπερ ἤλπισε, θρόνον ἢ τοῦ παρόντος μὴ μεθήσεσθαι λέγων, ἕως ὑπάρχου τὴν κινουμένην φλόγα, μὴ ταῖς παλαιαῖς προστεθῇ τι συμφοραῖς, ὡς εἰκὸς ἦν δείσαντος ἔξω πέμπεται. καὶ νῦν δοκεῖ μὲν ἠρεμεῖν, δέος δέ μοι, μή που τὸ δεινὸν καὶ χαλάζης ἔγκυον νέφος συνωσθὲν ἐκ βιαίου πνεύματος τοῖς οὐ δοκοῦσι τὴν χάλαζαν ἐκχέῃ. οὐ μή ποτ᾽ ἤρεμον γὰρ ἡ μοχθηρία οὐδὲν φρονήσει, κἂν σχεθῇ παραυτίκα.
Τοιαῦτα φιλοσοφοῦσιν οἱ νυνὶ κύνες— κύνες ὑλάκται, τοῦτο καὶ μόνον κύνες. τί Διογένης τοιοῦτον ἢ Ἀντισθένης; τί δαὶ πρὸς ὑμᾶς ὁ Κράτης; διάπτυε τοὺς περιπάτους Πλάτωνος· οὐδὲν ἡ Στοά. ὦ Σώκρατες, τὰ πρῶτα μέχρι νῦν φέρεις. φθέγξωμ᾽ ἐγώ τι πιστότερον τῆς Πυθίας; ‘ἀνδρῶν ἁπάντων Μάξιμος σοφώτατος.’ Ἐγὼ δὲ τληπαθὴς μέν, εἰ καί τις βροτῶν, ἤμην τ᾽ ἀπ᾽ ἀρχῆς, εἰμί τε πλέον τὰ νῦν, πόνοις μὲν ἐκ γῆς, κινδύνοις δὲ ποντίοις, ἐξ ὧν ἐσώθην—καὶ χάρις πολλὴ φόβοις. οὗτοι δεδώκασίν με τοῖς ἄνω σαφῶς πάντων ὑπερκύψαντα τῶν πλανωμένων. ὅμως δὲ τὴν τότ᾽ οὐ φέρων ἀτιμίαν καὶ τῆς ἀφορμῆς ἀσμένως δεδραγμένος, ὡς τὸν κάκιστον ᾐσθόμην κεκαρμένον, πάντων μὲν ἡμῖν τῶν φίλων ἐγκειμένων, οἳ καί με φρουρᾶς εἶχον εἴσω λαθρίου τηροῦντες ὁρμάς, ἐξόδους, ἀναστροφάς, πάντων δ᾽ ὁρώντων τὴν πάλην τῶν δυσμενῶν, οἳ τὴν τομὴν ᾤοντο τοῦ λόγου λύσιν— ταῦτ᾽ οὖν ὁρῶν τε καὶ φέρειν οὐ καρτερῶν ἀνδρός τι πάσχω (καὶ γὰρ οὐκ ἀρνήσομαι) ἁπλουστέρου τι μᾶλλον ἢ σοφωτέρου. πρύμναν γάρ, ὡς λέγουσι, κρούομ᾽ αὐτίκα, οὐκ εὐμαθῶς μέν· οὐ γὰρ ἄν τις ᾔσθετο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.