ΛΓʹ. Εἰ μὲν γὰρ, ὥσπερ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς, ὁ Πατὴρ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν, οὕτω καὶ μία τις ἦν σωτηρίας ὁδὸς, ἡ διὰ λόγου καὶ θεωρίας, καὶ ταύτης ἐκπεσόντας, ἔδει τοῦ παντὸς ἁμαρτεῖν, καὶ ἀποῤῥιφθῆναι Θεοῦ, καὶ τῆς ἐκεῖθεν ἐλπίδος· οὐδὲν ἂν ἦν, οὔτε τοῦ συμβουλεύειν τὰ τοιαῦτα, οὔτε τοῦ πείθεσθαι σφαλερώτερον. Εἰ δὲ, ὥσπερ ἐν τοῖς ἀνθρωπίνοις, πολλαὶ διαφοραὶ βίων καὶ προαιρέσεων, μειζόνων τε καὶ ἡττόνων, λαμπροτέρων καὶ ἀφανεστέρων, οὕτω κἀν τοῖς θείοις, οὐχ ἕν τι τὸ σῶζόν ἐστιν, οὐδὲ μία τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ πλείονες, καὶ τοῦ πολλὰς εἶναι μονὰς παρὰ τῷ Θεῷ, τούτου δὲ τοῦ θρυλλουμένου, κἀν ταῖς πάντων κειμένου γλώσσαις, οὐκ ἄλλο τι ἢ τοῦτο αἴτιον, τὸ πολλὰς εἶναι τὰς ἐκεῖσε φερούσας ὁδοὺς, τὰς μὲν ἐπικινδυνοτέρας τε καὶ λαμπροτέρας, τὰς δὲ ταπεινοτέρας τε καὶ ἀσφαλεστέρας· τί τὰς ἀσφαλεστέρας ἀφέντες, ἐπὶ μίαν ταύτην τρεπόμεθα, τὴν οὕτως ἐπισφαλῆ καὶ ὀλισθηρὰν, καὶ οὐκ οἶδ᾽ ὅποι φέρουσαν; Ἢ τροφὴ μὲν οὐχ ἡ αὐτὴ πᾶσι κατάλληλος, ἄλλῳ δὲ ἄλλη κατὰ τὴν διαφορὰν καὶ τῶν ἡλικιῶν καὶ τῶν ἕξεων· βίος δὲ ὁ αὐτὸς πᾶσι συμφέρων, ἢ λόγος;