Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Τα γνήσια βιβλία της Αγίας Γραφής

Προτροπή σε διαρκή μελέτη των Γραφών και απαρίθμηση των αναγνωρισμένων κανονικών βιβλίων της Παλαιάς και της Καινής Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 10 από 16

ΙΒʹ. Περὶ τῶν γνησίων βιβλίων τῆς θεοπνεύστου Γραφῆς. Θείοις ἐν λογίοισιν ἀεὶ γλώσσῃ τε νόῳ τε Στρωφᾶσθ᾽· ἢ γὰρ ἔδωκε Θεὸς καμάτων τόδ᾽ ἄεθλον, Καί τι κρυπτὸν ἰδεῖν ὀλίγον φάος, ἢ τόδ᾽ ἄριστον, Νύττεσθαι καθαροῖο Θεοῦ μεγάλῃσιν ἐφετμαῖς· Ἢ τρίτατον, χθονίων ἀπάγειν φρένα ταῖσδε μερίμναις.

Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι (Πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες), Δέχνυσο τοῦτον ἐμεῖο τὸν ἔγκριτον, ὦ φίλ᾽, ἀριθμόν. Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι Τῆς ἀρχαιοτέρης Ἑβραϊκῆς σοφίης.

Πρωτίστη, Γένεσις, εἶτ᾽ Ἔξοδος, Λευιτικόν τε. Ἔπειτ᾽ Ἀριθμοί. Εἶτα Δεύτερος Νόμος. Ἔπειτ᾽ Ἰησοῦς, καὶ Κριταί. Ῥοὺθ ὀγδόη. Ἡ δ᾽ ἐνάτη δεκάτη τε βίβλοι, Πράξεις βασιλήων, Καὶ Παραλειπόμεναι. Ἔσχατον Ἔσδραν ἔχεις.

Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ᾽ Ἰώβ· Ἔπειτα Δαυΐδ· εἶτα τρεῖς Σολομωντίαι· Ἐκκλησιαστὴς, ᾌσμα καὶ Παροιμίαι. Καὶ πένθ᾽ ὁμοίως Πνεύματος προφητικοῦ. Μίαν μέν εἰσιν ἐς γραφὴν οἱ δώδεκα· Ὠσηὲ κ᾽ Ἀμὼς, καὶ Μιχαίας ὁ τρίτος· Ἔπειτ᾽ Ἰωὴλ, εἶτ᾽ Ἰωνᾶς, Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε, καὶ Σοφονίας, Ἀγγαῖος, εἶτα Ζαχαρίας, Μαλαχίας.

Μία μὲν οἵδε. Δευτέρα δ᾽ Ἡσαΐας. Ἔπειθ᾽ ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους. Εἶτ᾽ Ἰεζεκιὴλ, καὶ Δανιήλου χάρις. Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, Τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους. Ἤδη δ᾽ ἀρίθμει καὶ νέου μυστηρίου.

Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ· Μάρκος δ᾽ Ἰταλίῃ, Λουκᾶς Ἀχαϊάδι· Πᾶσι δ᾽ Ἰωάννης, κήρυξ μέγας, οὐρανοφοίτης. Ἔπειτα Πράξεις τῶν σοφῶν ἀποστόλων. Δέκα δὲ Παύλου τέσσαρές τ᾽ ἐπιστολαί.

Ἑπτὰ δὲ καθολικαὶ, ὧν, Ἰακώβου μία, Δύω δὲ Πέτρου, τρεῖς δ᾽ Ἰωάννου πάλιν· Ἰούδα δ᾽ ἐστὶν ἑβδόμη. Πάσας ἔχεις. Εἴ τι δὲ τούτων ἐκτὸς, οὐκ ἐν γνησίαις.