Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Η ενανθρώπηση και η αναίρεση του Απολλιναρίου

Δογματική πολεμική κατά της διδασκαλίας του Απολλιναρίου, υπεράσπιση της πρόσληψης του ανθρώπινου νου από τον Χριστό και ομολογία της ενότητας του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 9 από 16

Ιʹ. Κατὰ Ἀπολλιναρίου, περὶ ἐνανθρωπήσεως. Νοῦν τὸν μέγιστον ἴσμεν ἀνθρώπου φύσιν Πᾶσαν παγέντα, ἐκ τριῶν συγκειμένην, Ψυχῆς τε καὶ νοῦ καὶ πάχους τοῦ σώματος, Ἀδὰμ ὅλον τὸν πρόσθεν πλὴν ἁμαρτίας. Ἐπεὶ γὰρ οὖν ἐγίγνετ᾽ ἄνθρωπος Θεὸς, Θεὸς τελεῖτ᾽ ἄνθρωπος εἰς τιμὴν ἐμήν· Ἵν᾽ οἷς περ εἴληφεν ὃ δέδωκ᾽ ἀναπλάσας, Λύσῃ τὸ κρῖμα τῆς ὅλης ἁμαρτίας, Κτείνῃ τε τὸν κτείναντα τῷ τεθνηκότι.

Ἁπλοῦς ἄνωθεν, εἶτα συμπαγεὶς, Θεός· Παγεὶς ἔπειτα χερσὶ ταῖς θεοκτόνοις. Οὗτος Θεοῦ σοι τοῦ μεμιγμένου λόγος. Θεὸς μὲν ἦν ἄνωθεν, ἐξ οὗ καὶ Πατὴρ, Ὁ τοῦ Θεοῦ Λόγος τε καὶ κτίστης ὅλων, Κρείσσων χρόνου τε καὶ παθῶν καὶ σώματος.

Ἐπεὶ δ᾽ ἔπληγε τῷ ξύλῳ τῆς γνώσεως, Καὶ πᾶσαν ἡμῶν τὴν φύσιν κατέτρεχεν, Ὡς εὐάλωτον καὶ κατάκριτον, ὁ φθόνος· Ὡς ἂν λύσειε τὴν ἔπαρσιν τοῦ φθόνου, Καὶ τὴν φθαρεῖσαν εἰκόνα κτίσῃ πάλιν, Ἐγγίνεθ᾽ ἡμῖν. Ἐν γὰρ ἁγνῇ παρθένῳ Κυΐσκεταί τε καὶ προέρχεται Θεός.

Ὅλος Θεός τε καὶ βροτὸς, σώζων μ᾽ ὅλον, Υἱὸς νοούμενός τε καὶ ὁρώμενος. Ἀνθρωπολάτρης εἰμί σοι, σέβων ὅλον Τὸν συντεθέντα μυστικῶς ἐμοὶ Λόγον Αὐτὸν Θεόν τε καὶ βροτὸν σωτήριον. Σὺ σαρκολάτρης, εἰσάγων ἄνουν ἐμὲ, Ἄν σου τὸ κομψὸν πειθανῶς ἀντιστρέφω.

Ἣ τοῦτο δέξαι, φίλτατ᾽, ἢ κἀμοὶ πάρες, Εἴπερ δίκαιος τοῦ λόγου μένεις βραβεὺς, Εἴ σοι τὸ χεῖρόν ἐστιν ἐκ Θεοῦ Θεὸς (Χεῖρον γὰρ ἡ σὰρξ τοῦ κατ᾽ εἰκόνα πολὺ), Κἀμοὶ τὸ κρεῖσσον· νοῦς γὰρ ἔγγιον Θεοῦ. Πλὴν σοί γε κινδυνεύεθ᾽ ἥμισυς βροτός· Ὃ μὴ προσείληπται γὰρ, οὐδὲ σώζεται.

Τί φὴς, ἀμύντωρ τοῦ Λόγου σοφώτατε, Ὁ τοῖς τέμνουσι τὴν θεότητα δυσφορῶν; Οὐ καὶ σὺ τέμνεις τοῦ Θεοῦ τὸ σύνθετον, Τὸ μὲν διδούς τι τῶν ἐμῶν, τὸ δ᾽ οὐκέτι, Τὴν σάρκα κιρνῶν, τὸν δὲ νοῦν ἀποξέων, Ὥσπερ δεδοικὼς τοῦτο, μὴ συνθῇς ὅλος;

Πῶς οὖν δύω τέλεια χωρήσει τὸ ἕν; Ἢ καὶ ῥαγῆναι τὴν δορὰν δεδοίκαμεν; Ὦ τῆς ἀνοίας! νοῦν δὲ καὶ λόγον μία Ψυχὴ δέδεκται· ποῦ δ᾽ ὅλως σοι καὶ μέγα Νοῦς, τοῦ Θεοῦ παρόντος; Εἰ δ᾽ ἡ σὰρξ ἄνους Ἐξηπάτημαι. Δέρμ᾽ ἐμόν· ψυχὴ τίνος;

Τίς ἡ Θεοῦ γέννησις ἐκ τῆς Παρθένου; Πῶς εἰς ἒν ἦλθε τῶν διεστώτων φύσις; Ἄῤῥητόν ἐστιν, ὡς δ᾽ ἔμοιγε φαίνεται, Μικρῷ λόγῳ μετροῦντι τὰ κρείσσω λόγου. Τὸ Πνεῦμ᾽ ἐπῆλθε παρθένῳ καθάρσιον, Λόγος δ᾽ ἑαυτῷ πήγνυτ᾽ ἔνδοθι βροτὸν, Ὅλου βροτοῦ θανόντος ἀντάλλαγμ ὅλον.

Ἐπεὶ δ᾽ ἄμικτός ἐστι σαρκίῳ Θεὸς, Ψυχὴ δὲ καὶ νοῦς οἷον ἐν μεταιχμίῳ, Σαρκὸς μὲν, ὡς σύνοικος, ὡς δ᾽ εἰκὼν, Θεοῦ· Τῷ συγγενεῖ μιγεῖσα ἡ Θεοῦ φύσις, Ἐκεῖθεν ἔσχε καὶ πάχους κοινωνίαν. Οὕτω τὸ θεῶσαν καὶ θεωθὲν εἷς Θεός.

Τί οὖν πέπονθεν ἀμφότερ᾽; ὡς ἐμὸς λόγος, Τὸ μὲν κερασθὲν τῷ πάχει, τὸ δ᾽ ὡς πάχος Ἐμῶν μετασχὸν, πλὴν παθῶν ἁμαρτίας. Ζητῶ τὸ αἷμα τῷ προσεῤῥύη Θεοῦ; Εἰ μὲν πονηρῷ· φεῦ, τὸ Χριστοῦ τῷ κακῷ· Εἰ τῷ Θεῷ δέ· πῶς, ἑτέρῳ κρατουμένων Ἡμῶν; ἐπεὶ κρατοῦντός ἐστ᾽ ἀεὶ λύτρον.

Ἦ τοῦτ᾽ ἀληθὲς, αὐτὸν προσφέρειν Θεῷ, Ἵν᾽ αὐτὸς ἡμᾶς τοῦ κρατοῦντος ἁρπάσῃ, Λάβῃ τε ἀντάλλαγμα τοῦ πεπτωκότος Τὸν Χριστόν· ὁ χρίσας γὰρ οὐχ ἁλώσιμος. Οὕτω φρονοῦμεν. Τοὺς τύπους δ᾽ αἰδούμεθα. Ἔχεις τὰ τῇδε· προσκύνει τὴν Τριάδα.

ΙΑʹ. Περὶ Ἐνανθρωπήσεως. Νήπιος, ὅστις ἄνακτα Θεοῦ Λόγον αἰὲν ἐόντα Οὐ σέβετ᾽ ἰσοθέως Πατρὸς ἐπουρανίου. Νήπιος, ὅστις ἄνακτα Λόγον βροτὸν ἔνθα φανέντα Οὐ σέβετ᾽ ἰσοθέως οὐρανίοιο Λόγου. Τέμνει δ᾽ ἢ μεγάλοιο Πατρὸς Λόγον, ἠὲ Λόγοιο Μορφὴν ἀνδρομέην, καὶ πάχος ἡμέτερον.

Ἦν Θεὸς, ἀλλ᾽ ἐπάγη Πατρὸς Λόγος ἡμέτερος φὼς, Ὥς κε Θεὸν μίξῃ, μικτὸς ἐὼν χθονίοις. Εἷς Θεὸς ἀμφοτέρωθε· τόσον βροτὸς, ὅσσον ἔμ᾽ ἔρδειν Ἀντὶ βροτοῖο Θεόν. Ἵλαθι, τρωτὸς ἄνω. Τόσσον ἔχοις. Τί δ᾽ ἔμοιγε νόον, καὶ μίξιν ἄφραστον;

Ἀμφὶ Θεὸν, θνητοὶ, στέργετε μέτρα λόγου. Εἰ μὲν δὴ πεπίθοιμι, τὸ λώϊον. Εἰ δὲ μελαίνεις Τὸν χάρτην πολλαῖς χιλιάσιν ἐπέων, Δεῦρ᾽ ἄγε, πλαξὶ τεαῖς ὀλιγόστιχα ταῦτα χαράξω Γράμματ᾽ ἐμῇ γραφίδι, ἣ μέλαν οὐδὲν ἔχει.