Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ υἱοῦ (λόγος κθ')

Γρηγόριος ὁ Ναζιανζηνός

Ανασκευή των σοφισμάτων περί χρόνου και ουσίας

Απόρριψη των χρονικών κατηγοριών για την προΰπαρξη του Υιού και της ταύτισης του αγεννήτου με τη θεία ουσία. Εξέταση της σχέσης Πατρός και Υιού ως προς το αίτιο και διευκρίνιση ότι το όνομα του Πατρός δηλώνει σχέση και όχι ουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

Ὄντα οὖν γεγέννηκεν, ἢ οὐκ ὄντα; τῶν ληρημάτων· περὶ ἐμὲ καὶ σὲ ταῦτα, οἳ τὸ μέν τι ἦμεν, ὥσπερ ἐν τῇ ὀσφύι τοῦ Ἀβραὰμ ὁ Λευί, τὸ δὲ γεγόναμεν· ὥστε ἐξ ὄντων τρόπον τινὰ τὸ ἡμέτερον, καὶ οὐκ ὄντων· ἐναντίως περὶ τὴν ἀρχέγονον ὕλην ὑποστᾶσαν σαφῶς ἐξ οὐκ ὄντων, κἄν τινες ἀγένητον ἀναπλάττωσιν. ἐνταῦθα δὲ σύνδρομον τῷ εἶναι τὸ γεγεννῆσθαι, καὶ ἀπ᾽ ἀρχῆς· ὥστε ποῦ θήσεις τὸ ἀμφίκρημνον τοῦτο ἐρώτημα; τί γὰρ τοῦ ἀπ᾽ ἀρχῆς πρεσβύτερον, ἵν᾽ ἐκεῖ θῶμεν τὸ εἶναί ποτε τοῦ υἱοῦ, ἢ τὸ μὴ εἶναι; ἀμφοτέρως γὰρ τὸ ἀπ᾽ ἀρχῆς λυθήσεται. εἰ μή σοι καὶ ὁ πατήρ, πάλιν ἐρωτώντων ἡμῶν, ἐξ ὄντων, ἢ ἐξ οὐκ ὄντων, κινδυνεύσειεν ἢ δὶς εἶναι, ὃ μὲν προών, ὃ δὲ ὤν, ἢ ταὐτὸν τῷ υἱῷ παθεῖν, ἐξ οὐκ ὄντων εἶναι, διὰ τὰ σὰ τῶν ἐρωτημάτων παίγνια, καὶ τὰς ἐκ ψάμμων οἰκοδομάς, αἳ μηδὲ αὔραις ἵστανται. ἐγὼ μὲν οὖν οὐδέτερον τούτων δέχομαι, καὶ τὴν ἐρώτησίν φημι τὸ ἄτοπον ἔχειν, οὐχὶ τὸ ἄπορον τὴν ἀπάντησιν. εἰ δέ σοι φαίνεται ἀναγκαῖον εἶναι τὸ ἕτερον ἀληθεύειν ἐπὶ παντός, κατὰ τὰς σὰς διαλεκτικὰς ὑπολήψεις, δέξαι μού τι μικρὸν ἐρώτημα. ὁ χρόνος ἐν χρόνῳ, ἢ οὐκ ἐν χρόνῳ; εἰ μὲν οὖν ἐν χρόνῳ, τίνι τούτῳ; καὶ τί παρὰ τοῦτον ὄντι; καὶ πῶς περιέχοντι; εἰ δὲ οὐκ ἐν χρόνῳ, τίς ἡ περιττὴ σοφία χρόνον εἰσάγειν ἄχρονον; τοῦ δέ, Νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον, ἢ ἀληθεύεσθαι μόνον, ἢ ψεύδεσθαι· οὐ γὰρ ἀμφότερα δώσομεν.

ἀλλ᾽ οὐκ ἐνδέχεται. ἢ γὰρ ψευδόμενος ἀληθεύσει, ἢ ἀληθεύων ψεύσεται· πᾶσα ἀνάγκη. τί οὖν θαυμαστόν, ὥσπερ ἐνταῦθα συμβαίνει τὰ ἐναντία, οὕτως ἐκεῖσε ἀμφότερα ψεύδεσθαι, καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναφανήσεται; ἓν ἔτι μοι λῦσον τῶν αἰνιγμάτων· σεαυτῷ δὲ γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον; εἰ μὲν γὰρ καὶ παρῆς, καὶ πάρει, ὡς τίς, καὶ τίνι; καὶ πῶς ὁ εἷς ἄμφω γεγόνατε; εἰ δὲ μηδέτερον τῶν εἰρημένων, πῶς σεαυτοῦ χωρίζῃ; καὶ τίς ἡ αἰτία τῆς διαζεύξεως; ἀλλ᾽ ἀπαίδευτον τὸ περὶ τοῦ ἑνός, εἰ ἑαυτῷ πάρεστιν, ἢ μή, πολυπραγμονεῖν. ταῦτα γὰρ ἐπ᾽ ἄλλων, οὐχ ἑαυτοῦ λέγεται. ἀπαιδευτότερον, εὖ ἴσθι, τὸ ἀπ᾽ ἀρχῆς γεγεννημένον, εἰ ἦν πρὸ τῆς γεννήσεως, ἢ οὐκ ἦν, διευθύνεσθαι. οὗτος γὰρ περὶ τῶν χρόνῳ διαιρετῶν ὁ λόγος.

Ἀλλ᾽ οὐ ταὐτόν, φησι, τὸ ἀγέννητον καὶ τὸ γεννητόν. εἰ δὲ τοῦτο, οὐδὲ ὁ υἱὸς τῷ πατρὶ ταὐτόν. ὅτι μὲν φανερῶς ὁ λόγος οὗτος ἐκβάλλει τὸν υἱὸν τῆς θεότητος, ἢ τὸν πατέρα, τί χρὴ λέγειν; εἰ γὰρ τὸ ἀγέννητον οὐσία θεοῦ, τὸ γεννητὸν οὐκ οὐσία· εἰ δὲ τοῦτο, οὐκ ἐκεῖνο. τίς ἀντερεῖ λόγος; ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει, ὦ κεινὲ θεολόγε, εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακας. ἔπειτα πῶς οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν τὸ μὴ ἐκτισμένον καὶ ἐκτισμένον, κἀγὼ δέχομαι. οὐ γὰρ ταὐτὸν τῇ φύσει τὸ ἄναρχον καὶ τὸ κτιζόμενον. εἰ δὲ τὸ γεγεννηκὸς καὶ τὸ γεγεννημένον οὐ ταυτὸν λέγεις, οὐκ ὀρθῶς λέγεται. ταὐτὸν γὰρ εἶναι πᾶσα ἀνάγκη. αὕτη γὰρ φύσις γεννήματος, ταὐτὸν εἶναι τῷ γεγεννηκότι κατὰ τὴν φύσιν. ἢ οὕτω πάλιν· πῶς λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν γὰρ τὴν ἀγεννησίαν αὐτὴν καὶ τὴν γέννησιν, οὐ ταὐτόν· εἰ δὲ οἷς ὑπάρχει ταῦτα, πῶς οὐ ταὐτόν; ἐπεὶ καὶ τὸ ἄσοφον καὶ τὸ σοφὸν ἀλλήλοις μὲν οὐ ταὐτά, περὶ ταὐτὸν δέ, τὸν ἄνθρωπον· καὶ οὐκ οὐσίας τέμνει, περὶ δὲ τὴν αὐτὴν οὐσίαν τέμνεται. ἢ καὶ τὸ ἀθάνατον, καὶ τὸ ἄκακον, καὶ τὸ ἀναλλοίωτον οὐσία θεοῦ. ἀλλ᾽ εἰ τοῦτο, πολλαὶ οὐσίαι θεοῦ, καὶ οὐ μία. ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον. οὐ γὰρ ἀσυνθέτως ταῦτα, εἴπερ οὐσίαι.

Ταῦτα μὲν οὔ φασι, κοινὰ γὰρ καὶ ἄλλων. ὃ δὲ μόνου θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία. οὐκ ἂν μὲν συγχωρήσαιεν εἶναι μόνου θεοῦ τὸ ἀγέννητον οἱ καὶ τὴν ὕλην καὶ τὴν ἰδέαν συνεισάγοντες ὡς ἀγέννητα. τὸ γὰρ Μανιχαίων πορρωτέρω ῥίψωμεν σκότος. πλὴν ἔστω μόνου θεοῦ. τί δὲ ὁ Ἀδάμ; οὐ μόνος πλάσμα θεοῦ; καὶ πάνυ, φήσεις. ἆρ᾽ οὖν καὶ μόνος ἄνθρωπος; οὐδαμῶς. τί δή ποτε; ὅτι μὴ ἀνθρωπότης ἡ πλάσις· καὶ γὰρ τὸ γεννηθὲν ἄνθρωπος. οὕτως οὐδὲ τὸ ἀγέννητον μόνον θεός, εἰ καὶ μόνου πατρός, ἀλλὰ δέξαι καὶ τὸ γεννητὸν εἶναι θεόν. ἐκ θεοῦ γάρ, εἰ καὶ λίαν εἶ φιλαγέννητος. ἔπειτα πῶς οὐσίαν θεοῦ λέγεις, οὐ τὴν τοῦ ὄντος θέσιν, ἀλλὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν; τὸ γὰρ μὴ ὑπάρχειν αὐτῷ γέννησιν ὁ λόγος δηλοῖ, οὐχ ὃ τὴν φύσιν ἐστὶ παρίστησιν, οὐδ᾽ ὃ ὑπάρχει τὸ μὴ ἔχον γέννησιν. τίς οὖν οὐσία θεοῦ; τῆς σῆς ἀπονοίας τοῦτο λέγειν, ὃς πολυπραγμονεῖς καὶ τὴν γέννησιν. ἡμῖν δὲ μέγα, κἂν εἴποτε καὶ εἰς ὕστερον τοῦτο μάθοιμεν, λυθέντος ἡμῖν τοῦ ζόφου καὶ τῆς παχύτητος, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. τοῦτο μὲν οὖν καὶ νοείσθω καὶ ἐλπιζέσθω τοῖς ἐπὶ τούτῳ καθαιρομένοις. ἡμεῖς δὲ τοσοῦτον εἰπεῖν θαρρήσωμεν, ὅτι εἰ καὶ μέγα τῷ πατρὶ τὸ μηδαμόθεν ὡρμῆσθαι, οὐκ ἔλαττον τῷ υἱῷ τὸ ἐκ τοιούτου πατρός.

τῆς τε γὰρ τοῦ ἀναιτίου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀναιτίου, καὶ πρόσεστι τὸ τῆς γεννήσεως, πρᾶγμα τοσοῦτον καὶ οὕτω σεβάσμιον τοῖς μὴ πάντῃ χαμαιπετέσι καὶ ὑλικοῖς τὴν διάνοιαν.

Ἀλλ᾽ εἰ ταὐτὸν τῷ πατρί, φασιν, ὁ υἱὸς κατ᾽ οὐσίαν, ἀγέννητος δὲ ὁ πατήρ, ἔσται τοῦτο καὶ ὁ υἱός. καλῶς, εἴπερ οὐσία θεοῦ τὸ ἀγέννητον, ἵν᾽ ᾖ τις καινὴ μίξις, γεννητοαγέννητον. εἰ δὲ περὶ οὐσίαν ἡ διαφορά, τί τοῦτο ὡς ἰσχυρὸν λέγεις; ἢ καὶ σὺ πατὴρ τοῦ πατρός, ἵνα μηδενὶ λείπῃ τοῦ σοῦ πατρός, ἐπειδὴ ταὐτὸν εἶ κατ᾽ οὐσίαν; ἢ δῆλον ὅτι, τῆς ἰδιότητος ἀκινήτου μενούσης, ζητήσομεν οὐσίαν θεοῦ, ἥ τις ποτέ ἐστιν, εἴπερ ζητήσομεν; ὅτι δὲ οὐ ταὐτὸν ἀγέννητον καὶ θεός, ὧδε ἂν μάθοις. εἰ ταὐτὸν ἦν, ἔδει πάντως, ἐπειδὴ τινῶν θεὸς ὁ θεός, τινῶν εἶναι καὶ τὸ ἀγέννητον· ἢ ἐπεὶ μηδενὸς τὸ ἀγέννητον, μηδὲ τὸν θεὸν εἶναι τινῶν. τὰ γὰρ πάντῃ ταὐτὰ καὶ ὁμοίως ἐκφέρεται. ἀλλὰ μὴν οὐ τινῶν τὸ ἀγέννητον, τίνων γάρ; καὶ τινῶν θεὸς ὁ θεός, πάντων γάρ. πῶς οὖν ἂν εἴη ταὐτὸν θεὸς καὶ ἀγέννητον; καὶ πάλιν, ἐπειδὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἀντίκειται ἀλλήλοις, ὡς ἕξις καὶ στέρησις, ἀνάγκη καὶ οὐσίας εἰσαχθῆναι ἀντικειμένας ἀλλήλαις. ὅπερ οὐ δέδοται· ἢ ἐπειδὴ πάλιν αἱ ἕξεις τῶν στερήσεων πρότεραι, καὶ ἀναιρετικαὶ τῶν ἕξεων αἱ στερήσεις, μὴ μόνον πρεσβυτέραν εἶναι τῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ υἱοῦ, ἀλλὰ καὶ ἀναιρουμένην ὑπὸ τοῦ πατρός, ὅσον ἐπὶ ταῖς σαῖς ὑποθέσεσι.

Τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων; τάχα ἂν ἐπ᾽ ἐκεῖνο καταφύγοιεν τελευταῖον· ὡς εἰ μὲν οὐ πέπαυται τοῦ γεννᾷν ὁ θεός, ἀτελὴς ἡ γέννησις, καί ποτε παύσεται· εἰ πέπαυται δέ, πάντως καὶ ἤρξατο. πάλιν οἱ σωματικοὶ τὰ σωματικά. ἐγὼ δὲ εἰ μὲν ἀίδιον αὐτῷ τὸ γεννᾶσθαι, ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ Πρὸ πάντων βουνῶν γεννᾷ με ἀκριβῶς ἐπισκέψωμαι. οὐχ ὁρῶ δὲ τίς ἡ ἀνάγκη τοῦ λόγου. εἰ γὰρ ἦρκται κατ᾽ αὐτοὺς τὸ παυσόμενον, οὐκ ἦρκται πάντως τὸ μὴ παυσόμενον. τί τοίνυν ἀποφανοῦνται περὶ ψυχῆς, ἢ τῆς ἀγγελικῆς φύσεως; εἰ μὲν ἦρκται, καὶ παύσεται· εἰ δὲ οὐ παύσεται, δῆλον ὅτι κατ᾽ αὐτοὺς οὐδὲ ἦρκται. ἀλλὰ μὴν καὶ ἦρκται, καὶ οὐ παύσεται. οὐκ ἄρα ἦρκται κατ᾽ αὐτοὺς τὸ παυσόμενον. ὁ μὲν οὖν ἡμέτερος λόγος· ὥσπερ ἵππου, καὶ βοός, καὶ ἀνθρώπου, καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος, εἷς λόγος ἐστί, καὶ ὃ μὲν ἂν μετέχῃ τοῦ λόγου, τοῦτο καὶ κυρίως λέγεσθαι, ὃ δ᾽ ἂν μὴ μετέχῃ, τοῦτο ἢ μὴ λέγεσθαι, ἢ μὴ κυρίως λέγεσθαι. οὕτω δὲ καὶ θεοῦ μίαν οὐσίαν εἶναι, καὶ φύσιν. καὶ κλῆσιν, κἂν ἐπινοίαις τισὶ διαιρουμέναις συνδιαιρῆται καὶ τὰ ὀνόματα· καὶ ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν· ὃ δ᾽ ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι· εἴπερ μὴ ἐν ὀνόμασιν, ἀλλ᾽ ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια.

οἱ δέ, ὥσπερ δεδοικότες μὴ πάντα κινεῖν κατὰ τῆς ἀληθείας, θεὸν μὲν εἶναι τὸν υἱὸν ὁμολογοῦσιν, ὅταν βιασθῶσι τῷ λόγῳ καὶ ταῖς μαρτυρίαις, ὁμώνυμον δὲ καὶ μόνης κοινωνοῦντα τῆς κλήσεως.

Ὅταν δὲ ἀνθυποφέρωμεν αὐτοῖς· τί οὖν; οὐ κυρίως θεὸς ὁ υἱός, ὥσπερ οὐδὲ ζῷον τὸ γεγραμμένον; πῶς οὖν θεός, εἰ μὴ κυρίως θεός; τί γὰρ κωλύει, φασί, καὶ ὁμώνυμα ταῦτα εἶναι, καὶ κυρίως ἀμφότερα λέγεσθαι; καὶ προσοίσουσιν ἡμῖν τὸν κύνα, τὸν χερσαῖον, καὶ τὸν θαλάττιον, ὁμώνυμά τε ὄντα, καὶ κυρίως λεγόμενα, —ἔστι γάρ τι καὶ τοιοῦτον εἶδος ἐν τοῖς ὁμωνύμοις, —καὶ εἴτε τι ἄλλο τῇ αὐτῇ προσχρῆται προσηγορίᾳ, καὶ μετέχει ταύτης ἐπ᾽ ἴσης, τῇ φύσει διεστηκός. ἀλλ᾽ ἐκεῖ μέν, ὦ βέλτιστε, δύο φύσεις τιθεὶς ὑπὸ τὴν αὐτὴν προσηγορίαν, οὐδὲν ἀμείνω τὴν ἑτέραν τῆς ἑτέρας εἰσάγεις, οὐδὲ τὴν μὲν πρότερον, τὴν δὲ ὕστερον, οὐδὲ τὴν μὲν μᾶλλον, τὴν δὲ ἧττον οὖσαν τοῦθ᾽ ὅπερ λέγεται. οὐδὲ γάρ τι συνέζευκται τὸ ταύτην παρέχον αὐταῖς τὴν ἀνάγκην. οὐ γὰρ ὁ μὲν μᾶλλον κύων, ὁ δὲ ἧττον τοῦ ἑτέρου κυνός, οἷον ὁ θαλάττιος τοῦ χερσαίου, ἢ ὁ χερσαῖος ἔμπαλιν τοῦ θαλαττίου· διὰ τί γάρ, ἢ κατὰ τίνα λόγον; ἀλλ᾽ ἐν ὁμοτίμοις πράγμασι καὶ διαφόροις ἡ κοινωνία τῆς κλήσεως. ἐνταῦθα δὲ τῷ θεῷ παραζευγνὺς τὸ σεβάσμιον, καὶ τὸ ὑπὲρ πᾶσαν οὐσίαν εἶναι καὶ φύσιν.

ὃ μόνου θεοῦ καὶ οἱονεὶ φύσις θεότητος, εἶτα τῷ πατρὶ μὲν τοῦτο διδούς, τὸν υἱὸν δὲ ἀποστερῶν καὶ ὑποτιθείς, καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι τὴν θεότητα περικόπτεις, καὶ μεταβαίνεις κακούργως ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ τὴν τὰ μὴ ἴσα συνδέουσαν· ὥστε ὁ γραπτός σοι καὶ ὁ ζῶν ἄνθρωπος μᾶλλον ἢ οἱ τοῦ ὑποδείγματος κύνες τῇ θεότητι πλησιάζουσιν. ἢ δὸς ἀμφοτέροις, ὥσπερ τὴν κοινωνίαν τῆς κλήσεως, οὕτω δὲ καὶ τὴν ὁμοτιμίαν τῶν φύσεων, εἰ καὶ διαφόρους ταύτας εἰσάγεις· καὶ καταλέλυκάς σου τοὺς κύνας, οὓς ἐξηῦρες κατὰ τῆς ἀνισότητος. τί γὰρ ὄφελος τῆς ὁμωνυμίας, εἰ τὸ ἰσότιμον μὴ ἔχοιεν οἱ παρά σου διαιρούμενοι; οὐ γὰρ ἵνα ἰσότιμα δείξῃς, ἀλλ᾽ ἵνα ἀνισότιμα, πρὸς τὴν ὁμωνυμίαν καὶ τοὺς κύνας κατέφυγες. πῶς ἄν τις ἐλεγχθείη μᾶλλον καὶ ἑαυτῷ μαχόμενος καὶ θεότητι;

Ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι τῷ αἰτίῳ μείζων ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν Τὸ δὲ αἴτιον φύσει πρότασιν, ἔπειτα τὸ Μεῖζον τῇ φύσει συνάγωσιν· οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται, ἢ τοὺς πρὸς οὓς ὁ λόγος. οὐ γὰρ ἁπλῶς ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος, καὶ τίνα. ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν ποιησάμενον τήν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, ἔπειτα προσλαβόντα τὸ Φύσει δὲ οὐ πάντως μείζων οὐδὲ πατήρ, ἐντεῦθεν συναγαγεῖν τὸ Μεῖζον οὐ πάντως μεῖζον· ἤ, Ὁ πατὴρ οὐ πάντως πατήρ. εἰ βούλει δὲ οὕτως· ὁ θεός, οὐσία· ἡ οὐσία δέ, οὐ πάντως θεός· τὸ ἑξῆς αὐτὸς συνάγαγε· ὁ θεός, οὐ πάντως θεός. ἀλλ᾽ οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος, ὡς τοῖς περὶ ταῦτα τεχνολογεῖν σύνηθες. ἡμῶν γὰρ τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ ἂν εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον.

Ἐκεῖνο δὲ πῶς παραδράμωμεν, οὐδενὸς ἧττον τῶν εἰρημένων ὂν ἀξιάγαστον; Ὁ πατήρ, φησιν, οὐσίας, ἢ ἐνεργείας ὄνομα; ὡς ἀμφοτέρωθεν ἡμᾶς δήσοντες, —εἰ μὲν οὐσίας φήσομεν, συνθησομένους ἑτεροούσιον εἶναι τὸν υἱόν, ἐπειδὴ μία μὲν οὐσία θεοῦ, ταύτην δέ, ὡς οὗτοι, προκατείληφεν ὁ πατήρ· εἰ δὲ ἐνεργείας, ποίημα σαφῶς ὁμολογήσοντας, ἀλλ᾽ οὐ γέννημα. οὗ γὰρ ὁ ἐνεργῶν, ἐκεῖ πάντως καὶ τὸ ἐνεργούμενον. καὶ πῶς τῷ πεποιηκότι ταὐτὸν τὸ πεποιημένον, θαυμάζειν φήσουσι. σφόδρα ἂν ᾐδέσθην ὑμῶν καὶ αὐτὸς τὴν διαίρεσιν, εἰ τῶν δύο τὸ ἕτερον δέξασθαι ἦν ἀναγκαῖον, ἀλλὰ μὴ τὰ δύο διαφυγόντα τρίτον εἰπεῖν ἀληθέστερον· ὅτι οὔτε οὐσίας ὄνομα ὁ πατήρ, ὦ σοφώτατοι, οὔτε ἐνεργείας, σχέσεως δὲ καὶ τοῦ πῶς ἔχει πρὸς τὸν υἱὸν ὁ πατήρ, ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα. ὡς γὰρ παρ᾽ ἡμῖν αἱ κλήσεις αὗται τὸ γνήσιον καὶ οἰκεῖον γνωρίζουσιν, οὕτω κἀκεῖ τὴν τοῦ γεγεννημένου πρὸς τὸ γεγεννηκὸς ὁμοφυίαν σημαίνουσιν. ἔστω δέ, ὑμῶν χάριν, καὶ οὐσίας τις ὁ πατήρ· συνεισάξει τὸν υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς ἐννοίας καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν. ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ· οὐδὲ οὕτως ἡμᾶς αἱρήσετε. αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἢ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις. ὁρᾷς ὅπως ὑμῶν, καὶ κακομαχεῖν ἐθελόντων, τὰς στροφὰς διαφεύγομεν;