Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ μετρίως διαλέγεσθαι

Γρηγόριος ὁ Ναζιανζηνός

Η αξία της ειρήνης και οι συνέπειες του άμετρου ζήλου

Προβάλλεται η ειρήνη ως μέγιστο αγαθό, ενώ καταδικάζεται η διχόνοια που προκαλείται από την άγνοια και τον αδιακρίτως θερμό ζήλο, γεγονός που οδηγεί στον κατακερματισμό της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 8

Γνοίημεν δ᾽ ἂν οὕτω· Τί τοῦ ἡμετέρου λόγου τὸ κάλλιστον; Ἡ εἰρήνη· προσθήσω δ᾽, ὅτι καὶ τὸ λυσιτελέστατον. Τί δαὶ τὸ αἴσχιστον καὶ τὸ βλαβερώτατον; Ἡ διχόνοια. Ἐπεὶ δὲ τοῦτο ἠρώτησα, καὶ ἀπεκρινάμην, προσερήσομαι καὶ τὸ δεύτερον· Τί τὸ μάλιστα λῦσαν ἐκείνην; Καὶ τί τὸ ταύτην εἰσαγαγόν;

Ἵν᾽, ὥσπερ ἐν τοῖς νοσήμασι, τὰ αἴτια περικόψαντες, καὶ τὰς πηγὰς τῶν παθῶν ἐμφράξαντες, ἢ ἀποξηράναντες, οὕτω καὶ τὰ ἐκεῖθεν ῥεύματα καὶ ἀποτελέσματα συνεκκόψωμεν. Οὐδὲ γὰρ οἷόν τε γνῶναί τι περὶ τῆς τελευτῆς καλῶς, μὴ περὶ τῆς ἀρχῆς ὀρθῶς σκεψαμένους. Βούλεσθε οὖν ὑμεῖς τὴν αἰτίαν εἰπεῖν καὶ γνωρίσαι; Ἢ ἐμοὶ τῷ θεραπευτῇ παραχωρεῖτε, καὶ δηλῶσαι ταύτην, καὶ διορθώσασθαι;

Καὶ γὰρ εἰπεῖν βουλομένων ἕτοιμος, καὶ ἀκούειν λεγόντων ἑτοιμότερος Παραχωρεῖτε μὲν, εὖ οἶδ᾽ ὅτι· καὶ γὰρ οὐ φαύλους ἰατροὺς ἡμᾶς τῶν τοιούτων ἴσως ὑπολαμβάνετε, οὐδ᾽ ἀμαθεῖς θεραπείας ψυχῶν· εἴτε οὖν φαύλως, εἴτε ὀρθῶς τοῦτο ὑπολαμβάνοντες. Μὴ θαυμάσητε δὲ, εἰ παράδοξον ἐρῶ λόγον· καὶ γάρ ἐστι παράδοξος μὲν, ἀληθὴς δὲ, ὡς ἔγωγέ φημι, καὶ ὑμεῖς συμφήσετε, ἂν διὰ τέλους μαθεῖν ἀναμείνητε, ἀλλὰ μὴ, ὃ ἐγκαλῶ, πάθητε, καὶ προεξαναστῆτε τοῦ λόγου διὰ θερμότητα.

Γʹ. Φύσεις θερμαὶ καὶ μεγάλαι, τῆς ταραχῆς ταύτης αἴτιον· οὔτιγε ἁπλῶς διάπυροι καὶ μεγάλαι (μήπω γὰρ καταγινώσκομεν τῆς θερμότητος, ἧς δίχα μέγα τι κατορθωθῆναι πρὸς εὐσέβειαν ἢ ἀρετὴν ἄλλην ἀμήχανον), ἀλλὰ γενναῖαι σὺν ἀλογίᾳ, καὶ ἀμαθίᾳ, καὶ, τῷ ταύτης ἐκγόνῳ κακῷ, θράσει· θράσος γὰρ ἀμαθίας ἔκγονον. Αἱ μὲν γὰρ ἀσθενεῖς, καὶ πρὸς ἀρετὴν καὶ πρὸς κακίαν ὁμοίως νωθεῖς καὶ δυσκίνητοι, καὶ οὐδ᾽ ἑτέρωσε μέγα νεύουσαι, οἷα τὰ τῶν ναρκώντων κινήματα. Αἱ γενναῖαι δὲ, λόγου μὲν αὐτὰς παιδαγωγοῦντος καὶ διευθύνοντος, μέγα τι χρῆμα πρὸς ἀρετήν· ἐπιλειπούσης δὲ ἐπιστήμης καὶ λόγου, τὸ ἴσον εἰς κακίαν εὑρίσκονται. Ἐπεὶ καὶ ἵππον θυμοειδῆ μὲν εἶναι χρὴ καὶ γενναῖον, τὸν ἐσόμενον νικηφόρον, εἴτε πολεμιστήριον, εἴτε ἁμιλλητήριον· εἴη δ᾽ ἂν ὁ αὐτὸς οὐδὲν ἀγαθοῦ, μὴ χαλινῷ παιδευθεὶς, καὶ γυμνασίᾳ φιλοπονωτέρᾳ μαθὼν ἡμερότητα.

Δʹ. Καὶ τοῦτό ἐστιν, ὡς ἐπὶ τὸ πλεῖστον, ὃ διέσπασε μέλη, διέστησεν ἀδελφοὺς, πόλεις ἐτάραξε, δήμους ἐξέμηνεν, ὥπλισεν ἔθνη, βασιλεῖς ἐπανέστησεν, ἱερεῖς λαῷ καὶ ἀλλήλοις, λαὸν ἑαυτῷ καὶ ἱερεῦσι, γονεῖς τέκνοις, τέκνα γονεῦσιν, ἄνδρας γυναιξὶ, γυναῖκας ἀνδράσι. Πάντα τὰ τῆς εὐνοίας ὀνόματα, δούλους καὶ δεσπότας ἀλλήλους, ἀλλήλους διδασκάλους καὶ μαθητὰς, πρεσβύτας καὶ νέους, καὶ τὸν τῆς αἰδοῦς ἀτιμάσαν νόμον, τοῦ μεγίστου πρὸς ἀρετὴν βοηθήματος, τὸν τῆς αὐθαδείας εἰσήνεγκεν· καὶ γεγόναμεν οὐ φυλὴ, καὶ φυλὴ καθ᾽ ἑαυτὴν, ὃ πάλαι ὁ Ἰσραὴλ ὠνειδίζετο· οὐδὲ Ἰσραὴλ καὶ Ἰούδας, τὰ δύο καὶ ἑνὸς ἔθνους καὶ μικροῦ τούτου τμήματα, κατ᾽ οἴκους δὲ καὶ συζυγίας τὰς ἀναγκαίας, καὶ οἷον πρὸς ἑαυτὸν ἕκαστος, ἐμερίσθημεν, ἡ οἰκουμένη πᾶσα, καὶ γένος ἅπαν ἀνθρώπων, ὅσον ὁ θεῖος λόγος ἐπέδραμεν· καὶ γέγονεν ἀναρχία, ἡ πολυαρχία, καὶ διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην· καὶ ἐχρῆν, ἐπειδὴ τῶν ἐκτὸς ἐχθρῶν ἐκρατήσαμεν, ὑπ᾽ ἀλλήλων ἡμᾶς καταλυθῆναι, καὶ, καθάπερ τοὺς μαινομένους, τῶν ἰδίων σαρκῶν ἁπτομένους, μηδὲ αἰσθάνεσθαι, ἀλλὰ καὶ χαίρειν τῷ κακῷ πλέον, ἢ εἰρηνεύοντες ἕτεροι, καὶ κέρδος ποιεῖσθαι τὴν συμφορὰν, καὶ ἡγεῖσθαι λατρείαν εἰσφέρειν τῷ Θεῷ τὴν κατάλυσιν, καὶ διαιρεθῆναι, καὶ ἐμπρησθῆναι, οὐ τὴν ἐπαινετὴν διαίρεσιν, ἀλλὰ τὴν ψεκτὴν, οὐδὲ τὸν καθάρσιον ἐμπρησμὸν, ἀλλὰ τὸν ὀλέθριον.

Οὐ γὰρ ὁ τομὸς διαιρεῖ λόγος, ἡ Χριστοῦ μάχαιρα, τοὺς πιστεύοντας ἀπὸ τῶν ἀπίστων, οὐδὲ πῦρ βάλλεται, καὶ ἀνάπτεται, ἡ δαπανῶσα τὴν ὕλην καὶ ἐσθίουσα πίστις, καὶ ἡ ζέσις τοῦ Πνεύματος· ἀλλ᾽ ἐναντίως ἢ πρότερον, δαπανώμεθα καὶ τεμνόμεθα.

Εʹ. Τοῦτό ἐστιν ὃ πολλὰ εἶναι μέρη τὴν μίαν Ἐκκλησίαν πεποίηκε, καὶ διέστησεν, οὐκ εἰς ἕνα Παῦλον, ἢ Κηφᾶν, ἢ Ἀπολλὼ, ἢ τὸν δεῖνα φυτευτὴν, ἢ τὸν δεῖνα ποτιστήν· πολλοὺς δὲ ἀνέδειξε Παύλους, καὶ Ἀπολλὼς, καὶ Κηφὰς, ἀφ᾽ ὧν ἀντὶ Χριστοῦ καλούμεθα, τὸ μέγα καὶ καινὸν ὄνομα, καὶ ὧν εἶναι λεγόμεθα· καὶ εἴθε τοσοῦτον εἶχον εἰπεῖν· ἀλλὰ καὶ πολλοὺς (ὃ φρίττω λέγων) Χριστοὺς ἀνθ᾽ ἑνὸς, τὸν γεννώμενον, τὸν κτιζόμενον, καὶ τὸν ἀπὸ Μαρίας ἀρχόμενον, καὶ τὸν ἀναλύοντα ὅθεν εἰς τὸ εἶναι προῆλθε, καὶ τὸν ἄνουν ἄνθρωπον, καὶ τὸν ὄντα, καὶ τὸν φαινόμενον. Ὡς δὲ καὶ πολλὰ Πνεύματα, τὸ ἄκτιστον, καὶ τὸ κτίσμα, καὶ τὸ ὁμότιμον, καὶ τὸ ἐνέργημα, καὶ τὸ ψιλὸν ὄνομα. Δέον ἕνα Θεὸν Πατέρα γινώσκειν, ἄναρχον, καὶ ἀγέννητον, καὶ Υἱὸν ἕνα γεγεννημένον ἐκ τοῦ Πατρὸς, καὶ Πνεῦμα ἓν ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, παραχωροῦν Πατρὶ μὲν ἀγεννησίας, Υἱῷ δὲ γεννήσεως· τὰ δὲ ἄλλα συμφυὲς, καὶ σύνθρονον, καὶ ὁμόδοξον, καὶ ὁμότιμον· ταῦτα εἰδέναι, ταῦτα ὁμολογεῖν, μέχρι τούτων ἵστασθαι, τὴν δὲ πολλὴν φλυαρίαν, καὶ τὰς βεβήλους κενοφωνίας τῶν λόγων, τοῖς σχολὴν ἄγουσιν ἀποπέμπεσθαι. Τί τὸ ταῦτα πάντα κεκινηκός;