Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Ο Υιός και η άχρονη γέννηση

Δογματική διδασκαλία περί της αΐδιας γέννησης και ομοουσιότητας του Υιού, με αναίρεση των αιρετικών απόψεων περί κτιστότητας και αναφορά στο μυστήριο της ενσαρκώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 16

Βʹ. Περὶ τοῦ Υἱοῦ. Υἱέα δὲ πρώτιστον ἀείσομεν, αἷμα σέβοντες Ἡμετέρων παθέων τὸ καθάρσιον. Ἦ γὰρ ἀνάγκη Καὶ βροτὸν οὐρανίοισιν ἀρηγέμεν εἴνεκα γλώσσης Μαρναμένης θεότητι, κακόφρονος, αὐτοφόνοιο. Οὐδὲν ἔην μεγάλοιο Πατρὸς πάρος. Ὃς γὰρ ἅπαντα Ἐντὸς ἔχει, καὶ Πατρὸς ὑπέρτερον οὐδέν· ὁ Πατρὸς Ἐκπεφυὼς μεγάλοιο Θεοῦ Λόγος· ἄχρονος Υἱὸς, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση.

Πατρὸς γὰρ κλέος ἐστὶ πάϊς μέγας, ἐκ δὲ φαάνθη, Ὡς μόνος οἶδε Πατήρ τε καὶ ὃς Πατρὸς ἐξεφαάνθη, Οὐδὲν γὰρ θεότητος ἔην πέλας· ἀλλὰ τόδ᾽ ἔμπης Πᾶσιν ὁμῶς μερόπεσσιν ἀριφραδὲς, ὥσπερ ἔμοι γε, Οὐδὲν ἐμῆς θέμις ἐστὶ φέρειν θεότητι γενέθλης, Οὐ ῥύσιν, οὐδὲ τομὴν κακοαισχέα. Εἰ γὰρ ἔγωγε Οὐκ ἀπαθὴς γενέτωρ· καὶ γὰρ δετός· οὔτι παθητὸς, Ὅς τις πάμπαν ἄπηκτος, ἀσώματος. Ὧν γὰρ ἄπωθεν Εἰσὶ φύσεις, τί τὸ θαῦμα καὶ εἰ γεννήσιες ἄλλαι;

Εἰ χρόνος ἐστὶν ἐμεῖο παροίτερος, οὐ πρὸ Λόγοιο Ὁ χρόνος, οὗ γενέτης ἔστ᾽ ἄχρονος. Ἦμος ἄναρχος Ἦε Πατὴρ θεότητος ὑπέρτερον οὔτι λελοιπὼς, Τῆμος καὶ Πατρὸς Υἱὸς, ἔχων Πατέρ᾽ ἄχρονον ἀρχὴν, Ὡς φάος ἠελίοιο μέγαν περικαλλέα κύκλον· Εἰ καὶ εἴδεα πάντα κάτω μεγάλοιο Θεοῖο, Ὄφρα κε μή τι Πατρὸς καὶ Υἱέος αἰὲν ἐόντων Μεσσηγὺ στήσαντες, ἀποῤῥήξωμεν ἄνακτα Υἱὸν Πατρὸς ἄνακτος. Ὃ γὰρ πάρος ἐστὶ Θεοῖο, Ἢ χρόνος, ἠὲ θέλησις, ἐμοὶ τμῆξις θεότητος.

Ὡς Θεὸς, ὡς γενέτης, γενέτης μέγας. Εἰ δὲ μέγιστον Πατρὶ τὸ μή τιν᾽ ἔχειν κεδνῆς θεότητος ἀφορμὴν, Οὔθ᾽ ἧσσον μεγάλοιο Πατρὸς γεννήματι σεπτῷ Τοίην ῥίζαν ἔχειν. Τῷ μὴ Θεὸν εἶργε Θεοῖο. Οὐ γὰρ ἀπόπροθι Πατρὸς ἔγνως Πάϊν. Ἡ δ᾽ ἀγένητος Φωνὴ, γέννησίς τε Πατρὸς ἄπο, οὐ θεότητος Ἔπλετο εἴδεα δισσά· τὶς ἔπλασεν, ἀμφὶ δ᾽ ἐκείνην Ἀμφότερ᾽ ἐκτὸς ἐόντα, φύσις δ᾽ ἀκέαστος ἔμοιγε· Εἰ μὲν δὴ γέννησιν ἔχει Λόγος, οὔτε Πατήρ τι Σαρκὸς, ἄσαρκος ἐὼν ἐπιδέξεται (οὔποτε τόσσον Ἀνθρώπων νόος ἐστὶν ἀτάσθαλος ὥστε νοῆσαι), Καὶ Θεὸν Υἱὸν ἔχεις, γεννήτορος ἄξιον εὖχος.

Εἰ δ᾽ ἐπίηρα φέρων Πατρὸς μεγάλου θεότητι Μαψιδίως, κενεόν τε δέος πραπίδεσσι χαράσσων, Τὴν μὲν ἀπαρνήσαιο, βάλοις δ᾽ ἐς κτίσματα Χριστὸν, Ἀμφοτέρων θεότητα καθύβρισας, ὦ κενεόφρον, Τὸν μὲν Παιδὸς ἄμερσας, ὁ δ᾽ οὐ Θεὸς, εἴπερ ἐτύχθη.

Πᾶν γὰρ ὃ μή ποτε ἦν, αὐτῶν τόδε· κἄν τι Θεοῖο Τοῖς μεγάλοισι λόγοισι μένοι, καὶ ἔμπεδον εἴη. Τίς δὲ λόγος, σὲ μὲν ἔνθεν ἀφορμηθέντα, φέριστε, Τοῖς Χριστοῦ παθέεσσι Θεὸν μετέπειτα γενέσθαι, Τὸν δ᾽ ὑπὸ δεσμὰ φέρειν, καὶ σὸν καλέειν ὁμόδουλον Δουλοσύνης γεράεσσι τιμώμενον ἀντὶ Θεοῖο;

Εἴ μιν ἔτευξεν ἔπειτα Θεὸς μέγας ὄργανον ἐσθλὸν (Χαλκεὺς ὡς ῥαιστῆρα πονησάμενος δι᾽ ἅμαξαν), Ὥς κεν ἔμ᾽ Ἀρχεγόνοιο Θεὸς χειρὶ κτεατίσσῃ· Ὡδ᾽ ἂν καὶ Χριστοῖο πέλοι κτίσις οὐρανίοιο Πολλὸν ἀρειοτέρη, κείνης Λόγος εἴ περ ἕκητι Οὐ κείνη Χριστοῖο. Τίς ἂν τάδε μυθήσαιτο;

Εἰ δ᾽ ὅτι σῶμ᾽ ὑπέδεκτο τεοῖς παθέεσσιν ἀρήγων, Τοὔνεκα καὶ θεότητι μεγακλέϊ μέτρ᾽ ἐπιθήσεις· Ἤλιτεν ὅς σ᾽ ἐλέῃρεν; ἐμοὶ δέ γε πλεῖον ἀγητός· Οὔτε τι γὰρ θεότητος ἀπέξεσε, καί μ᾽ ἐσάωσεν, Ἰητὴρ δυσόδμοισιν ἐπικύψας παθέεσσιν.

Ἦν βροτὸς, ἀλλὰ Θεός. Δαβὶδ γένος, ἀλλ᾽ Ἀδάμοιο Πλάστης. Σαρκοφόρος μὲν, ἀτὰρ καὶ σώματος ἐκτός. Μητρὸς, παρθενικῆς δέ· περίγραφος, ἀλλ᾽ ἀμέτρητος. Καὶ φάτνη μὲν ἔδεκτο, Μάγοις δέ τε ἡγεμόνευεν Ἀστὴρ, δωροφόροι δ᾽ ἄρ᾽ ἔβαν, καὶ γούνατ᾽ ἔκαμψαν.

Ὡς βροτὸς ἦλθ᾽ ἐπ᾽ ἀγῶνα, ὑπέρσχεθε δ᾽ ὡς ἀδάμαστος Πειραστὴν τρισσοῖσι παλαίσμασιν· εἶδαρ ὑπέστη, Θρέψε δὲ χιλιάδας, ὕδωρ τ᾽ εἰς οἶνον ἄμειψε. Λούσατο, ἀλλ᾽ ἐκάθηρεν ἁμαρτάδας, ἀλλ᾽ ἐβοήθη Πνεύματι βρονταίης φωνῆς ὕπο Υἱὸς Ἀνάρχου· Ὡς βροτὸς ὕπνον ἔδεκτο, καὶ ὡς Θεὸς εὔνασε πόντον.

Γοῦνα κάμεν, παρέτοις δὲ μένος καὶ γούνατ᾽ ἔπηξεν. Εὔξατο· τίς δ᾽ ἐσάκουσε λιταζομένων ἀμενηνῶν; Ἦν θύος, ἀρχιερεὺς δέ· θυηπόλος, ἀλλὰ Θεός περ. Αἷμ᾽ ἀνέθηκε Θεῷ, κόσμον δ᾽ ἐκάθηρεν ἅπαντα. Καὶ σταυρός μιν ἄειρε, πάγη δ᾽ ἥλοισιν ἁμαρτάς.

Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; νεκύεσσιν ἐμίχθη, Ἔγρετο δ᾽ ἐκ νεκύων, νεκροὺς δ᾽ ἀνέγειρε πάροιθεν Ἐκεῖνα βροτέης πενίης, ὅδε πλοῦτος ἀσάρκου· Μὴ σύ γε τοῖς βροτέοισιν ἀτιμάζοις θεότητα, Κείνῃ δὲ χθονίην μορφὴν ἐρικυδέα τεύχειν, Ἣν, σοί γ᾽ εὐμενέων, μορφώσατο ἄφθιτος Υἱός.