Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Ευαγγελικές παραβολές και διηγήσεις

Καταγραφή και αναστοχασμός επί των παραβολών και των αινιγματωδών ρήσεων του Χριστού κατά τη διήγηση των ευαγγελιστών, συμπεριλαμβανομένης της κατάπαυσης της τρικυμίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 14 από 16

ΚΔʹ. Τοῦ αὐτοῦ παραβολαὶ καὶ αἰνίγματα. Εἰ δ᾽ ἄγε, καὶ σκοτίων αἰνίγματα δέρκεο μύθων· Οἶκον ἐπὶ ψάμμου κείμενον ἀδρανέος, Καὶ σπόρον, ὡς ἐπὶ γαῖαν ὁμοίϊος, ἦλθεν ἄνισος· Καὶ σπόρον, ᾧ καλῷ σπέρματα ἐχθρὰ μίγη· Καὶ δένδρον, ὀλίγον νάπυος σπόρον· εἶτ᾽ ἐν ἀλεύρῳ Ζύμην κρυπτομένην· ὤνιον ἀγρὸν ἔτι Θησαυροῖο χάριν· καὶ μαργαρίτην πολύτιμον, Ἔμπορος ὃν πάντων ἐπρίατο κτεάνων· Καὶ νεπόδων ἕλκουσαν ἅπαν γένος ἐξ ἁλὸς ἄρκυν· Αἰρόμενόν τ᾽ ὤμοις πλαζόμενον πρόβατον· Καὶ πικρῷ θεράποντι χρέους πέρι, πικρὸν ἄνακτα Καὶ πρώτοις πυμάτους μισθὸν ἔχοντας ἴσον· Πεμπομένους θ᾽ υἱῆας ἐς ἄμπελον οὐδὲν ὁμοίους, Καὶ τοὺς κληρονόμον ὠσαμένους θανάτῳ· Καὶ σχεδίους νυμφῶνι φίλην πλήσαντας ἑορτήν· Ἔνθεν ἀκοιμήτους ἐν δαΐδεσσι κόρας Καὶ κύριον δούλοισι νέμοντ᾽ οὐκ ἶσα τάλαντα· Ἔμπαλιν αὖ προβάτοις ἱσταμένους ἐρίφους.

ΚΕʹ. Παραβολαὶ Χριστοῦ κατὰ Μάρκον. Τόσσα Χριστὸς ἔρεξε μέγας, μύθους δ᾽ ἀγόρευσε Παρβλήδην· ἐπὶ γαῖαν ἕνα σπόρον οὔτι ὅμοιον, Καὶ τὸν ζιζανίων σπέρματι συμφυέα, Καὶ νάπυ, κληρονόμον τε θανόνθ᾽ ὑπὸ χερσὶν ἀθέσμοις.

Μάρκος μὲν δὴ τοῖα, Πέτρου φυτόν· εὐρυχόρῳ δὲ Ἑλλάδι Παύλοιο Λουκᾶς ἔγραψε τάδε· Δαίμων, καὶ πυρετὸς, καὶ ἄγρη, λέπρα, λύσις τε.

Κϛʹ. Παραβολαὶ κατὰ Λουκᾶν. Παροιμιῶν δὲ Λουκᾶς ἐμνήσθη τόσων· Τοῦ θέντος ἕδραν ἀσφαλῆ πέτρης ὕπερ Καὶ τοῦ παθόντος εὖ πλέον, καὶ τῷ πλέον Στέργοντος· εἶτα τοῦ σπόρου εἰς τέσσαρας Φύσεις πεσόντος γῆς· ἔπειθ᾽ ὁδοιπόρου Λῃσταῖς πεσόντος. Εἶτ᾽ ἀωρὶ πρὸς θύρας Ἐλθών τις αἰτεῖ, κ᾽ οὐ πονηρὰ λαμβάνει.

Ἀκάθαρτον εἶτα πνεῦμα δ᾽ εἰσοικίζεται Ἑπτὰ ξὺν ἄλλοις. Καὶ μάτην τις ἐλπίσι Καρπῶν γέγηθεν, ἀγνοῶν οἷ στήσεται. Ἐκ τῶν γάμων δ᾽ ἥκοντι γρηγορητέον Χριστῷ, καλῶς τε τῇ θεραπείᾳ χρηστέον. Συκῆν τ᾽ ἄκαρπον ταῖς κόπροις ἐπωφελεῖν.

Νάπυ, ζύμη τε, καὶ πένητες ἐν γάμῳ. Χαρά τε δραχμῆς εὑρέσει, καὶ θρέμματος. Πατήρ τε παίδων τῷ πεσόντι συμπαθής. Εἶτ᾽ οἰκονόμος τι τῶν χρεῶν χαρίζεται Κλέπτων προμηθῶς. Λάζαρος καὶ πλούσιος. Ἐκεῖθε χήρας ἀξίωσις εὔτονος.

Εἶτ᾽ αὖ Τελώνης, καὶ Φαρισσαίου τύφος. Καὶ μνῶν μερισμὸς, ἰσάριθμος τοῖς δέκα. Κακοὶ γεωργοὶ καὶ φονεῖς τοῦ δεσπότου.

ΚΖʹ. Παραβολαὶ τῶν τεσσάρων εὐαγγελιστῶν. Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι Βαλλόμενος, ποταμοῖσι καὶ εἰν ἀνέμοισι κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς· Ἤ με φάγοι πετεηνὰ, καὶ ἐκθλίψειαν ἄκανθαι.

Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. Μὴ δ᾽ ἄρ᾽ ὁμοῦ χλοάουσι βαλὼν ἐπὶ χεῖρα φυτοῖσιν Ἐσθλοῖς ἠδὲ κακοῖσι, πρὶν ἐν σταχύεσσι σταθῆναι, Σύν που ζιζανίοισι καλὸν φυτὸν ἐξολέσαιμι.

Παύρων γὰρ τοιοῖσδε νοήμονα χεῖρ᾽ ἐπιθεῖναι, Ἔνθ᾽ ἀρετὴ κακίη τε διάνδιχα ναιετάουσαι, Ἀγχίθυροι γεγάασι, κακὸν δ᾽ ἐπιτέλλεται ἐσθλῷ. Αἰνῶ τὸν ὀλίγον νάπυος σπόρον, ὡς ὀλίγος μὲν, Δενδροῦται δὲ τάχιστα, καὶ ἐς τόσον ὕψος ὁδεύει, Ὥστε καὶ ὀρνίθεσσι πέλειν σκέπας ἠερίοισι.

Μάργαρε τιμήει καὶ κύδιμε, σοῦ δ᾽ ἄρ᾽ ἔγωγε Κάλλεος ἱμείρων, μέγας ἔμπορος αἴθε γενοίμην, Πάντων δ᾽ ὅσσα μοί ἐστι μέχρις πυμάτοιο χιτῶνος. Ὤνιον ἀντιλάβοιμι φίλον κτέαρ, ὥς κεν ἅπαντας Πλούτῳ νηκήσαιμι, πεπασμένος οἶον ἀπ᾽ ἄλλων, Ἢ θησαυρὸν ἀγροῖο μυχοῖς ἔνι κρυπτὸν ἐόντα!

Οἶδα δ᾽ ἐγὼ καὶ κόσμον ἔσω πίπτοντα σαγήνης, ᾯ Χριστοῦ βασιλῆος ὑποδρήσσοντες ἐφετμαῖς, Ἀνθρώπων ἀλιῆες ἑὸν λίνον ἀμφὶς ἔθηκαν, Ὡς ἁλὸς ἐξερύσωσι βυθῶν, ὀπάσωσι δὲ Χριστῷ Νηχομένους πικροῖς ἐνὶ κύμασι τοῦδε βίοιο.

Ἀλλ᾽ ὁπόταν κρίνῃς ἁλίην, διὰ δ᾽ ἄνδιχα τέμνῃς, Μή μ᾽ ἀπὸ τῆλε βάλοις, ἀχρήϊον οἷά περ ἰχθύν· Ἄγγεσι δ᾽ ἐγκατάθειο φυλασσόμενον βασιλῆϊ. Ἐς μεγάλην δὲ Θεοῖο καλὴν ἐριθηλέ᾽ ἀλωὴν, Ἠῷος μὲν ἔβην, καὶ πλείονα μόχθον ἀνέτλην· Μισθὸν δ᾽ ὑστατίοισιν ἴσον, καὶ κῦδος ἔχοιμι.

Τίς φθόνος, εἰ μόχθοισι πόθον Θεὸς ἀντιφερίζει; Πέμπε πατὴρ υἱῆας ἐς ἄμπελον, ὡς κομέοιεν, Τὸν πρότερον, πρότερον· ὁ δ᾽ ἄρα πρόφρων ὑπέδεκτο, Οὐ μὴν ἐξετέλεσσε πατρὸς πόθον, ὥσπερ ὑπέστη. Αὐτὰρ ὅγ᾽ οὐχ ὑπέδεκτο, καὶ ἐξετέλεσσεν ἐφετμὴν Ὁπλότερος. Κρείσσων μὲν ἐμοὶ, γλυκίων δὲ τοκῆϊ Ἀμφοτέρων, ὃς ἔδεκτο, καὶ ἐξετέλεσσεν ἐέλδωρ.

Κληρονόμον δ᾽ ὀλέσαιεν, ὅσοι πυρὸς, ἐκτὸς ἀλωῆς. Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ Δαίνυσι καγχαλόων· τοῦδ᾽ ἀντιάσαιμι ἔγωγε, Τοῦδ᾽ ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε! Μίμνοι δ᾽ ἔκτοθι κεῖνος, ὅτις πρὸ γάμοιο τίθησιν Ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα.

Μηδ᾽ ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, Εἵματ᾽ ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε, Νυμφῶνός τε γάμου τε, φίλων τ᾽ ἀπὸ τῆλε πέσοιμι. Ἡνίκα δ᾽ αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι Παρθένοι ἐγρήσσουσαι, ἀκοιμήτοις φαέεσσι Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα, Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, Μή μ᾽ ἐνὶ ταῖς κενεῇσι νόον, καὶ ἄφροσι θείης, Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, Μηδ᾽ ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων, Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον· Μηδέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα, Ἔνθα Λόγος καθαρῇσι πόθου μεγάλοις ὑπὸ δεσμοῖς Μιγνύμενος κραδίαις θάρσος καὶ κῦδος ὀπάζει.

Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ᾽ ἂν ἐπέλθῃ, Ἐξαπίνης δοκέουσι, καὶ οὐ δοκέουσιν ἐπιστὰς Εὕροι μ᾽ ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο Ὡς ἀγαθὸν θεράποντα, καὶ ἤπιον ἀρχομένοισι, Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, φέριστον.

Σχιζομένων τ᾽ ἐρίφων καὶ ὀΐων, ἤματι πικρῷ, Ἀνδρῶν εὐσεβέων τε καὶ οὐχ ὁσίων ἑκάτερθεν, Στήσαις μή μ᾽ ἐρίφοις ἐναρίθμιον, ἀλλ᾽ ὀΐεσσι Δεξιτερὴν παρὰ χεῖρα, μένοι τ᾽ ἐνὶ χείροσι λαιή. Λύχνος δή τις ἔμοιγε φαεσφόρος ἔκτοθι λάμποι Λυχνίης καθύπερθε. Καλὸν δέ τι καὶ θεὸν οἶον Ἴδμεναι, ὃς πάντεσσιν ἐπίσκοπον ὄμμα τίθησιν.

Αἰεὶ δὲ στέργοιμι Θεὸν πλέον, εἴτε τι πικρὸν Εἴτ᾽ ἀγαθὸν παρέχοι· πᾶν γὰρ καλόν. Εἰ δὲ τυπείην Ληϊσταῖς, μεγάλης κατιὼν ἀπὸ Χριστοπόληος, Μή με λίπῃς χείρεσσιν ὑπ᾽ ἀνδροφόνοισι δαμῆναι. Εἰ δὲ πνεῦμ᾽ ἐλάσεις ψυχῆς ἄπο, μηκέτ᾽ ἀεργὸν Εὑρὼν σὺν πλεόνεσσι καταδράμοι ἐχθρὸς ἐμεῖο.

Μηδὲ συκῆν ὀλέσειας ἀχρήϊον, ἀλλ᾽ ἔτι καρπὸν Ἔλπεο, μηδὲ τέμῃς μιν, ἄναξ· κομέων δέ τ᾽ ἐγείρειν. Δραχμήν τε, πρόβατόν τε, πάϊν τ᾽ ἀπὸ πάντ᾽ ὀλέσαντα Εὑρὼν, τὴν μὲν ἔραζε, τὸ δ᾽ οὔρεσι, τὸν δ᾽ ὑπὸ ποσσὶν Οἰκτρὸν ὑποστρέψαντα πατρώϊον ἐς δόμον, ὦ ᾽ναξ, Αὖθις ἀριθμήσειας ἐν υἱάσι, θρέμμασι, δραχμαῖς.

Μὴ δ᾽ ἀγαθοῦ βασιλῆος ἐμοῖς παθέεσσιν ἐόντος, Πρηκτὴρ αὐτὸς ἔοιμι πικρὸς χρήσταις ὁμοδούλοις. Καί τι χρεῶν κόψαιμι λαθὼν πινυτόφρονι βουλῇ, Ὥς κεν χρηΐζων ποτ᾽ ἐς ὕστερον ἄλκαρ ἔχοιμι! Λάζαρος ἐνθάδ᾽ ἔοιμι, καὶ ὕστερον· ἄλλος ἀγήνωρ Ἐνθάδε, κεῖθι δ᾽ ἄτιμος ἔχων φλόγας ἀντὶ κόροιο.

Εἴην μὴ μεγάλαυχος, ἐπεὶ κακός εἰμι τελώνης. Δάκρυσιν οἶκτον ἔχοιμι, Φαρισσαῖοι δὲ πέσοιεν. Χήρην δ᾽ εἴποτ᾽ ἐμεῖο παρὰ προθύροις μογέουσαν Ἄπρηκτον πέμψαιμι, καὶ εἰ λίθον ἢ ὄφιν αἰνὸν Ἀντ᾽ ἄρτοιο φίλοιο καὶ ἰχθύος ἡδυβόροιο Ἐχθρὰ φιλοφρονέων, παλάμης ἀπὸ τῆσδ᾽ ὀρέγοιμι, Τοίων ἀντιτύχοιμι Θεοῦ πάρα. Εἰ δ᾽ ἀποθήκας Τὰς μὲν σφρηγὶς ἔχει, τὰς δ᾽ ἐλπίδες ὦκα θέουσαι, Ἥδε με νὺξ ὀλέσειε σὺν ἀδρανέουσιν ὀνείροις, Οὐδὲ μὲν οὐδὲ τάλαντον, ὅ μοι Θεὸς ἐγγυάλιξε Πλειοτέρην ἄλλοισι μετρῶν χάριν, εὔχομ᾽ ἔγωγε Τοῦτο μένειν παλάμῃσιν ἐν ἡμετέρῃσιν ἀεργὸν, Ἠὲ μνᾶν φυσικοῖο λόγου, χάριν ἰσονέμητον, Ἀλλ᾽ ἔργον τ᾽ ὀπάσαιμι, κλέους τ᾽ ἐπί τ᾽ ἄντι τύχοιμι· Μηδὲ δίκην τίσαιμι πικρὴν, καὶ αἶσχος ἔχοιμι.

ΚΗʹ. Χειμὼν ἀπὸ Χριστοῦ κατασταλθείς. Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ᾽ ὁλκάδος ἔμφυτον ὕπνον, Τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις. Δείματί τε πλωτῆρες ἀνίαχον· Ἔγρεο, Σῶτερ, Ὀλλυμένοις ἐπάμυνον. Ἄναξ δ᾽ ἐκέλευεν ἀναστὰς Ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως.

Θαύματι δ᾽ ἐφράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.