ΚϚʹ· Οὐδὲν ἂν ἦν τῆς πίστεως ἡμῶν, ἀδελφοὶ, ἀδικώτερον, εἴ γε εἰς τοὺς σοφοὺς ἔπιπτε μόνον, καὶ τοὺς περιττοὺς ἐν λόγῳ, καὶ ταῖς λογικαῖς ἀποδείξεσι· τοὺς πολλοὺς δὲ ἔδει, καθάπερ χρυσοῦ, καὶ ἀργύρου, καὶ τῶν ἄλλων, ὁπόσα τίμια κάτω, καὶ περισπούδαστα τοῖς πολλοῖς, οὕτω δὴ καὶ ταύτης ἀποτυγχάνειν· καὶ τὸ μὲν ὑψηλόν τε καὶ εἰς ὀλίγους φθάνον, φίλον ἦν Θεῷ καὶ οἰκεῖον· τὸ δὲ ἐγγυτέρω, καὶ τοῖς πολλοῖς ἐφικτὸν, ἀπόπτυστον καὶ ἀπόβλητον. Οὐδὲ γὰρ τῶν ἀνθρώπων οἱ μετριώτεροι τοῦτο πάθοιεν ἂν, ὥστε μὴ τὰς κατὰ δύναμιν ἀπαιτεῖν τιμὰς, ἀλλὰ χαίρειν μόνον ταῖς προεχούσαις, μήτιγε δὴ Θεός· οὗ πολλῶν ὄντων ἐφ᾽ οἷς θαυμάζεται, οὐδὲν οὕτως, ὡς τὸ πάντας εὐεργετεῖν, ἰδιώτατον. Μὴ ἀτίμαζε τὸ εἰωθὸς, μὴ θήρευε τὸ καινὸν, ἵν᾽ εὐδοκιμήσῃς ἐν τοῖς πλείοσι. Κρείσσων μικρὰ μερὶς μετὰ ἀσφαλείας, ἢ μεγάλη μετὰ σαθρότητος, παιδευέτω σε τῇ συμβουλῇ Σολομών· καὶ, Κρείσσων ἄπορος πορευόμενος ἐν ἁπλότητι αὐτοῦ (μία καὶ αὕτη τῶν παροιμιῶν σοφῶς ἔχουσα), ὁ πένης ἐν λόγῳ καὶ γνώσει, καὶ τοῖς ἁπλοῖς ῥήμασιν ἐπερειδόμενος, καὶ ἐπὶ τούτων ὥσπερ ἐπὶ λεπτῆς σχεδίας διασωζόμενος, ὑπὲρ στρεβλόχειλον ἄφρονα, τὸν ἀποδείξει λόγου θαῤῥοῦντα σὺν ἀμαθίᾳ, καὶ κενοῦντα τὸν σταυρὸν τοῦ Χριστοῦ, πρᾶγμά τι λόγου κρεῖττον, διὰ τῆς ἐν λόγοις δυνάμεως, ἔνθα τὸ ἀσθενὲς τῆς ἀποδείξεως, τῆς ἀληθείας ἐστὶν ἐλάττωσις.