Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ δόγματος καὶ τῆς καταστάσεως τῶν ἐπισκόπων

Γρηγόριος ὁ Ναζιανζηνός

Προϋποθέσεις της θεολογίας και αναγκαιότητα της καθάρσεως

Η ανάγκη της πνευματικής καθάρσεως πριν από την ενασχόληση με τη θεολογία, με αναφορές σε βιβλικά παραδείγματα που καταδεικνύουν την απρόσιτη αγιότητα του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ Κʹ. Περὶ δόγματος καὶ καταστάσεως ἐπισκόπων. Αʹ. Ὅταν ἴδω τὴν νῦν γλωσσαλγίαν, καὶ τοὺς αὐθημερινοὺς σοφοὺς, καὶ τοὺς χειροτονητοὺς θεολόγους, οἷς ἀρκεῖ τὸ θελῆσαι μόνον πρὸς τὸ εἶναι σοφοῖς· ποθῶ τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ σταθμὸν ἔσχατον ἐπιζητῶ, κατὰ τὸν Ἱερεμίαν, καὶ ἐμαυτῷ μόνῳ συγγενέσθαι βούλομαι. Οὐδὲν γάρ μοι δοκεῖ τοιοῦτον, οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσμου γενόμενον, μηδενὸς τῶν ἀνθρωπίνων προσαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσλαλοῦντα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ ἀεὶ τὰς θείας ἐμφάσεις καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, οἷον ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων, καὶ ὂν, καὶ ἀεὶ γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον, μέχρις ἂν πρὸς τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ τύχωμεν τοῦ μακαρίου τέλους, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ· ὡς μόλις ἄν τις ἑαυτὸν, ἢ μακρᾷ φιλοσοφίᾳ παιδαγωγήσας, καὶ ἀποῤῥηγνὺς κατὰ μικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς, καὶ φωτοειδὲς, τοῦ ταπεινοῦ καὶ σκότῳ συνεζευγμένου, ἢ Θεοῦ τυχὼν ἵλεω, ἢ καὶ ἄμφω ταῦτα, καὶ μελέτην ὅτι μάλιστα ποιούμενος ἄνω βλέπειν, τῆς κατασπώσης ὕλης ἐπικρατήσειε.

Πρὶν δὲ ταύτην ὑπερσχεῖν, ὅση δύναμις, καὶ ἀνακαθᾶραι ἱκανῶς τά τε ὦτα καὶ τὴν διάνοιαν, ἢ ψυχῆς ἐπιστασίαν δέξασθαι, ἢ θεολογίᾳ προσβαλεῖν, οὐκ ἀσφαλὲς εἶναι γινώσκω.

Βʹ. Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος, ἵνα μή με τοῦ δέοντος δειλότερον ὑπολάβοιτε, ἀλλὰ καὶ ἐπαινῆτε τῆς προμηθείας, ἀκούω μὲν αὐτοῦ Μωϋσέως, ἡνίκα ἐχρημάτιζεν αὐτῷ ὁ Θεὸς, ὅτι πλειόνων εἰς τὸ ὄρος προσκεκλημένων, ὧν εἷς ἦν καὶ Ἀαρὼν σὺν τοῖς παισὶν αὐτοῦ τοῖς δύο τοῖς ἱερεῦσιν, οἱ μὲν λοιποὶ πάντες προσκυνῆσαι πόῤῥωθεν ἐκελεύσθησαν, ἐγγίσαι δὲ Μωϋσῆς μόνος, οὐ συναναβῆναι δὲ ὁ λαός.

Καὶ μικρὸν πρὸ τούτων, τοὺς μὲν ἄλλους ἀστραπαὶ, καὶ βρονταὶ, καὶ σάλπιγγες, καὶ ὅλον καπνιζόμενον τὸ ὄρος, καὶ ἀπειλαὶ φρικώδεις, καὶ τοιαῦτα δείματα ἵστη κάτω· καὶ μέγα ἦν αὐτοῖς ἀκοῦσαι τῆς τοῦ Θεοῦ φωνῆς μόνον, καὶ ταῦτα εὖ μάλα ἁγνισαμένοις.

Μωϋσῆς δὲ καὶ ἄνεισι, καὶ τῆς νεφέλης εἴσω χωρεῖ, καὶ Θεῷ συγγίνεται, καὶ δέχεται νόμον, τοῖς μὲν πολλοῖς τὸν τοῦ γράμματος, τοῖς δὲ ὑπὲρ τοὺς πολλοὺς τὸν τοῦ πνεύματος. Γʹ. Γινώσκω δὲ Ἡλεῖ τὸν ἱερέα, καὶ μικρὸν ὕστερον Ὀζᾶν τινα· τὸν μὲν καὶ ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλμων κατὰ τῶν θυσιῶν, καὶ ταῦτα οὐκ ἀποδεχόμενον αὐτῶν τὴν ἀσέβειαν, ἀλλὰ πολλὰ πολλάκις ἐπιτιμήσαντα· τὸν δὲ, ὅτι τῆς κιβωτοῦ ψαῦσαι τολμήσας μόνον, περισπασθείσης ὑπὸ τοῦ μόσχου, τὴν μὲν περιεσώσατο, αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος δηλαδὴ τοῦ Θεοῦ τῇ κιβωτῷ τὸ σεβάσμιον. Οἶδα δ᾽ ἐγὼ μηδὲ τῶν τοίχων τοῦ ἱεροῦ ψαῦσαι τοῖς πολλοῖς ὂν ἀσφαλὲς, καὶ διὰ τοῦτο ἑτέρων ἐδεήθησαν τοίχων τῶν ἔξωθεν· μηδὲ τὰς θυσίας αὐτὰς, ὑφ᾽ ὧν, καὶ ὅτε, καὶ οὗ μὴ καθῆκον ἦν, ἀναλίσκεσθαι· τοσούτου δεῖν πρὸς τὰ Ἅγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ἢ τὸ καταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢ προσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι.

Δʹ. Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι μηδεὶς ἄξιος τοῦ μεγάλου Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, ὃς μὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶσαν, μᾶλλον δὲ, ναὸς ἅγιος ἐγένετο Θεοῦ ζῶντος καὶ ζῶν· πῶς ἢ αὐτὸς προχείρως ἐγχειρήσαιμι τοῖς περὶ Θεοῦ λόγοις, ἢ ἀποδέξωμαι τὸν ἐγχειροῦντα θρασέως; Οὐκ ἐπαινετὸς ὁ πόθος· φοβερὸν τὸ ἐγχείρημα.

Καὶ διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον· εἰ μὴ μέλλοιμεν τὸ τοῦ Μανωὲ πείσεσθαι, καὶ λέξειν ἐν φαντασίᾳ Θεοῦ γενόμενοι· Ἀπολώλαμεν, ὦ γύναι, Θεὸν ἑωράκαμεν, ἢ, ὡς Πέτρος, ἀποπέμψασθαι τοῦ πλοίου τὸν Ἰησοῦν, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας· ἢ, ὡς ὁ ἑκατόνταρχος ἐκεῖνος, τὴν μὲν θεραπείαν ἀπαιτήσειν, τὸν θεραπευτὴν δὲ οὐκ εἰσδέξασθαι. Λεγέτω τις καὶ ἡμῶν, ἕως ἐστὶν ἑκατόνταρχος, καὶ πλειόνων ἐν κακίᾳ κρατῶν, καὶ ἔτι στρατευόμενος Καίσαρι τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσωμαι, καίτοι μικρὸς ὢν τὴν πνευματικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν συκομορέαν ἀρθῶ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ μαράνας τὸ σῶμα τῆς ταπεινώσεως· τότε καὶ Ἰησοῦν εἰσδέξομαι, καὶ ἀκούσομαι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ· καὶ τῆς σωτηρίας τεύξομαι, καὶ φιλοσοφήσω τὰ τελεώτερα, σκορπίζων καλῶς ἃ κακῶς συνήγαγον, εἴτε χρήματα, εἴτε δόγματα.