ΙΕʹ. Φῶς μὲν ὁ Θεὸς, καὶ φῶς τὸ ἀκρότατον, οὗ βραχεῖά τις ἀποῤῥοὴ, καὶ ἀπαύγασμα κάτω φθάνον, φῶς ἅπαν, κἂν ὑπέρλαμπρον φαίνηται· ἀλλ᾽ ὁρᾷς, γνόφον πατεῖ τὸν ἡμέτερον, καὶ ἔθετο σκότος ἀποκουφὴν αὐτοῦ, μέσον αὐτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ καὶ Μωϋσῆς πάλαι τὸ κάλυμμα ἑαυτοῦ τε καὶ τῆς πωρώσεως Ἰσραὴλ, ἵνα μὴ ῥᾳδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος, καὶ ὀλίγων ἄξιον, μηδὲ ῥᾳδίως ἐπιτυχὸν, ῥᾳδίως καὶ ἀποβάλῃ διὰ τὴν εὐκολίαν τῆς κτήσεως· φῶς δὲ ὁμιλήσῃ φωτὶ, ἀεὶ πρὸς τὸ ὕψος ἕλκοντι διὰ τῆς ἐφέσεως, καὶ νοῦς πλησιάσῃ τῷ καθαρωτάτῳ κεκαθαρμένος, καὶ τὸ μὲν ἄρτι φανῇ, τὸ δὲ ὕστερον, ἆθλον ἀρετῆς καὶ τῆς ἐντεῦθεν πρὸς αὐτὸ νεύσεως, εἴτουν ἐξομοιώσεως. Βλέπομεν γὰρ ἄρτι, φησὶ, δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ τὸ ταπεινὸν ἡμῶν ὅσον! καὶ ἡ ἐπαγγελία πηλίκη! γνῶναι Θεὸν τοσοῦτον, ὅσον ἐγνώσμεθα. Ταῦτα Παῦλος ὁ μέγας κῆρυξ τῆς ἀληθείας, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκαλος, ὁ τὸν πολὺν κύκλον τοῦ Εὐαγγελίου πληρώσας, ὁ μὴ ἄλλῳ τινὶ ζῶν, ἢ Χριστῷ, ὁ μέχρι οὐρανοῦ τρίτου φθάσας, ὁ τοῦ παραδείσου θεατὴς, ὁ ποθῶν διὰ τὴν τελειότητα τὴν ἀνάλυσιν.