Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά
Οι Διαθήκες και το μυστήριο της σωτηρίας
Εξέταση της ιστορίας των Διαθηκών, της συγκαταβάσεως του Θεού Λόγου, της ένωσης των δύο φύσεων και της λυτρωτικής σημασίας της θυσίας και του βαπτίσματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι Διαθήκες και το μυστήριο της σωτηρίας
Εξέταση της ιστορίας των Διαθηκών, της συγκαταβάσεως του Θεού Λόγου, της ένωσης των δύο φύσεων και της λυτρωτικής σημασίας της θυσίας και του βαπτίσματος.
Θʹ, Περὶ Διαθηκῶν καὶ Ἐπιφανείας Χριστοῦ. Δεῦρ᾽ ἄγε καὶ δισσοῖο νόμου λόγον ἐξερέεινε. Ὅς τε παλαιότερος, καὶ ὃς νέος ἐξεφαάνθη, Πρῶτα μὲν Ἑβραίοισιν, ἐπεὶ Θεὸν ὑψιμέδοντα Πρῶτοι καὶ γνώσαντο, ἔπειτα δὲ πείρασιν αἴης.
Οὐ γὰρ μαρναμένοισι Θεὸς βροτὸν ἡγεμονεύει Δόγμασιν, ὥς τις ἄϊδρις ἐὼν, Λόγος ἴδρις ἁπάντων, Οὐδὲ παλιμβούλοισιν, ὃ καὶ θνητοῖσιν ὄνειδος. Ἀλλ᾽ ὅδ᾽ ἐμὸς λόγος ἐστὶ Θεοῦ φιλέοντος ἀρωγῆς. Λυσσήεις ὅτε πρῶτον Ἀδὰμ βάλεν ἐκ παραδείσου, Κλέψας ἀνδροφόνοιο φυτοῦ δηλήμονι καρπῷ, Ὡς στρατὸν ἡγητῆρος ὀλωλότος αἴσχεϊ τύπτων, Δίζετο καὶ τεκέεσσι κακὸν καὶ κῆρα φυτεῦσαι, Ῥήξας δ᾽ οὐρανίοιο Θεοῦ κλεψίφρονι βουλῇ, Τρέψατο ὄσσε βροτοῖο πρὸς οὐρανὸν ἀστερόεντα, Κάλλεσι παμφανόωσι τεθηλότα, πρός τε θανόντων Μορφὰς, ἃς ἐτύπωσε πόθος, καὶ μῦθος ἔτισε, Πιστὸς ἐν οὐ ξείνοισι κακοῖς, ψεύστης ἀνέλεγκτος, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενος λυκάβασιν.
Ἑβραίων ἱερῶν ὀλοὸν γένος, οὐχ ὑποφήταις Εἶκον ὀδυρομένοισι, λιταζομένοισιν, ἄνακτος Μῆνιν ἀεὶ προφέρουσι. Πάρος γε μὲν ὤλλυον αὐτούς. Οὐδὲ μὲν οὐ βασιλῆες ἐτάρβεον, ἀλλ᾽ ἄρα καὶ τῶν Οἱ πλέονες κακίους, οὐδ᾽ ἄλσεα πάμπαν ἔλειπον, Οὐδ᾽ ὀρέων κορυφὰς, καὶ δαίμονας αἱματόεντας.
Τοὔνεκα καὶ μεγάλοιο Θεοῦ ζηλήμονα μῆνιν Εἴρυσαν, ἐκ δὲ τίναχθεν. Ὁ δ᾽ ἀντεισῆλθον ἔγωγε Ἀτραπιτὸν ζήλοιο ποδηγεσίῃ σφίσιν ἕλκων, Πίστιν ἐς εὐσεβέα Χριστοῦ παλίνορσα φέρεσθαι, Ὀψὲ μεταστρεφθεῖσιν, ἐπὴν κορέσωνται ἀνίης, Βασκανίῃ λαοῖο νεήλυδος, ᾧ διάμειφθεν.
Ἀλλὰ τὰ μὲν μετόπισθ᾽. Οἱ δ᾽ ὡς νόμον εἶχον ἄτιμον, Ὑστάτιον τοιῆσδε βροτῶν γένος ἔμμορε τιμῆς, Νεύμασιν ἀθανάτοιο Πατρὸς, καὶ ἔργμασι Παιδός· Χριστὸς ὅσον βροτέων ἐνὶ σώματι κάτθετο μοίρης Οὐρανίης, λεύσσων κακίης ὕπο θυμοβόροιο Δαπτόμενον, σκολιόν τε βροτῶν μεδέοντα δράκοντα, Ὥς κεν ἀναστήσειεν ἑὸν λάχος, οὐκ ἔτι νοῦσον Ἄλλοισιν ἐφέηκεν ἀρηγόσιν (οὐ γὰρ ἐπαρκὲς Τοῖς μεγάλοις παθέεσσι μικρὸν ἄκος)· ἀλλὰ κενώσας Ὃν κλέος ἀθανάτοιο Θεοῦ Πατρὸς Υἱὸς ἀμήτωρ Αὐτὸς καὶ δίχα πατρὸς ἐμοὶ ξένος υἱὸς ἐφάνθη· Οὐ ξένος, ἐξ ἐμέθεν γὰρ ὅδ᾽ ἄμβροτος ἦλθε βροτωθεὶς Παρθενικῆς διὰ μητρὸς, ὅλον μ᾽ ὅλος ὄφρα σαώσῃ.
Καὶ γὰρ ὅλος πέπτωκεν Ἀδὰμ διὰ γεῦσιν ἀλιτρήν. Τοὔνεκεν ἀνδρομέοισι καὶ οὐ βροτέοισι νόμοισι, Σεμνοῖς ἐν σπλάγχνοισιν ἀπειρογάμοιο γυναικὸς Σαρκωθεὶς (ὢ θάμβος ἀφαυροτάτοισιν ἄπιστον!) Ἦλθε Θεὸς θνητός τε, φύσις δύο εἰς ἓν ἀγείρας, Τὴν μὲν κευθομένην, τὴν δ᾽ ἀμφαδίην μερόπεσσιν Ὧν Θεὸς ἡ μὲν ἕην, ἡ δ᾽ ὕστατον ἡμῖν ἐτύχθη.
Εἷς Θεὸς ἀμφοτέρωθεν, ἐπεὶ θεότητι κερασθεὶς, Καὶ βροτὸς ἐκ θεότητος ἄναξ καὶ Χριστὸς ὑπέστη· Ὥς κεν Ἀδὰμ νέος ἄλλος ἐπιχθονίοισι φαανθεὶς, Τὸν πάρος ἐξακέσαιτο, πετάσματι δ᾽ ἀμφὶ καλυφθεὶς (Οὐ γὰρ ἔην χωρητὸς ἐμοῖς παθέεσσι πελάσσαι), Καὶ πινυτὸν δοκέοντα ὄφιν σφήλειεν ἀέλπτως, Ὡς μὲν Ἀδὰμ πελάσοντα, Θεῷ δέ τε ἀντιάσοντα, Τῷ πέρι κάρτος ἔμελλεν ἑῆς ἄξειν κακότητος, Τρηχείην περὶ πέτραν ἁλίκτυπον ὥς τε θάλασσα.
Ὡς ἐφάνη, γαῖα τε καὶ οὐρανὸς ἀμφὶ γενέθλῃ Σείετο. Οὐρανίη μὲν ὕμνους κατέπεμπε χορείη, Ἀστὴρ δ᾽ ἀντολίηθε Μάγοις ὁδὸν ἡγεμόνευε, Δωροφόροις λάτρισι νεηγενέος βασιλῆος. Οὗτος ἐμοὶ Χριστοῖο νέης λόγος ἐστὶ γενέθλης.
Αἶσχος δ᾽ οὐδὲν ἔπεστιν, ἐπεὶ μόνον αἶσχος ἁμαρτάς· Τῷ δ᾽ οὐκ αἶσχος ἔπεστιν, ἐπεὶ Λόγος αὐτὸν ἔπηξεν. Οὐδὲ ῥύσει βροτέῃ βροτὸς ἔπλετο, ἐκ δ᾽ ἄρα σαρκὸς, Τὴν Πνεῦμ᾽ ἥγνισε πρόσθεν ἀνυμφέα μητέρα κεδνὴν, Αὐτοπαγὴς βροτὸς ἦλθε, καθήρατο δ᾽ εἵνεκ᾽ ἐμεῖο.
Καὶ γὰρ πάνθ᾽ ὑπέδεκτο, νόμῳ θρεπτήρια τίνων, Ἣ καὶ χαζομένῳ πεμπτήρια, ὥσπερ ὀΐω. Αὐτὰρ ἐπεὶ μεγάλοιο φάους ἐριλαμπέϊ λύχνῳ Κηρυχθεὶς προθέοντι γόνου, προθέοντι δὲ μύθου, Χριστὸν ἐμὸν βοόωντι Θεὸν μεσάτῃ ἐν ἐρήμῳ, Ἐξεφάνη, λαῶν μὲν ἔβη μέσος ὅς τ᾽ ἀπὸ τηλοῦ, Ὅς τε πέλας (ξυνὸς γὰρ ἐπ᾽ ἀμφοτέροις ἀκρόγωνος Λᾶας ἔην)· δισσὸν δὲ καθάρσιον ὤπασε θνητοῖς Πνεύματος ἀενάοιο, τό μοι προτέρην ἐκάθηρ Σαρκογενῆ κακίην, καὶ αἵματος ἡμετέροιο.
Καὶ γὰρ ἐμὸν, τὸ Χριστὸς ἐμὸς Θεὸς ἐξεκένωσε Ῥύσιον ἀρχεγόνων ποθέων, κόσμοιό τ᾽ ἄποινον. Εἰ μὲν δὴ μὴ τρεπτὸς ἔην βροτὸς, ἀλλ᾽ ἀδάμαστος, Οἴης καὶ μεγάλοιο Θεοῦ χρήϊζον ἐφετμῆς, Ἥ μ᾽ ἐκόμει τ᾽, ἐσάωσε, καὶ ἐς μέγα κῦδος ἄεξε.
Νῦν δ᾽, οὐ γάρ με θεὸν τεῦξεν Θεὸς, ἀλλά μ᾽ ἔπηξεν Ἀμφιρεπῆ, κλιτόν τε, τὸ καὶ πλεόνεσσιν ἐρείδει, Ὧν ἓν καὶ λοετροῖο βροτοῖς χάρις. Ὡς γὰρ ὄλεθρον Ἑβραίων ποτὲ παῖδες ὑπέκφυγον αἵματι χριστῷ, Τὸ φλιὰς ἐκάθῃρεν, ὅτ᾽ ὤλετο πρωτογένεθλος Αἰγύπτου γενεὴ νυκτὶ μιῇ, ὣς καὶ ἔμοιγε Σφρηγὶς ἀλεξικάκοιο Θεοῦ τόδε, νηπιάχοις μὲν Σφρηγὶς, ἀεξομένοισι δ᾽ ἄκος καὶ σφρηγὶς ἀρίστη, Χριστοῦ φωτοδόταο θεόῤῥυτος, ὥς κεν ἀλύξας Βένθος ἄχους καὶ βαιὸν ἀπ᾽ ἄχθεος αὐχέν᾽ ἀνασχὼν, Πρὸς ζωὴν παλίνορσον ἄγω πόδα. Καὶ γὰρ ὁδίτης Ἀμπνεύσας καμάτοιο, νεόσσυτα γούνατ᾽ ἐγείρει.
Ξυνὸς μὲν πάντεσσιν ἀὴρ, ξυνὴ δέ τε γαῖα, Ξυνὸς δ᾽ οὐρανὸς εὐρὺς, ἅθ᾽ ὥρια κύκλος ἑλίσσει· Ξυνὸν δ᾽ ἀνθρώποισι σαόβροτον ἔπλετο λουτρόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.