Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ υἱοῦ (λόγος κθ')

Γρηγόριος ὁ Ναζιανζηνός

Επίλογος και δοξολογία

Κατακλείδα του λόγου με έμφαση στην ανεπάρκεια της ανθρώπινης λογικής, την αναγκαιότητα της πίστεως για την προσέγγιση του μυστηρίου και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 5

Ταῦτα τοῖς αἰνιγματισταῖς παρ᾽ ἡμῶν, οὐχ ἑκόντων μέν· οὐ γὰρ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία καὶ λόγων ἀντίθεσις, ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος· πλὴν ἀναγκαίως διὰ τοὺς ἐμπίπτοντας, ἐπεὶ καὶ διὰ τὰς νόσους τὰ φάρμακα, ἵν᾽ εἰδῶσι μὴ πάντα ὄντες σοφοὶ μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα τὸ εὐαγγέλιον. ὅταν γὰρ τὸ τοῦ λόγου δυνατὸν προβαλλώμεθα, τὸ πιστεύειν ἀφέντες, καὶ τὸ τοῦ πνεύματος ἀξιόπιστον ταῖς ζητήσεσι λύσωμεν, εἶτα ἡττηθῇ τοῦ μεγέθους τῶν πραγμάτων ὁ λόγος, —ἡττηθήσεται δὲ πάντως, ἀπὸ ἀσθενοῦς ὀργάνου τῆς ἡμετέρας διανοίας ὁρμώμενος, —τί γίνεται; τὸ ἀσθενὲς τοῦ λόγου τοῦ μυστηρίου φαίνεται· καὶ οὕτω κένωσις τοῦ σταυροῦ τὸ τοῦ λόγου κομψὸν ἀναδείκνυται, ὡς καὶ Παύλῳ δοκεῖ. ἡ γὰρ πίστις τοῦ καθ᾽ ἡμᾶς λόγου πλήρωσις. ὁ δὲ ἀναγγέλλων συνδέσμους, καὶ λύων κρατούμενα, ὁ καὶ ἡμῖν ἐπὶ νοῦν ἀγαγὼν διαλῦσαι στραγγαλιὰς βιαίων δογμάτων, μάλιστα μὲν καὶ τούτους μεταβαλὼν ποιήσειεν πιστοὺς ἀντὶ τεχνολόγων, καὶ Χριστιανοὺς ἀνθ᾽ ὧν νῦν ὀνομάζονται. τοῦτο δὴ καὶ παρακαλοῦμεν· δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ θεῷ, καὶ τὸ πνεῦμα μὴ σβέννυτε· μᾶλλον δέ, καταλλαγείη Χριστὸς ὑμῖν, καὶ τὸ πνεῦμα ὀψὲ γοῦν ἀναλάμψειεν.

εἰ δὲ λίαν ἔχοιτε φιλονείκως, ἀλλ᾽ ἡμεῖς γε σώζοιμεν ἡμῖν αὐτοῖς τὴν τριάδα, καὶ ὑπὸ τῆς τριάδος σωζοίμεθα, μένοντες εἰλικρινεῖς καὶ ἀπρόσκοποι, μέχρις ἀναδείξεως τελεωτέρας τῶν ποθουμένων, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· Ἀμήν.