Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ υἱοῦ (λόγος λ΄)

Γρηγόριος ὁ Ναζιανζηνός

Αναίρεση αιρετικών επιχειρημάτων και ενστάσεων

Εξέταση και ανασκευή επιχειρημάτων που αμφισβητούν τη θεότητα του Υιού, όπως η υπεροχή του Πατρός, η λήψη εξουσίας, το θείο θέλημα και η φαινομενική άγνοια της εσχάτης ημέρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

Τρίτον ἀρίθμει τό· μεῖζον· τέταρτον τό· θεόν μου καὶ θεὸν ὑμῶν. εἰ μὲν οὖν μείζων μὲν ἐλέγετο, μὴ ἴσος δέ, τάχα ἂν ἦν τι τοῦτο αὐτοῖς· εἰ δὲ ἀμφότερα σαφῶς εὑρίσκομεν, τί φήσουσιν οἱ γεννάδαι; τί τὸ ἰσχυρὸν αὐτοῖς; πῶς συμβήσεται τὰ ἀσύμβατα; τὸ γὰρ αὐτὸ τοῦ αὐτοῦ ὁμοίως μεῖζον καὶ ἴσον εἶναι τῶν ἀδυνάτων· ἢ δῆλον ὅτι τὸ μεῖζον μέν ἐστι τῆς αἰτίας, τὸ δὲ ἴσον τῆς φύσεως; καὶ τοῦτο ὑπὸ πολλῆς εὐγνωμοσύνης ὁμολογοῦμεν ἡμεῖς. τάχα δ᾽ ἂν εἴποι τις ἄλλος τῷ ἡμετέρῳ λόγῳ προσφιλονεικῶν, μὴ ἔλαττον εἶναι τὸ ἐκ τοιαύτης αἰτίας εἶναι τοῦ ἀναιτίου. τῆς τε γὰρ τοῦ ἀνάρχου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀνάρχου· καὶ πρόσεστιν ἡ γέννησις, πρᾶγμα τοσοῦτον, τοῖς γε νοῦν ἔχουσι, καὶ οὕτω σεβάσμιον. τὸ γὰρ δὴ λέγειν, ὅτι τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου μείζων, ἀληθὲς μέν, οὐ μέγα δέ. τί γὰρ τὸ θαυμαστόν, εἰ μείζων ἀνθρώπου θεός; ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς τὸ μεῖζον κομπάζοντας.

Θεὸς δὲ λέγοιτο ἄν, οὐ τοῦ Λόγου, τοῦ ὁρωμένου δέ· πῶς γὰρ ἂν εἴη τοῦ κυρίως θεοῦ θεός; ὥσπερ καὶ πατήρ, οὐ τοῦ ὁρωμένου, τοῦ λόγου δέ. καὶ γὰρ ἦν διπλοῦς· ὥστε τὸ μὲν κυρίως ἐπ᾽ ἀμφοῖν, τὸ δὲ οὐ κυρίως, ἐναντίως ἢ ἐφ᾽ ἡμῶν ἔχει. ἡμῶν γὰρ κυρίως μὲν θεός, οὐ κυρίως δὲ πατήρ. καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τῶν ὀνομάτων διὰ τὴν σύγκρασιν. σημεῖον δέ· ἡνίκα αἱ φύσεις διίστανται, ταῖς ἐπινοίαις συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης. Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ᾽ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ τούτων. τί ἂν γένοιτο γνωριμώτερον;

Πέμπτον λεγέσθω τὸ λαμβάνειν αὐτὸν ζωήν, ἢ κρίσιν, ἢ κληρονομίαν ἐθνῶν, ἢ ἐξουσίαν πάσης σαρκός, ἢ δόξαν, ἢ μαθητάς, ἢ ὅσα λέγεται. καὶ τοῦτο τῆς ἀνθρωπότητος. εἰ δὲ καὶ τῷ θεῷ δοίης, οὐκ ἄτοπον. οὐ γὰρ ὡς ἐπίκτητα δώσεις, ἀλλ᾽ ὡς ἀπ᾽ ἀρχῆς συνυπάρχοντα, καὶ λόγῳ φύσεως, ἀλλ᾽ οὐ χάριτος.

Ἕκτον τιθέσθω τὸ μὴ δύνασθαι τὸν υἱὸν ἀφ᾽ ἑαυτοῦ ποιεῖν μηδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα. τοῦτο δὲ τοιοῦτόν ἐστιν· οὐ τῶν καθ᾽ ἕνα τρόπον λεγομένων τὸ δύνασθαι ἢ μὴ δύνασθαι· πολύσημον δέ. τὸ μὲν γάρ τι λέγεται κατὰ δυνάμεως ἔλλειψιν, καί ποτε, καὶ πρός τι, ὡς τὸ μὴ δύνασθαι τὸ παιδίον ἀθλεῖν, ἢ τὸ σκυλάκιον βλέπειν, ἢ πρὸς τόνδε διαγωνίζεσθαι. ἀθλήσει γὰρ ἴσως ποτέ, καὶ ὄψεται, καὶ διαγωνιεῖται πρὸς τόνδε, κἂν πρὸς ἕτερον ἀδυνάτως ἔχῃ. τὸ δέ, ὡς ἐπὶ πλεῖστον, ὡς τό· Οὐ δύναται πόλις κρυβῆναι ἐπ᾽ ἄνω ὄρους κειμένη. τάχα γὰρ ἂν καὶ κρυφθείη τις, ἐπιπροσθοῦντος μείζονος. τὸ δέ, ὡς οὐκ εὔλογον· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ᾽ ὅσον ἔνδημος ὁ νυμφίος· εἴτε ὁ σωματικῶς ὁρώμενος· οὐ γὰρ κακοπαθείας, ἀλλ᾽ εὐφροσύνης καιρὸς ὁ τῆς ἐπιδημίας· εἴτε ὡς ὁ λόγος νοούμενος. τί γὰρ δεῖ νηστεύειν σωματικῶς τοὺς λόγῳ καθαιρομένους; τὸ δέ, ὡς ἀβούλητον, ὡς τὸ μὴ δύνασθαι ἐκεῖ σημεῖα ποιῆσαι, διὰ τὴν ἀπιστίαν τῶν δεχομένων. ἐπειδὴ γὰρ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς τοῦ θεραπευτοῦ δυνάμεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον τοῦ συζύγου ἐλλείποντος. οὐκ οἶδα δέ, εἰ μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον· οὐ γὰρ εὔλογος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας.

τοῦ δὲ αὐτοῦ λόγου καὶ τό· Οὐ δύναται ὁ κόσμος μὴ μισεῖν ὑμᾶς· καί, Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; πῶς γὰρ ἀδύνατόν τι τούτων, ἢ ὅτι ἀβούλητον; ἔστι δέ τι καὶ τοιοῦτον ἐν τοῖς λεγομένοις, ὃ τῇ φύσει μὲν ἀδύνατον, θεῷ δὲ δυνατὸν βουληθέντι, ὡς τὸ μὴ δύνασθαι τὸν αὐτὸν γεννηθῆναι δεύτερον· καὶ ῥαφὶς οὐκ εἰσδεχομένη κάμηλον. τί γὰρ ἂν καὶ κωλύσειε γενέσθαι ταῦτα θεοῦ θελήσαντος;

Τούτων δὲ πάντων ἐκτὸς τὸ παντελῶς ἀδύνατον καὶ ἀνεπίδεκτον, ὡς ὃ νῦν ἐξετάζομεν. ὡς γὰρ ἀδύνατον εἶναι λέγομεν πονηρὸν εἶναι θεόν, ἢ μὴ εἶναι· τοῦτο γὰρ ἀδυναμίας ἂν εἴη μᾶλλον θεοῦ, ἤπερ δυνάμεως· ἢ τὸ μὴ ὂν εἶναι, ἢ τὰ δὶς δύο καὶ τέσσαρα εἶναι καὶ δέκα· οὕτως ἀδύνατον καὶ ἀνεγχώρητον ποιεῖν τι τὸν υἱόν, ὧν οὐ ποιεῖ ὁ πατήρ. πάντα γὰρ ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστίν· ὡς ἔμπαλιν τὰ τοῦ υἱοῦ τοῦ πατρός· οὐδὲν οὖν ἴδιον, ὅτι κοινά. ἐπεὶ καὶ αὐτὸ τὸ εἶναι κοινὸν καὶ ὁμότιμον, εἰ καὶ τῷ υἱῷ παρὰ τοῦ πατρός. καθ᾽ ὃ καὶ λέγεται καὶ τό· Ἐγὼ ζῶ διὰ τὸν πατέρα. οὐχ ὡς ἐκεῖθεν αὐτῷ τοῦ ζῆν καὶ τοῦ εἶναι συνεχομένου, ἀλλ᾽ ὡς ἐκεῖθεν ὑπάρχοντος ἀχρόνως καὶ ἀναιτίως. βλέπει δὲ τὸν πατέρα ποιοῦντα πῶς, καὶ οὕτω ποιεῖ; ἆρα ὡς οἱ τὰς μορφὰς γράφοντες καὶ τὰ γράμματα, διὰ τὸ μὴ εἶναι τῆς ἀληθείας ἄλλως ἐπιτυχεῖν, εἰ μὴ πρὸς τὸ ἀρχέτυπον βλέποντας, κἀκεῖθεν χειραγωγουμένους; καὶ πῶς ἡ σοφία δεῖται τοῦ διδάξοντος, ἢ οὐ ποιήσει τι μὴ διδασκομένη; ποιεῖ δὲ πῶς ὁ πατήρ, ἢ πεποίηκεν; ἆρα ἄλλον προυπέστησε κόσμον ἀντὶ τοῦ παρόντος, καὶ ὑποστήσει τὸν μέλλοντα, καὶ πρὸς ἐκεῖνα βλέπων ὁ υἱός, τὸν μὲν ὑπέστησε, τὸν δὲ ὑποστήσει; τέσσαρες οὖν κόσμοι κατὰ τὸν λόγον τοῦτον, οἱ μὲν πατρός, οἱ δὲ υἱοῦ ποιήματα. ὢ τῆς ἀλογίας.

καθαίρει δὲ λέπρας, καὶ δαιμόνων καὶ νόσων ἀπαλλάττει, καὶ ζωοποιεῖ νεκρούς, καὶ ὑπὲρ θαλάσσης ὁδεύει, καὶ τἄλλα ποιεῖ ὅσα πεποίηκεν, ἐπὶ τίνος ἢ πότε τοῦ πατρὸς ταῦτα προενεργήσαντος; ἢ δῆλον ὅτι τῶν αὐτῶν πραγμάτων τοὺς τύπους ἐνσημαίνεται μὲν ὁ πατήρ, ἐπιτελεῖ δὲ ὁ λόγος, οὐ δουλικῶς, οὐδὲ ἀμαθῶς, ἀλλ᾽ ἐπιστημονικῶς τε καὶ δεσποτικῶς, καὶ οἰκειότερον εἰπεῖν, πατρικῶς; οὕτω γὰρ ἐγὼ δέχομαι τὸ ἅπερ ὑπὸ τοῦ πατρὸς γίνεται, ταῦτα καὶ τὸν υἱὸν ὁμοίως ποιεῖν· οὐ κατὰ τὴν τῶν γινομένων ὁμοίωσιν, ἀλλὰ κατὰ τὴν τῆς ἐξουσίας ὁμοτιμίαν. καὶ τοῦτο ἂν εἴη τὸ ἕως ἄρτι καὶ τὸν πατέρα ἐργάζεσθαι, καὶ τὸν υἱόν· οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ὧν πεποιήκασιν οἰκονομίαν τε καὶ συντήρησιν, ὡς δηλοῖ τὸ ποιεῖσθαι τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· καὶ θεμελιοῦσθαι τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· ἅπαξ ἡδρασμένα τε καὶ γενόμενα· καὶ στερεοῦσθαι βροντήν, καὶ κτίζεσθαι πνεῦμα, ὧν ἅπαξ μὲν ὁ λόγος ὑπέστη, συνεχὴς δὲ καὶ νῦν ἡ ἐνέργεια.

Ἕβδομον λεγέσθω τὸ καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν υἱόν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος. εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴπομεν ἂν ὡς παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν σωτῆρα νοουμένου, —τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ ὑπεναντίον θεῷ, θεοθὲν ὅλον, —ἀλλὰ τοῦ καθ᾽ ἡμᾶς· ὡς τοῦ ἀνθρωπίνου θελήματος οὐ πάντως ἑπομένου τῷ θείῳ, ἀλλ᾽ ἀντιπίπτοντος, ὡς τὰ πολλά, καὶ ἀντιπαλαίοντος. καὶ γὰρ ἐκεῖνο οὕτως ἐνοήσαμεν τό· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα. οὔτε γάρ, εἰ δυνατὸν ἢ μή, τοῦτο ἀγνοεῖν ἐκεῖνον εἰκός, οὔτε τῷ θελήματι ἀντεισφέρειν τὸ θέλημα. ἐπεὶ δὲ ὡς παρὰ τοῦ προσλαβόντος ὁ λόγος, τοῦτο γὰρ τὸ κατεληλυθός, οὐ τοῦ προσλήμματος, οὕτως ἀπαντησόμεθα. οὐχ ὡς ὄντος ἰδίου τοῦ υἱοῦ θελήματος παρὰ τὸ τοῦ πατρός, ἀλλ᾽ ὡς οὐκ ὄντος ὁ λόγος· ἵν᾽ ᾖ τοιοῦτον τὸ συναγόμενον· Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, οὐδὲ γάρ ἐστι τὸ ἐμὸν τοῦ σοῦ κεχωρισμένον, ἀλλὰ τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, ὧν ὡς μία θεότης, οὕτω καὶ βούλησις.

πολλὰ γὰρ τῶν οὕτω λεγομένων ἀπὸ κοινοῦ λέγεται, καὶ οὐ θετικῶς, ἀρνητικῶς δέ, ὡς τό· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα· οὔτε γὰρ δίδωσιν, οὔτε μεμετρημένον, οὐ γὰρ μετρεῖται παρὰ θεοῦ θεός· καὶ τό· Οὔτε ἡ ἁμαρτία μου, οὔτε ἡ ἀνομία μου· οὐ γὰρ ὡς οὔσης ὁ λόγος, ἀλλ᾽ ὡς οὐκ οὔσης· καὶ πάλιν τό· Οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν· οὐ γὰρ ἐποιήσαμεν. δῆλον δὲ τοῦτο κἂν τοῖς ἑξῆς· τί γάρ, φησι, τὸ θέλημα τοῦ πατρός; ἵνα πᾶς ὁ πιστεύων εἰς τὸν υἱὸν σώζηται, καὶ τυγχάνῃ τῆς τελευταίας ἀναστάσεως. ἆρ᾽ οὖν τοῦ πατρὸς μὲν τοῦτο θέλημα, τοῦ υἱοῦ δὲ οὐδαμῶς; ἢ ἄκων εὐαγγελίζεται καὶ πιστεύεται; καὶ τίς ἂν τοῦτο πιστεύσειεν; ἐπεὶ καὶ τὸ τὸν λόγον τὸν ἀκουόμενον μὴ εἶναι τοῦ υἱοῦ, τοῦ πατρὸς δέ, τὴν αὐτὴν ἔχει δύναμιν. πῶς γὰρ ἴδιόν τινος τὸ κοινόν, ἢ μόνου, τοῦτο συνιδεῖν οὐκ ἔχω, πολλὰ σκοπῶν· οἶμαι δέ, οὐδὲ ἄλλος τις. ἂν οὕτω διανοῇς περὶ τοῦ θέλειν, ὀρθῶς νοήσεις καὶ λίαν εὐσεβῶς, ὡς ὁ ἐμὸς λόγος, καὶ παντὸς τοῦ εὐγνώμονος.

Ὄγδοόν ἐστιν αὐτοῖς τό· Ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καὶ τό· Οὐδεὶς ἀγαθός, εἰ μὴ εἶς ὁ θεός. τοῦτο δὲ καὶ πάντῃ ῥᾴστην ἔχειν τὴν λύσιν μοι φαίνεται. εἰ γὰρ τὸ μόνον ἀληθινὸν ἐπὶ τοῦ πατρὸς θήσεις, ποῦ θήσεις τὴν αὐτοαλήθειαν; καὶ γὰρ εἰ Τῷ μόνῳ σοφῷ θεῷ, ἢ Τῷ μόνῳ ἔχοντι ἀθανασίαν, φῶς οἰκοῦντι ἀπρόσιτον, ἢ Βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, Καὶ μόνῳ σοφῷ θεῷ νοήσεις οὕτως, οἰχήσεταί σοι θάνατον κατακριθεὶς ὁ υἱός, ἢ σκότος, ἢ τὸ μὴ σοφὸς εἶναι, μηδὲ βασιλεύς, μηδὲ ἀόρατος, μηδὲ ὅλως θεός, ὃ τῶν εἰρημένων κεφάλαιον. πῶς δαὶ οὐκ ἀπολεῖ μετὰ τῶν ἄλλων καὶ τὴν ἀγαθότητα, ἢ μάλιστα μόνου θεοῦ; ἀλλ᾽ οἶμαι τὸ μέν· Ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεόν, ἐπ᾽ ἀναιρέσει λέγεσθαι τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δέ. οὐ γὰρ ἂν προσέκειτο· Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, εἰ πρὸς ἐκεῖνον ἀντιδιῄρητο τὸ μόνον ἀληθινόν, ἀλλὰ μὴ κατὰ κοινοῦ τῆς θεότητος ἦν ὁ λόγος. τὸ δέ, Οὐδεὶς ἀγαθός, ἀπάντησιν ἔχει πρὸς τὸν πειράζοντα νομικόν, ὡς ἀνθρώπῳ τὴν ἀγαθότητα μαρτυρήσαντα.

τὸ γὰρ ἄκρως ἀγαθόν, φησι, μόνου θεοῦ, κἂν τοῦτο καὶ ἄνθρωπος ὀνομάζηται, ὡς τό· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προβάλλει τὸ ἀγαθόν· καί, Δώσω τὴν βασιλείαν τῷ ἀγαθῷ ὑπὲρ σέ, τοῦ θεοῦ πρὸς τὸν Σαοὺλ περὶ τοῦ Δαβὶδ λέγοντος· καὶ τό· Ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς· καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται περὶ τῶν ἐν ἡμῖν ἐπαινουμένων, ἐφ᾽ οὓς ἡ ἀπόρροια τοῦ πρώτου καλοῦ καὶ κατὰ δεύτερον λόγον ἔφθασεν. εἰ μὲν οὖν πείθομεν τοῦτο, ἄριστον· εἰ δὲ μή, τί φήσεις πρὸς τοὺς λέγοντας ἑτέρωθι, τὸν υἱὸν μόνον εἰρῆσθαι θεὸν κατὰ τὰς σὰς ὑποθέσεις; ἐν τίσι τοῖς ῥήμασιν; ἐν ἐκείνοις· Οὗτός σου θεός, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ μετ᾽ ὀλίγα· Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ὅτι μὲν γὰρ οὐ περὶ τοῦ πατρὸς ἀλλὰ τοῦ υἱοῦ τὸ λεγόμενον, ἡ προσθήκη σαφῶς παρίστησιν. οὗτος γάρ ἐστιν ὁ σωματικῶς ὁμιλήσας ἡμῖν, καὶ μετὰ τῶν κάτω γενόμενος. εἰ δὲ νικήσειε κατὰ τοῦ πατρὸς λέγεσθαι τοῦτο, μὴ τῶν νομιζομένων θεῶν, ἡττήμεθα τὸν πατέρα, δι᾽ ὧν τοῦ υἱοῦ κατεσπουδάσαμεν. καὶ τί ἂν τῆς νίκης ταύτης γένοιτο ἀθλιώτερον ἢ ζημιωδέστερον;

Ἔννατον ἐκεῖνο φήσουσι τό· Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. εὖ γε καὶ λίαν μυστικῶς τε καὶ φιλανθρώπως. τὸ γὰρ ἐντυγχάνειν οὐχ, ὡς ἡ τῶν πολλῶν συνήθεια, τὸ ζητεῖν ἐκδίκησιν ἔχει· τοῦτο γάρ πως καὶ ταπεινότητος· ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ πνεῦμα ὑπὲρ ἡμῶν ἐντυγχάνειν λέγεται. Εἶς γὰρ θεός, εἶς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. πρεσβεύει γὰρ ἔτι καὶ νῦν, ὡς ἄνθρωπος, ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ὅτι μετὰ τοῦ σώματός ἐστιν, οὗ προσέλαβεν, ἕως ἂν ἐμὲ ποιήσῃ θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη καί, χωρὶς τῆς ἁμαρτίας, ἡμέτερα. οὕτω δὲ καὶ παράκλητον ἔχομεν Ἰησοῦν Χριστὸν οὐχ ὡς ὑπὲρ ἡμῶν προκαλινδούμενον τοῦ πατρός, καὶ προσπίπτοντα δουλικῶς. ἄπαγε τὴν δούλην ὄντως ὑπόνοιαν, καὶ ἀναξίαν τοῦ πνεύματος. οὔτε γὰρ τοῦ πατρὸς τοῦτο ἐπιζητεῖν, οὔτε τοῦ υἱοῦ πάσχειν, οὐδ᾽ ὡς περὶ θεοῦ διανοεῖσθαι δίκαιον· ἀλλ᾽ οἷς πέπονθεν, ὡς ἄνθρωπος, πείθει καρτερεῖν, ὡς λόγος καὶ παραινέτης. τοῦτο νοεῖταί μοι ἡ παράκλησις.

Δέκατον αὐτοῖς ἐστιν ἡ ἄγνοια, καὶ τὸ μηδένα γινώσκειν τὴν τελευταίαν ἡμέραν ἢ ὥραν, μηδὲ τὸν υἱὸν αὐτόν, εἰ μὴ τὸν πατέρα. καίτοι πῶς ἀγνοεῖ τι τῶν ὄντων ἡ σοφία, ὁ ποιητὴς τῶν αἰώνων, ὁ συντελεστὴς καὶ μεταποιητής, τὸ πέρας τῶν γενομένων; ὁ οὕτω τὰ τοῦ θεοῦ γινώσκων, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ; τί γὰρ ταύτης τῆς γνώσεως τελεώτερον; πῶς δαὶ τὰ μὲν πρὸ τῆς ὥρας ἀκριβῶς ἐπίσταται, καὶ τὰ οἷον ἐν χρῷ τοῦ τέλους, αὐτὴν δὲ ἀγνοεῖ τὴν ὥραν; αἰνίγματι γὰρ τὸ πρᾶγμα ὅμοιον, ὥσπερ ἂν εἴ τις τὰ μὲν πρὸ τοῦ τείχους ἀκριβῶς ἐπίστασθαι λέγοι, αὐτὸ δὲ ἀγνοεῖν τὸ τεῖχος· ἢ τὸ τῆς ἡμέρας τέλος εὖ ἐπιστάμενος, τὴν ἀρχὴν τῆς νυκτὸς μὴ γινώσκειν· ἔνθα ἡ τοῦ ἑτέρου γνῶσις ἀναγκαίως συνεισάγει τὸ ἕτερον. ἢ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μέν, ὡς θεός, ἀγνοεῖν δέ φησιν, ὡς ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου; τὸ γὰρ ἀπόλυτον εἶναι τοῦ υἱοῦ τὴν προσηγορίαν καὶ ἄσχετον, οὐ προσκειμένου τῷ υἱῷ τοῦ τίνος, ταύτην ἡμῖν δίδωσι τὴν ὑπόνοιαν, ὥστε τὴν ἄγνοιαν ὑπολαμβάνειν ἐπὶ τὸ εὐσεβέστερον, τῷ ἀνθρωπίνῳ, μὴ τῷ θείῳ, ταύτην λογιζομένους.

Εἰ μὲν οὖν οὗτος αὐτάρκης ὁ λόγος, ἐνταῦθα στησόμεθα, καὶ μηδὲν πλέον ἐπιζητείσθω· εἰ δὲ μή, τό γε δεύτερον, ὥσπερ τῶν ἄλλων ἕκαστον, οὕτω δὲ καὶ ἡ γνῶσις τῶν μεγίστων ἐπὶ τὴν αἰτίαν ἀναφερέσθω τιμῇ τοῦ γεννήτορος. δοκεῖ δέ μοί τις, μηδ᾽ ἂν ἐκείνως ἀναγνούς, ὡς τῶν καθ᾽ ἡμᾶς φιλολόγων τις, μικρὸν ἐννοῆσαι, ὅτι οὐδὲ ὁ υἱὸς ἄλλως οἶδε τὴν ἡμέραν ἢ τὴν ὥραν, ἢ ὡς ὅτι ὁ πατήρ. τὸ γὰρ συναγόμενον ὁποῖον; ἐπειδὴ ὁ πατὴρ γινώσκει, διὰ τοῦτο καὶ ὁ υἱός, ὡς δῆλον, ὅτι μηδενὶ γνωστὸν τοῦτο μηδὲ ληπτόν, πλὴν τῆς πρώτης φύσεως. ἐλείπετο περὶ τοῦ ἐντετάλθαι, καὶ τετηρηκέναι τὰς ἐντολάς, καὶ τὰ ἀρεστὰ αὐτῷ πάντοτε πεποιηκέναι, διαλαβεῖν ἡμᾶς· ἔτι δὲ τελειώσεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν ἐξ ὧν ἔπαθε τὴν ὑπακοήν, ἀρχιερωσύνης τε καὶ προσφορᾶς, καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καὶ ἀγωνίας, καὶ θρόμβων, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο τοιοῦτον· εἰ μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχον τὰ τοιαῦτα τῶν ὀνομάτων, οὐ τὴν ἄτρεπτον φύσιν καὶ τοῦ πάσχειν ὑψηλοτέραν. ὁ μὲν οὖν περὶ τῶν ἀντιθέτων λόγος τοσοῦτον, ὅσον ῥίζα τις εἶναι καὶ ὑπόμνημα τοῖς ἐξεταστικωτέροις τῆς τελεωτέρας ἐξεργασίας.