Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά
Επικλήσεις και προσευχές οδοιπορίας
Προσευχές και ικεσίες του συγγραφέα προς τον Χριστό για φωτισμό πριν από τη μελέτη των Γραφών και για ασφάλεια και προστασία κατά τη διάρκεια ταξιδιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επικλήσεις και προσευχές οδοιπορίας
Προσευχές και ικεσίες του συγγραφέα προς τον Χριστό για φωτισμό πριν από τη μελέτη των Γραφών και για ασφάλεια και προστασία κατά τη διάρκεια ταξιδιών.
ΛΕʹ. Ἐπίκλησις πρὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως. Κλῦθι, Πάτερ Χριστοῦ πανεπίσκοπε, τῶνδε λιτάων Ἡμετέρων· μολπὴν δὲ χαρίζεο σῷ θεράποντι Θεσπεσίην. Ζαθέην γὰρ ἐς ἀτραπὸν ἴχνος ἐλαύνων Οὗτος, ὃς αὐτογένεθλον ἐνὶ ζωοῖς θεὸν ἔγνω, Καὶ Χριστὸν θνητοῖσιν ἀλεξίκακον βασιλῆα· Ὅς ποτ᾽ ἐποικτείρας μερόπων γένος αἰνὰ παθόντων Πατρὸς ὑπ᾽ ἐννεσίῃσιν ἑκὼν ἠλλάξατο μορφήν.
Γίγνετο δὲ θνητὸς Θεὸς ἄφθιτος, εἰς ὅ κε πάντας Ταρταρέων μογέοντας ὑφ᾽ αἵματι λύσατο δεσμῶν. Δεῦρ᾽ ἴθι νῦν, ἱερῆς καὶ ἀκηρασίης ἀπὸ βίβλου Ψυχὴν σὴν ἀτίταλλε θεοπνεύστοις ἐνὶ μύθοις. Ἔνθα γὰρ ἀθρήσειας ἀληθείης θεράποντας Ζωὴν ἀγγελέοντας ὑπ᾽ οὐρανομήκεϊ φωνῇ.
Λϛʹ. Ἐνόδια. Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσιν Ἐσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι, Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὅς θ᾽ ὁδὸν εὗρες Ἐν πελάγει τμηθέντι φίλοις, Φαραὼ δ᾽ ἐκάλυψας, Ἄρτον δ᾽ οὐρανόθεν ξένον ὤπασας, ἐκ δ᾽ ἄρα πέτρης Ἔβλυσας ἀκροτόμοιο ῥόον, μέγα θαῦμ᾽, ἐν ἐρήμῳ· Δυσμενέων ἀνδρῶν στῆσας μένος, εὖτε διέσχε, Σταυρὸν ὑποσκιάων, Μωσῆς χέρας, ἄλκαρ ἐμεῖο.
Μήνη δ᾽ ἠέλιός τε δρόμον σχέθον. Ὡς δὲ ῥέεθρον Εἶξεν ἐπειγομένοισιν, ὁδὸς δ᾽ ἐπὶ γαῖαν ἐτύχθη Ῥηϊδίη, τὴν αὐτὸς ὑπέσχεο καὶ κατένευσας. Αὐτὸς δ᾽ οὐρανίην οἶμον μερόπεσσιν ἔδειξας Ὕστατον, ἀρχαίῃ δὲ νέην ἐπέμιξας ἀταρπὸν, Εὖτε Θεὸς θνητός τε κραθεὶς, ἐπὶ γαῖαν ὁδεύσας Ἡμετέρην, αὖθις δὲ πρὸς οὐρανὸν ἔνθεν ἀερθεὶς, Ἵξεαι ἐλδομένοισι φαάντερος, ἢ τὸ πάροιθεν.
Αὐτὸς καὶ πελάγους ἐπεβήσαο, σοῖς δὲ πόδεσσιν Οἶδμα πέσεν, χαλεποῖσι βιαζόμενον ἀνέμοισιν. Ἀλλὰ μάκαρ, καὶ ἐμοί γε συνέμπορος ἐλθὲ καλεῦντι Σήμερον, εὐοδίην δὲ πόροις, καὶ ἄγγελον ἐσθλὸν, Πομπὸν, ἀλεξητῆρα, βοηθόον, ὄφρα με πάντων Ἠματίων νυχίων τε κακῶν ἄπο τηλόθ᾽ ἐέργων, Καὶ τέλος ἐσθλὸν ὁδοῖο χαριζόμενος μογέοντι, Οἴκοθεν ἀρτεμέοντα, καὶ οἴκαδέ μ᾽ αὖθις ἀγινοῖ Πηοῖσίν τε φίλοις τε ὁμὸν βίον ἀμφιέπουσιν, Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος, ἀτρεμέων τε Λισσοίμην, κακότητος ἀμιγέα σοι βίον ἕλκων, Σοί τε νόον πτερόεντα, βίου φάος, αἰὲν ἀείρων, Μέσφ᾽ ὅτε καὶ πυμάτην ξυνὴν ὁδὸν ἐξανύσαιμι, Ἐς δὲ μονὴν ἔλθοιμι μόγου τέλος εὐσεβέεσσι.
Σοὶ ζῶ, σοὶ λαλέω, σοὶ δ᾽ ἕζομαι, ὦ ἄνα Χριστὲ, Σοὶ δ᾽ αἴρω ποδὸς ἴχνος, ἐπεὶ σύ με χειρὶ καλύπτεις· Ἀλλά με καὶ νῦν ἄγοις ἐσθλὸν ἐπὶ τέρμα πορείης.
ΛΖʹ. Ἄλλη περὶ εὐοδίας προσευχή. Οὐκ ἔστ᾽ οὐδὲ ποδὸς χωρὶς σέο ἴχνος ἀεῖραι, Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσιν Ἐσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι. Σοὶ πίσυνος, καὶ τήνδε τέμνω τρίβον, ἀλλά με πέμποις Ἀσκηθῆ, καὶ πάντα πόροις, ὅσ᾽ ἐέλδεται ἦτορ, Καί με, Ἄναξ, παλίνορσον ἄγοις ἐπὶ δῶμα πενιχρὸν, Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος ἱλασκοίμην.
ΛΗʹ. Ἄλλη εἰς ταὐτὸ προσευχή. Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὃς δ᾽ ὁδὸν εὗρες Ἐν πελάγει, πήξας κύματ᾽ ἐλαυνομένοις. Ἄρτον δ᾽ οὐρανόθεν ὕσας ξένον οὐ δοκέουσιν· Ἐκ δὲ πέτρης πηγὴν ἔβλυσας ἀκροτόμου.
Καὶ νῦν τῷ θεράποντι συνέμπορος ἐλθὲ καλεῦντι, Χριστὲ, φάος μερόπων, δεξιὰ πάντα φέρων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.