Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά
Τα θαύματα του Χριστού
Παρουσίαση των ιάσεων και των θαυμαστών σημείων που επιτέλεσε ο Χριστός, όπως αυτά καταγράφονται στα τέσσερα Ευαγγέλια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τα θαύματα του Χριστού
Παρουσίαση των ιάσεων και των θαυμαστών σημείων που επιτέλεσε ο Χριστός, όπως αυτά καταγράφονται στα τέσσερα Ευαγγέλια.
Κʹ. Τὰ τοῦ Χριστοῦ θαύματα κατὰ Ματθαῖον. Ματθείης βίβλοιο τὰ θαύματα, ὁππόσ᾽ ἔρεξε Χριστὸς ἄναξ βροτέῳ σώματι κιρνάμενος. Πρῶτον μὲν λεπροῖο πικρὴν ἀπεσείσατο νοῦσον, Εἶθ᾽ ἑκατοντάρχου παιδὸς ἔπηξε μέλη.
Τὸ τρίτον αὖ Πέτρου ἑκυρῆς φλόγα ἔσβεσε χειρί. Τέτρατον, οἶδμα μέγα εὔνασε καὶ ἀνέμους. Δαίμονας ἧκε σύεσσι τὸ πέμπτον, ἐν Γεργεσσηνοῖς. Ἕκτον, ἑὴν κλίνην ᾖρε βαρὺς μέλεσιν. Ἕβδομον, ἁψαμένης πηγὴν σχέθεν αἱμοροούσης.
Ἄρχοντος θυγάτηρ ὄγδοον εὗρε φάος. Ἔννατον αὖ, τυφλοῖσι πόρεν φάος. Ἐκ δ᾽ ἐλαθέντος Δαίμονος, οὐ λαλέων ῥῆξε λόγον, δέκατον. Σαββάτῳ ἑνδέκατον, ξηρὴν χέρα λύσατο δεσμῶν, Ὄσσε δὲ δαιμονίου κ᾽ οὔατα, δωδέκατον.
Ἐκ δεκάτοιο τρίτον, κοφίνους δυοκαίδεκα πλῆσε, Κἀνδρῶν χιλιάδας πέντ᾽ ἀπὸ πέντ᾽ ἀκόλων. Τέτρατον ἐκ δεκάτου δὲ, κιχήσατο νῆα πόδεσσι· Τοῖς δ᾽ ὑπόειξε μέγας πόντος ὀρινόμενος. Πέντε δὲ καὶ δέκατον, Χαναναίας πνεῦμ᾽ ἐδίωξε, Μητρὶ χαριζόμενος πολλὰ λιταζομένῃ.
Ἕκτον καὶ δέκατον, σπυρίδας λίπον ἕπτ᾽ ἀπὸ ἑπτὰ Ἄρτων, χιλιάδες τέσσαρες, ἦν τε κόρος. Ἑπτὰ δὲ καὶ δέκατον, θείην ἠλλάξατο μορφὴν, Στράψας οἷσι φίλοις ἠελίοιο πλέον. Ὀκτωκαιδέκατον δὲ, σεληναίης ἀπὸ νούσου Ὡς ἱκέτευσε πατὴρ, λύσατο παῖδα φίλον.
Ἐννεακαιδέκατον, φάος ὄμμασιν ἐξ Ἱεριχοῦς Τυφλοῖς εἰνοδίοις δῶκε πορευόμενος. Εἰκοστὸν δ᾽ αὐγὰς πόρεν ὄμμασι, πηρά τ᾽ ἔλυσε Γούνατα, ἐξ ἱεροῦ λύματα πάντ᾽ ἐλάσας. Θαῦμα δὲ Βηθανίηθεν ἰὼν ποίησε μέγιστον, Ξηρὴν αἶψα συκῆν, ὥς μιν ἄκαρπον ἴδεν.
Ἐκ δ᾽ ἐχύθη σταυροῖο βαθὺ σκότος, οἰχομένοιο Φωτὸς, καὶ νηοῦ εὐρὺ πέτασμα ῥάγη. Γαῖα δὲ παλλομένη, γαίης ὕπερ ἔσχισε πέτρας, Καὶ νέκυες τύμβους λεῖψαν ἀνεγρόμενοι. Αὐτὰρ ὅγε τριτάτῳ ἐνὶ ἤματι τύμβον ἀνοίξας, Αὖθις ἑοῖσι φίλοις ἐν Γαλιλαί᾽ ἐφάνη.
ΚΑʹ. Τὰ Χριστοῦ θαύματα κατὰ Μάρκον. Μάρκος δ᾽ Αὐσονίοισι Θεοῦ τάδε θαύματ᾽ ἔγραψε, Πέτρῳ θαρσαλέος Χριστοῦ μεγάλῳ θεράποντι. Δαίμων καὶ πυρετὸς, καὶ λέπρη, καὶ παράλυσις Εἶξε λόγῳ Χριστοῦ. Μετέπειτα δὲ χεὶρ ἐτανύσθη Ξηρή· καὶ ἀνέμων λῆξεν μένος ἠδὲ θαλάσσης.
Καὶ λεγεὼν ὑπόειξε, καὶ αἱματόεσσαν ἔπαυσε Πηγὴν, καὶ θυγατρὶ ζωὴν πόρ᾽ Ἰαείροιο. Πέντε δ᾽ ἄρ᾽ ἐξ ἄρτων πολλοὶ τράφεν. Ἔνθεν ἔδησε Πόντον ἐπιστείβων. Μετέπειτα δὲ, πνεῦμ᾽ ἐδίωξε Φοινίσσης, Τυρίοισι τέρας καὶ Σιδονίοισι, Κωφόν τ᾽ οὐ λαλέον. Θρέψεν πάλιν ἕπτ᾽ ἀκόλοισιν Ἀνδρῶν χιλιάδας· καὶ τυφλὸς ἴδεν φάος. Εἶτα Καὶ μορφῆς ἀπέπεμψε σέλας, καὶ δεσμὸν ἔλυσε Γλώσσης, πνεῦμ᾽ ἐλάσας· Βαρτιμαῖός τε φάοσδε Τυφλὸς ἐξ Ἱεριχοῦντος ἐσέδρακεν. Ὡς δὲ ἄκαρπον Εὗρε συκῆν χατέων, νεκρὰν ἔθηκε λόγῳ.
Τυφλοὺς δ᾽ αὖ χωλούς τε ἰήσατο ἐγγύθι νηοῦ.
ΚΒʹ. Τοῦ αὐτοῦ θαύματα κατὰ Λουκᾶν. Λουκᾶς δ᾽ Ἑλλάδι σεπτὰ Θεοῦ τάδε θαύματ᾽ ἔγραψε, Παύλῳ θαρσαλέος Χριστοῦ μεγάλῳ θεράποντι. Δαίμων καὶ πυρετὸς καὶ λέπρη καὶ παράλυσις Εἶξε λόγῳ· καὶ χεὶρ τείνατο καρφαλέη.
Εἶθ᾽ ἑκατοντάρχοιο λελυμένον ἥδρασε παῖδα· Χήρῃ τ᾽ ἐκ νεκύων ἐν Ναῒμ υἷα πόρε. Τὴν δὲ μύρῳ χρίσασαν ἁγνοὺς πόδας ἥγνισε μύθῳ. Καὶ στῆσεν ἀνέμους, καὶ λεγεῶνα μέγαν. Αἵματος ἔσχε ῥύσιν, καὶ Ἰαείροιο θύγατρα Ἤγαγεν ἐς ζωήν. Πέντε δ᾽ ἄρ᾽ ἐξ ἀκόλων Καὶ δύο ἰχθυδίων, ἐν ἐρήμῳ πέντε ποτ᾽ ἀνδρῶν Θρέψεν χιλιάδας. Εἴδεος ἧκε σέλας.
Δαίμονα τηλυγέτοιο πικρὸν ἀποέργαθε παιδὸς, Καὶ τὸν ἐπὶ γλώσσης ἥμενον, ὣς δὲ πάλαι Ἑβραίην στυγερῇ νούσῳ κλίναντα γυναῖκα, Ναὶ μὴν καὶ ὑδέρου ὄγκον ἀπεσκέδασε. Καὶ λεπροὺς ἐκάθηρε δέκα, τῶν εἷς Σαμαρείτης.
Τυφλῷ τ᾽ ἐξ Ἱεριχοῦς φῶς πόρεν εἰνοδίῳ. Ὄσσα τ᾽ ἀποψύχοντος ἴδον σημήϊα Χριστοῦ, Ἠδ᾽ ὡς ἐκ νεκύων οἷσι φίλοισι φάνη.
ΚΓʹ. Τοῦ αὐτοῦ θαύματα κατὰ Ἰωάννην. Παῦρα δ᾽ Ἰωάννου δῄεις ἱερῇ ἐνὶ βίβλῳ Θαύματα δὴ, πολλοὺς δὲ λόγους Χριστοῖο ἄνακτος. Ἦν γάμος, οἰνοχόοι δ᾽ ἐκέρων ἐξ ὕδατος οἶνον. Εἶπε, καὶ υἱὸς ἄνουσος ἔην κάμνων βασιλίσκου.
Εἶπε, λέχος δ᾽ ἀνάειρεν, ὃς οὐ φύγε δεσμὰ λοετροῖς. Πέντε δ᾽ ἔπειτ᾽ ἄρτων τέλεσεν τέρας. Ἔνθεν ὅδευσεν Πόντον ὑπερζείοντα, καὶ ἐξεσάωσε μαθητάς. Τυφλὸν δ᾽ ἐκ γενετῆς ἰήσατο, πηλὸν ἀλείψας. Τέτρατον ἦμαρ ἔην καὶ Λάζαρος ἔγρετο τύμβου.
Αὐτὰρ ὁ καὶ νεκύεσσι θάνεν, καὶ ζῶσιν ἀναστὰς Χριστὸς ἄναξ ἀναφανδὸν ὁμίλεεν οἷς ἑτάροισι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.