Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά
Δοξολογικοί και ευχαριστήριοι ύμνοι
Σειρά ύμνων και εσπερινών προσευχών προς τον Τριαδικό Θεό για τη δημιουργία, την πρόνοια και το απολυτρωτικό έργο, με ικεσίες για καθαρισμό και άφεση αμαρτιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Δοξολογικοί και ευχαριστήριοι ύμνοι
Σειρά ύμνων και εσπερινών προσευχών προς τον Τριαδικό Θεό για τη δημιουργία, την πρόνοια και το απολυτρωτικό έργο, με ικεσίες για καθαρισμό και άφεση αμαρτιών.
ΚΘʹ. Ὕμνος εἰς Θεόν. Ὦ πάντων ἐπέκεινα τί γὰρ θέμις ἄλλο σε μέλπειν; Πῶς λόγος ὑμνήσει σε; σὺ γὰρ λόγῳ οὐδενὶ ῥητόν. Πῶς νόος ἀθρήσει σε; σὺ γὰρ νόῳ οὐδενὶ ληπτός. Μοῦνος ἐὼν ἄφραστος· ἐπεὶ τέκες ὅσσα λαλεῖται.
Μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται. Πάντα σε καὶ λαλέοντα, καὶ οὐ λαλέοντα λιγαίνει. Πάντα σε καὶ νοέοντα καὶ οὐ νοέοντα γεραίρει. Ξυνοὶ γάρ τε πόθοι, ξυναὶ δ᾽ ὠδῖνες ἁπάντων Ἀμφὶ σέ· σοὶ δὲ τὰ πάντα προσεύχεται· εἰς σὲ δὲ πάντα Σύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον.
Σοὶ ἑνὶ πάντα μένει· σοὶ δ᾽ ἀθρόα πάντα θοάζει. Καὶ πάντων τέλος ἐσσὶ, καὶ εἷς, καὶ πάντα, καὶ οὐδεὶς, Οὐχ ἓν ἐὼν, οὐ πάντα· πανώνυμε, πῶς σε καλέσσω, Τὸν μόνον ἀκλήϊστον; Ὑπερνεφέας δὲ καλύπτρας Τίς νόος οὐρανίδης εἰσδύσεται; Ἵλαος εἴης, Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν;
Λʹ. Ὕμνος πρὸς Θεόν. Σὲ τὸν ἄφθιτον μονάρχην Δὸς ἀνυμνεῖν, δὸς ἀείδειν, Τὸν ἄνακτα τὸν δεσπότην· Δι᾽ ὃν ὕμνος, δι᾽ ὃν αἶνος, Δι᾽ ὃν Ἀγγέλων χορεία, Δι᾽ ὃν αἰῶνες ἄπαυστοι, Δι᾽ ὃν ἥλιος προλάμπει, Δι᾽ ὃν ὁ δρόμος σελήνης, Δι᾽ ὃν ἄστρων μέγα κάλλος, Δι᾽ ὃν ἄνθρωπος ὁ σεμνὸς Ἔλαχε νοεῖν τὸ θεῖον, Λογικὸν ζῶον ὑπάρχων.
Σὺ γὰρ ἔκτισας τὰ πάντα Παρέχων τάξιν ἑκάστῳ, Συνέχων τε τῇ προνοίᾳ. Λόγον εἶπας, πέλεν ἔργον. Ὁ Λόγος σου Θεὸς Υἱός· Ὁμοούσιος γάρ ἐστιν, Ὁμότιμος τῷ τεκόντι, Ὃς ἐφήρμοσεν τὰ πάντα, Ἵνα πάντων βασιλεύσῃ.
Περιλάμβανον δὲ πάντα Ἅγιον Πνεῦμα τὸ θεῖον Προνοούμενον φυλάσσει. Τριάδα ζῶσαν ἐρῶ σε, Ἕνα καὶ μόνον μονάρχην, Φύσιν ἄτρεπτον, ἄναρχον, Φύσιν οὐσίας ἀφράστου, Σοφίας νοῦν ἀνέφικτον, Κράτος οὐρανῶν ἄπταιστον, Ἄτερ ἀρχῆς, ἀπέραντον, Ἀκατασκόπητον αὐγὴν, Ἐφορῶσαν δὲ τὰ πάντα, Βάθος οὐδὲν ἀγνοοῦσαν Ἀπὸ γῆς μέχρις ἀβύσσου.
Πάτερ, ἵλεως γενοῦ μοι. Διὰ παντὸς θεραπεύειν Τὸ σέβασμα τοῦτο, δός μοι Τὰ δ᾽ ἁμαρτήματα ῥίψον, Τὸ συνειδὸς ἐκκαθαίρων Ἀπὸ πάσης κακονοίας, Ἵνα δοξάσω τὸ θεῖον Ὁσίας χεῖρας ἐπαίρων Ἵνα Χριστὸν εὐλογήσω, Γόνυ κάμπτων ἱκετεύσω Τότε προσλαβεῖν με δοῦλον, Ὅτ᾽ ἂν ἔλθῃ βασιλεύων.
Πάτερ, ἵλεως γενοῦ μοι, Ἔλεον καὶ χάριν εὕρω· Ὅτι δόξα καὶ χάρις σοι Ἄχρις αἰῶνος ἀμέτρου.
ΛΑʹ. Ὕμνος ἄλλος. Δόξα Θεῷ τῷ Πατρὶ, καὶ Υἱῷ παμβασιλῆι· Δόξα πανευφήμῳ Πνεύματι παναγίῳ. Ἡ Τριὰς εἷς Θεός ἐστιν, ὃς ἔκτισε, πλῆσέ τε πάντα, Οὐρανὸν οὐρανίων, γαῖαν ἐπιχθονίων· Πόντον, καὶ ποταμοὺς, καὶ πηγὰς πλῆσεν ἐνύδρων, Πάντα ζωογονῶν πνεύματος ἐξ ἰδίου· Ὄφρα σοφὸν κτίστην πᾶσα κτίσις ὑμνήσειε, Τοῦ ζῇν, τοῦ τε μένειν, αἴτιον ὄντα μόνον.
Ἡ λογικὴ δὲ μάλιστα φύσις διὰ παντὸς ἀείσῃ, Ὡς βασιλεῖα μέγαν, ὡς ἀγαθὸν πατέρα. Πνεύματι, καὶ ψυχῇ, καὶ γλώττῃ, καὶ διανοίᾳ, Δὸς καὶ ἐμοὶ καθαρῶς δοξολογεῖν σε, Πάτερ.
ΛΒʹ. Ὕμνος ἑσπερινός. Σὲ νῦν εὐλογοῦμεν, Χριστέ μου, Λόγε Θεοῦ, Φῶς ἐκ φωτὸς ἀνάρχου, Καὶ Πνεύματος ταμίας, Τριττοῦ φωτὸς εἰς μίαν Δόξαν ἀθροιζομένου· Ὃς ἔλυσας τὸ σκότος, Ὃς ὑπέστησας τὸ φῶς, Ἵν᾽ ἐν φωτὶ τὰ πάντα κτίσῃς, Καὶ τὴν ἄστατον ὕλην Στήσῃς μορφῶν εἰς κόσμον, Καὶ τὴν νῦν εὐκοσμίαν· Ὃς νοῦν ἐφώτισας ἀνθρώπου Λόγῳ τε καὶ σοφίᾳ, Λαμπρότητος τῆς ἄνω Καὶ κάτω θεὶς εἰκόνα, Ἵνα φωτὶ βλέπῃ τὸ φῶς, Καὶ γένηται φῶς ὅλος.
Σὺ φωστῆρσιν οὐρανὸν Κατηύγασας ποικίλοις. Σὺ νύκτα καὶ ἡμέραν Ἀλλήλαις εἴκειν ἠπίως Ἔταξας, νόμον τιμῶν Ἀδελφότητος καὶ φιλίας. Καὶ τῇ μὲν ἔπαυσας κόπους Τῆς πολυμόχθου σαρκός· Τῇ δ᾽ ἤγειρας εἰς ἔργον, Καὶ πράξεις τάς σοι φίλας, Ἵνα τὸ σκότος φυγόντες Φθάσωμεν εἰς ἡμέραν, Ἡμέραν τὴν μὴ νυκτὶ Τῇ στυγνῇ λυομένην.
Σὺ μὲν βάλοις ἐλαφρὸν Ὕπνον ἐμοῖς βλεφάροις, Ὡς μὴ γλῶσσαν ὑμνῳδὸν Ἐπὶ πολὺ νεκροῦσθαι. Μήτ᾽ ἀντίφωνον ἀγγέλων Πλάσμα σὸν ἡσυχάζειν. Σὺν σοὶ δὲ κοίτη εὐσεβεῖς Ἐννοίας ἐταζέτω, Μηδέ τι τῶν ῥυπαρῶν Ἡμέρας νὺξ ἐλέγχῃ, Μηδὲ παίγνια νυκτὸς Ἐνύπνια θροείτω· Νοῦς δὲ καὶ σώματος δίχα Σοὶ, Θεὲ, προσλαλείτω, Τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, Καὶ τῷ ἁγίων Πνεύματι, ᾯ τιμὴ, δόξα, κράτος, Εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΓʹ. Εὐχαριστήριον. Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὐρανὸς ἐπλήσθη δόξης σέο, πᾶσά τε γαῖα Σῆς σοφίης. Θεὸς Υἱὸς ὁ σὸς Λόγος ἔκτισε πάντα. Σὸν ἅγιον Πνεῦμα ζωὴν πάντεσσι χορηγεῖ. Ἱλήκοις κόσμῳ θεία Τριάς· ἵλαθι δ᾽ ἡμῖν, Υἱὲ Θεοῦ κατὰ πνεῦμα, καὶ ἀνθρώπου κατὰ σάρκα, Ὅστις ἐπὶ σταυροῖο μόρον τέτληκας ἐπισπεῖν, Οἷα βροτός· τριτάτῃ δὲ πύλας λίπες ἀϊδονῆος, Οἷα Θεός· θανάτου γὰρ ἔλυσας δεσμὸν ἀναστὰς, Καὶ βροτέῃ γενεῇ φύσιν ὤπασας, οἷα καὶ ἡμᾶς Ζώειν ἤματα πάντα, σὲ δ᾽ ἄμβροτον αἰὲν ἀείδειν.
ΛΔʹ. Εὐχαριστήριον ἄλλο. Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Σοὶ χάρις· ὃς τὰ νοητὰ λόγῳ, τά θ᾽ ὁρατὰ κελεύσει Στῆσας τ᾽ οὐ πρὶν ἐόντα, καὶ ἐξ ἀφανοῦς κατέδειξας. Σὸν θρόνον ἀμφιέπουσιν ἀκήρατοι ὑμνητῆρες, Ἔνθεν μυριάδες, καὶ χιλιάδες πάλιν ἔνθεν, Ἀγγελικῆς στρατιῆς πυρόεις χορὸς, ἄφθιτοι ἀρχὴν Λαοὶ πρωτοτόκων, καὶ λαμπομένων χορὸς ἄστρων· Πνεύματα θεσπεσίων ἀνδρῶν, ψυχαί τε δικαίων, Πάντες ὁμηγερέες, καὶ σὸν θρόνον ἀμφιέποντες, Γηθοσύνῃ τε, φόβῳ τε διηνεκὲς ἀείδουσι Ὕμνον ἀνυμνείοντες ἀκήρατον, ἢ καὶ ἄπαυστον· Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά.
Οὗτος ἀκήρατος ὕμνος ἐπ᾽ οὐρανίοιο χοροῖο. Ναὶ λίτομαι κἀγὼ, Πάτερ ἄφθιτε, καὶ γόνυ κάμπτω Ἡμετέρης κραδίης, Πάτερ ἄμβροτε, καὶ νόος ἔνδον Πρηνής σου προπάροιθε· κάρη δέ μοι ἐς χθόνα νεύει Λισσομένῳ· κεῖμαι δ᾽ ἱκέτης, καὶ δάκρυα χεύω.
Οὐδὲ γὰρ ἄξιός εἰμι πρὸς οὐρανὸν ἀντία λεύσσειν Ἀλλὰ σύ μ᾽ οἰκτείροις, ἐλέους Πάτερ, ἵλαος ἔσσο Σῷ κινυρῷ θεράποντι· σάου δέ με χεῖρα τανύσσας Ἐξ ὀνύχων θανάτοιο, νοήματα πάντα καθήρας. Μή μ᾽ ἀπογυμνώσῃς σοῦ Πνεύματος, ἀλλ᾽ ἔτι μᾶλλον Χεῦε μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἐμοῖσιν· Ὄφρα σε καὶ κραδίῃ, καὶ χείλεσι καλὸν ἀείσω.
Ὥσπερ ἐμῷ γενετῆρι, σῷ θεράποντι παρέστης, Δὸς καὶ ἐμοὶ καθαρὸν βίοτον, καθαράν τε τελευτὴν, Ἐλπωρήν τε τυχεῖν ἀγαθὴν, ἔλεόν τε, χάριν τε· Πάντα δ᾽ ἀμαλδύνει, ὅσα ἤλιτον ἐκ νεότητος, Ὡς ἀγαθὸς βασιλεύς· ὅτι σοὶ χάρις ἤματα πάντα, Σοὶ χάρις ἤματα πάντα, καὶ εἰς αἰῶνας ἅπαντας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.