Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ υἱοῦ (λόγος κθ')

Γρηγόριος ὁ Ναζιανζηνός

Τα αγιογραφικά ονόματα και ο ερμηνευτικός κανόνας της θείας οικονομίας

Εξέταση των υψηλών και ταπεινών ονομάτων που αποδίδει η Αγία Γραφή στον Υιό. Εισαγωγή του θεμελιώδους κανόνα της διάκρισης μεταξύ της άκτιστης φύσεως και της θείας οικονομίας μέσω των χριστολογικών αντιθέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

ἐπεὶ δέ σου τὸ ἐν τοῖς λογισμοῖς καὶ ταῖς στροφαῖς ἄμαχον ἔγνωμεν, ἴδωμέν σου καὶ τὴν ἐκ τῶν θείων λογίων ἰσχύν, ἂν ἄρα δέξῃ κἀντεῦθεν πείθειν ἡμᾶς.

Ἡμεῖς μὲν γὰρ ἐκ μεγάλων καὶ ὑψηλῶν τῶν φωνῶν τοῦ υἱοῦ τὴν θεότητα καὶ κατειλήφαμεν, καὶ κηρύσσομεν. τίνων τούτων; τῆς θεός, τῆς λόγος, ὁ ἐν ἀρχῇ, ὁ μετὰ τῆς ἀρχῆς, ἡ ἀρχή· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· καί, Μετά σου ἡ ἀρχή· καί, Ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχήν. ἐπειδὴ υἱὸς μονογενής· Ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. ὁδός, ἀλήθεια, ζωή, φῶς· Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· καί, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. σοφία, δύναμις· Χριστὸς θεοῦ δύναμις, καὶ θεοῦ σοφία. ἀπαύγασμα, χαρακτήρ, εἰκών, σφραγίς· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί, Εἰκὼν τῆς ἀγαθότητος· καί, Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. κύριος, βασιλεύς, ὁ ὤν, ὁ παντοκράτωρ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου· καί, Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· καί, Ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ὁ παντοκράτωρ. σαφῶς περὶ τοῦ υἱοῦ λεγόμενα, καὶ ὅσα τῆς αὐτῆς τούτοις ἐστὶ δυνάμεως, ὧν οὐδὲν ἐπίκτητον, οὐδὲ ὕστερον τῷ υἱῷ προσγενόμενον, ἢ τῷ πνεύματι, ὥσπερ οὐδὲ αὐτῷ τῷ πατρί. οὐ γὰρ ἐκ προσθήκης τὸ τέλειον. οὐ γὰρ ἦν ὅτε ἄλογος ἦν, οὐδὲ ἦν ὅτε οὐ πατήρ, οὐδὲ ἦν ὅτε οὐκ ἀληθής, ἢ ἄσοφος, ἢ ἀδύνατος, ἢ ζωῆς ἐνδεής, ἢ λαμπρότητος, ἢ ἀγαθότητος.

Σὺ δέ μοι καταρίθμει πρὸς ταῦτα τὰ τῆς ἀγνωμοσύνης ῥήματα, τὸ θεός μου καὶ θεὸς ὑμῶν, τὸ μείζων, τὸ ἔκτισε, τὸ ἐποίησε, τὸ ἡγίασεν. εἰ βούλει δέ, καὶ τὸ δοῦλον, καὶ τὸ ὑπήκοον· τὸ δέδωκε, τὸ ἔμαθε, τὸ ἐντέταλται, τὸ ἀπέσταλται, τὸ μὴ δύνασθαι ἀφ᾽ ἑαυτοῦ τι ποιεῖν, ἢ λέγειν, ἢ κρίνειν, ἢ δωρεῖσθαι, ἢ βούλεσθαι. ἔτι δὲ καὶ ταῦτα, τὴν ἄγνοιαν, τὴν ὑποταγήν, τὴν εὐχήν, τὴν ἐρώτησιν, τὴν προκοπήν, τὴν τελείωσιν. πρόσθες, εἰ βούλει, καὶ ὅσα τούτων ταπεινότερα, τὸ ὑπνοῦν, τὸ πεινῆν, τὸ κοπιᾶν, τὸ δακρύειν, τὸ ἀγωνιᾶν, τὸ ὑποδύεσθαι. τάχα δ᾽ ἂν ὀνειδίσαις καὶ τὸν σταυρόν, καὶ τὸν θάνατον. τὴν γὰρ ἔγερσιν καὶ τὴν ἀνάληψιν παρήσειν μοι δοκεῖς, ἐπειδή τι καὶ πρὸς ἡμῶν ἐν τούτοις εὑρίσκεται. πολλὰ δ᾽ ἂν ἔτι πρὸς τούτοις σπερμολογήσαις, εἰ βούλοιο συντιθέναι τὸν ὁμώνυμόν σου θεὸν καὶ παρέγγραπτον, ἡμῖν δὲ ἀληθινὸν καὶ ὁμότιμον τῷ πατρί. τούτων γὰρ ἕκαστον οὐ χαλεπὸν μὲν καὶ κατὰ μέρος ἐπεξιόντα ἐξηγεῖσθαί σοι πρὸς τὸ εὐσεβέστατον, καὶ ἀνακαθαίρειν τὸ ἐν τοῖς γράμμασι πρόσκομμα, εἴ γε προσπταίεις ὄντως, ἀλλὰ μὴ ἑκὼν κακουργεῖς.

ἑνὶ δὲ κεφαλαίῳ, τὰ μὲν ὑψηλότερα πρόσαγε τῇ θεότητι καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινότερα τῷ συνθέτῳ, καὶ τῷ διὰ σὲ κενωθέντι καὶ σαρκωθέντι, οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ ἀνθρωπισθέντι, εἶτα καὶ ὑψωθέντι, ἵνα σὺ τὸ τῶν δογμάτων σου σαρκικὸν καὶ χαμαιπετὲς καταλύσας μάθῃς ὑψηλότερος εἶναι, καὶ συνανιέναι θεότητι, καὶ μὴ τοῖς ὁρωμένοις ἐναπομένοις, ἀλλὰ συνεπαίρῃ τοῖς νοουμένοις, καὶ γινώσκῃς, τίς μὲν φύσεως λόγος, τίς δὲ λόγος οἰκονομίας.

Οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος, ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν· ὁ νῦν ἄνθρωπος καὶ ἀσύνθετος ἦν. ὃ μὲν ἦν, διέμεινεν· ὃ δὲ οὐκ ἦν, προσέλαβεν. ἐν ἀρχῇ ἦν ἀναιτίως· τίς γὰρ αἰτία θεοῦ; ἀλλὰ καὶ ὕστερον γέγονε δι᾽ αἰτίαν (ἡ δὲ ἦν τὸ σὲ σωθῆναι τὸν ὑβριστήν, ὃς διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατεδέξατο) διὰ μέσου νοὸς ὁμιλήσας σαρκί, καὶ γενόμενος ἄνθρωπος, ὁ κάτω θεός· ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος, ἵνα γένωμαι τοσοῦτον θεός, ὅσον ἐκεῖνος ἄνθρωπος. ἐγεννήθη μέν, ἀλλὰ καὶ ἐγεγέννητο· ἐκ γυναικὸς μέν, ἀλλὰ καὶ παρθένου. τοῦτο ἀνθρώπινον, ἐκεῖνο θεῖον. ἀπάτωρ ἐντεῦθεν, ἀλλὰ καὶ ἀμήτωρ ἐκεῖθεν. ὅλον τοῦτο θεότητος. ἐκυοφορήθη μέν, ἀλλ᾽ ἐγνώσθη προφήτῃ καὶ αὐτῷ κυοφορουμένῳ, καὶ προσκιρτῶντι τοῦ λόγου, δι᾽ ὃν ἐγένετο. ἐσπαργανώθη μέν, ἀλλ᾽ ἀποσπαργανοῦται τὰ τῆς ταφῆς ἀνιστάμενος. ἐν φάτνῃ μὲν ἀνελκίθη, ἀλλ᾽ ὑπ᾽ ἀγγέλων ἐδοξάσθη, καὶ ὑπ᾽ ἀστέρος ἐμηνύθη, καὶ ὑπὸ μάγων προσεκυνήθη. πῶς σὺ προσπταίεις τῷ βλεπομένῳ, μὴ σκοπῶν τὸ νοούμενον; ἐφυγαδεύθη μὲν εἰς Αἴγυπτον, ἀλλὰ φυγαδεύει τὰ Αἰγυπτίων. οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος παρὰ Ἰουδαίοις, ἀλλὰ τῷ Δαβὶδ ὡραῖος ἦν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ᾽ ἐπὶ τοῦ ὄρους ἀστράπτει, καὶ ἡλίου φωτοειδέστερος γίνεται, τὸ μέλλον μυσταγωγῶν.

Ἐβαπτίσθη μὲν ὡς ἄνθρωπος, ἀλλ᾽ ἁμαρτίας ἔλυσεν ὡς θεός· οὐ καθαρσίων αὐτὸς δεόμενος, ἀλλ᾽ ἵνα ἁγιάσῃ τὰ ὕδατα. ἐπειράσθη ὡς ἄνθρωπος, ἀλλ᾽ ἐνίκησεν ὡς θεός· ἀλλὰ Θαρρεῖν διακελεύεται, ὡς κόσμον νενικηκώς. ἐπείνησεν, ἀλλ᾽ ἔθρεψε χιλιάδας, ἀλλ᾽ ἄρτος ἐστὶ ζωτικὸς καὶ οὐράνιος. ἐδίψησεν, ἀλλ᾽ ἐβόησεν· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· ἀλλὰ καὶ πηγάζειν ὑπέσχετο τοὺς πιστεύοντας. ἐκοπίασεν, ἀλλὰ τῶν κοπιώντων καὶ πεφορτισμένων ἐστὶν ἀνάπαυσις. ἐβαρήθη μὲν ὕπνῳ, ἀλλ᾽ ἐπὶ πελάγους κουφίζεται, ἀλλ᾽ ἐπιτιμᾷ πνεύμασιν, ἀλλὰ Πέτρον κουφίζει βαπτιζόμενον. δίδωσι τέλος, ἀλλ᾽ ἐξ ἰχθύος, ἀλλὰ βασιλεύει τῶν ἀπαιτούντων.

Σαμαρείτης ἀκούει καὶ δαιμονῶν, πλὴν σώζει τὸν ἀπὸ Ἰερουσαλὴμ καταβαίνοντα καὶ λῃσταῖς περιπεσόντα, πλὴν ὑπὸ δαιμόνων ἑπιγινώσκεται, καὶ ἀπελαύνει δαίμονας, καὶ λεγεῶνα πνευμάτων βυθίζει, καὶ ὡς ἀστραπὴν ὁρᾷ πίπτοντα τὸν ἀρχηγὸν τῶν δαιμόνων. λιθάζεται, ἀλλ᾽ οὐχ ἁλίσκεται. προσεύχεται, ἀλλ᾽ ἐπακούει. δακρύει, ἀλλὰ παύει δάκρυον. ἐρωτᾷ ποῦ τέθειται Λάζαρος, ἄνθρωπος γὰρ ἦν· ἀλλ᾽ ἐγείρει Λάζαρον, θεὸς γὰρ ἦν. πωλεῖται, καὶ λίαν εὐώνως, τριάκοντα γὰρ ἀργυρίων, ἀλλ᾽ ἐξαγοράζει κόσμον, καὶ μεγάλης τιμῆς, τοῦ ἰδίου γὰρ αἵματος. ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεται, ἀλλὰ ποιμαίνει τὸν Ἰσραήλ, νῦν δὲ καὶ πᾶσαν τὴν οἰκουμένην. ὡς ἀμνὸς ἄφωνος, ἀλλὰ λόγος ἐστί, φωνῇ βοῶντος ἐν τῇ ἐρήμῳ καταγγελλόμενος. μεμαλάκισται, καὶ τετραυμάτισται, ἀλλὰ θεραπεύει πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. ἐπὶ τὸ ξύλον ἀνάγεται, προσπήγνυται, ἀλλὰ τῷ ξύλῳ τῆς ζωῆς ἀποκαθίστησιν, ἀλλὰ σώζει καὶ λῃστὴν συσταυρούμενον, ἀλλὰ σκοτίζει πᾶν τὸ ὁρώμενον. ὄξος ποτίζεται, χολὴν βρωματίζεται· τίς; ὁ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ὁ τῆς πικρᾶς γεύσεως καταλυτής, ὁ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. παραδίδωσι τὴν ψυχήν, ἀλλ᾽ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν, ἀλλὰ καταπέτασμα ῥήγνυται, τὰ γὰρ ἄνω παραδείκνυται, ἀλλὰ πέτραι σχίζονται, ἀλλὰ νεκροὶ ἐγείρονται. ἀποθνήσκει, ζωοποιεῖ δέ, καὶ καταλύει τῷ θανάτῳ τὸν θάνατον.

θάπτεται, ἀλλ᾽ ἀνίσταται. εἰς ᾅδου κάτεισιν, ἀλλ᾽ ἀνάγει ψυχάς, ἀλλ᾽ εἰς οὐρανοὺς ἄνεισιν, ἀλλ᾽ ἥξει κρῖναι ζῶντας καὶ νεκρούς, καὶ τοὺς τοιούτους βασανίσαι λόγους. εἰ ταῦτα ἐμποιεῖ σοι τῆς πλάνης τὴν ἀφορμήν, ἐκεῖνά σου λύει τὴν πλάνην.