Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Η Θεία Πρόνοια

Ανάπτυξη του δόγματος της Θείας Προνοίας έναντι της ειμαρμένης, κατάκριση της αθεΐας και εξήγηση του προβλήματος του κακού και της πνευματικής ωφέλειας των θλίψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 16

Εʹ. Περὶ Προνοίας. Ὧδε μὲν εὐρυθέμεθλον ἐπήξατο κόσμον ἄπειρον Νοῦς μέγας, ἐντὸς ἅπαντα φέρων, καὶ παντὸς ὕπερθεν Αὐτὸς ἐών· τί δὲ μῆχος ἀχωρήτοιο λαβέσθαι; Αὐτὰρ ἐπεί μιν ἔτευξεν, ἄγει πρώτης ὑπὸ ῥιπῆς, Πληγῆς ὡς ὕπο ῥόμβον ἐπειγόμενον στροφάλιγξι, Κιννύμενον μεγάλοισιν ἀκινήτοισι λόγοισιν.

Οὔτε γὰρ αὐτομάτη φύσις κόσμοιο τοσούτου Καὶ τοίου, τῷ μηδὲν ὁμοίϊον ἔστι νοῆσαι· Μὴ τόσον αὐτομάτοισιν ἐπιτρέψητε λόγοισι. Τίς δὲ δόμον ποτ᾽ ὄπωπεν, ὃν οὐ χέρες ἐξετέλεσσαν; Τίς ναῦν, ἢ θοὸν ἅρμα; τίς ἀσπίδα καὶ τρυφάλειαν;

Οὔτ᾽ ἂν τόσσον ἔμεινεν ἐπὶ χρόνον, εἴπερ ἄναρχος, Καὶ χορὸς ἂν λήξειεν ἀνηγεμόνευτος ἔμοιγε. Οὔτ᾽ ἄλλον τιν᾽ ἐοικὸς ἔχειν σημάντορα παντὸς, Ἠὲ τὸν ὅς μιν ἔτευξεν. Ὁδ᾽ ἀστέρας ἡγεμονῆας Ἡμετέρης γενεῆς τε βίου θ᾽ ἅμα παντὸς ὀπάζων, Αὐτοῖς δ᾽ ἄστρασιν εἰπὲ τίν᾽ οὐρανὸν ἄλλον ἑλίξεις;

Καὶ τῷ δ᾽ αὖ πάλιν ἄλλον, ἀεί τ᾽ ἐπ᾽ ἄγουσιν ἄγοντας; Εἷς βασιλεὺς πλεόνεσσι συνάστερος, ὧν ὁ μὲν ἐσθλὸς, Ὃς δὲ κακὸς, ῥητήρ τις, ὁ δ᾽ ἔμπορος, ὃς δ᾽ ἄρ᾽ ἀλήτης, Τὸν δὲ φέρει θρόνος αἰπὺς ὑπέρφρονα. Ἐν δέ τε πόντῳ Καὶ πολέμῳ πλεόνεσσιν ὁμὸς μόρος ἀλλογενέθλοις.

Ἀστέρες, οὓς συνέδησαν, ὁμὸν τέλος οὐ συνέδησε. Κείνους δ᾽ οὓς ἐκέασσαν, ὁμὴ συνέδησε τελευτή. Εἰ μὲν δὴ καθ᾽ ἕκαστον ἔχει πρώτη τις ἀνάγκη, Μῦθος ὅδ᾽· εἰ δ᾽ ἄρα τῆς κρατέει ξυνή τις ἀρείων, Τείρεα τείρεσίν ἐστιν ἐναντία. Τίς δ᾽ ἄρ᾽ ὁ μίξας;

Ὃς γὰρ δὴ συνέδησε, καὶ ἢν ἐθέλῃσιν ἔλυσεν. Εἰ δὲ Θεὸς, πῶς πρῶτον, ὅ μοι Θεὸς ἐξετίναξεν; Εἰ μὴ καὶ Θεὸν αὐτὸν ὑπ᾽ ἄστρασι σοῖσιν ἑλίξῃς. Εἰ δ᾽ οὔ τις κρατέων, πῶς στήσεται; Οὐ γὰρ ὄπωπα. Κεῖνοι μὲν τοίοισι λόγοις Θεὸν ἐκτὸς ἔχοιεν.

Ἢ γὰρ δὴ Θεός ἐστιν, ἢ ἀστέρες ἡγεμονῆες. Αὐτὰρ ἐγὼ τόδε οἶδα, Θεὸς τάδε πάντα κυβερνᾷ, Νωμῶν ἔνθα καὶ ἔνθα Θεοῦ Λόγος ὅσσα θ᾽ ὕπερθεν, Ὅσσα τ᾽ ἔνερθεν ἔθηκε νοήμασι· τοῖς μὲν ἔδωκεν Ἁρμονίην τε δρόμον τε διαρκέα ἔμπεδον αἰεὶ, Τοῖς δὲ βίον στρεπτόν τε, καὶ εἴδεα πολλὰ φέροντα· Ὧν τὸ μὲν ἡμῖν ἔφηνε, τὸδ᾽ ἐν κευθμῶσι φυλάσσει Ἧς σοφίης, θνητοῦ δ᾽ ἐθέλει κενὸν εὖχος ἐλέγχειν.

Καὶ τὰ μὲν ἐνθάδ᾽ ἔθηκε, τὰ δ᾽ ἤμασιν ὑστατίοισιν Ἀντήσει. Κείρει δὲ γεημόρος ὥρια πάντα, Ὡς καὶ Χριστὸς ἄριστος ἐμοῦ βιότοιο δικαστής. Οὗτος ἐμὸς λόγος ἐστὶν ἀνάστερος, αὐτοκέλευθος. Ὡροθέτας δὲ σύ μοι καὶ λεπταλέας ἀγόρευε Μοίρας, ζωοφόρους τε κύκλους καὶ μέτρα πορείης· Λῦε δέ μοι ζωῆς τε νόμους, καὶ τάρβος ἀλιτροῖς, Ἐλπωρήν τ᾽ ἀγαθοῖσιν ἐς ὕστερον ἀντιόωσαν.

Εἰ γὰρ κύκλος ἅπαντα φέρει, κείνου περιωγῇ Ῥοιζοῦμαι, τὸ θέλειν δὲ καὶ αὐτόγε κύκλος ἐποίσει, Οὐδέ τίς ἐστιν ἔμοιγε ῥοπὴ πρὸς κρεῖσσον ἄγουσα, Βουλῆς ἠδὲ νόοιο, πόλος δέ με τῇδε κυλίνδει. Σιγάσθω Χριστοῖο μέγα κλέος ἄγγελος ἀστὴρ Ἀντολίηθε Μάγοισιν ἐπὶ πτόλιν ἡγεμονεύσας, Ἔνθα Χριστὸς ἔλαμψε βροτοῦ γόνος ἄχρονος Υἱός.

Οὐ γὰρ τῶν τις ἔην ὅσσων φραστῆρες ἔασσιν Ἀστρολόγοι, ξεῖνος δὲ καὶ οὐ πάρος ἐξεφαάνθη, Ἑβραϊκῇσι βίβλοισιν ὁρώμενος, ὧν ἄπο παῖδες Χαλδαίων προμαθόντες, ὅσοις βίος ἀστροπολεύειν, Μοῦνον ἀπὸ πλεόνων θηεύμενοι, οὓς ἐδόκευον, Ἀρτιφαῆ τροχάοντα κατ᾽ ἠέρος ἀντολίηθεν Ἑβραίων ἐπὶ γαῖαν, ἐτεκμήραντο ἄνακτα· Τῆμος ὅτ᾽ ἀστρολόγοισιν ὁμοῦ πέσε μήδεα τέχνης, Ἀστρολόγων τὸν ἄνακτα σὺν οὐρανίοισι σεβόντων.

Ἀλλ᾽ οἱ μὲν περόωεν ἑὴν ὁδὸν, ἥνπερ ἔταξε Χριστὸς ἄναξ, πυρόεντες, ἀείδρομοι, ἀστυφέλικτοι, Ἀπλανέες τε πλάνοι τε παλίμποροι, ὡς ἐνέπουσιν, Εἴτε τις ἄτροφός ἐστι πυρὸς φύσις, εἴτε τι σῶμα, Πέμπτον ὃ δὴ καλέουσι, περίδρομον οἶμον ἔχοντες· Ἡμεῖς δ᾽ ἡμετέρην ὁδὸν ἄνιμεν. Εἰς λογικὴν γὰρ Σπεύδομεν, οὐρανίην τε φύσιν, καὶ δέσμιοι αἴης.

ϛʹ. Περὶ τῆς αὐτῆς. Ἔῤῥοιεν οἱ τὸ Θεῖον ἐξηρνημένοι, Καὶ μηδὲ τὴν ἄφραστον εὐαρμοστίαν Τοῦ παντὸς εἴς τιν᾽ ἀναφέροντες αἰτίαν Ποιητικήν τε καὶ συνεκτικὴν ὅλων. Ἔῤῥοιεν οἱ θεῶν τιν᾽ ἐσμὸν εἰδότες, Ἢ δαιμόνων καλῶν τε καὶ κακῶν κράτος.

Ἔῤῥοιεν οἱ Πρόνοιαν ἐξηρνηκότες, Ὥσπερ τὸ σώζεσθ᾽ ἐκ Θεοῦ δεδοικότες· Ἀλλ᾽ ἢ φορᾷ νέμοντες ἀστάτῳ τὸ πᾶν, Ἢ καὶ διδόντες ἀστέρων κινήμασι, Τοῖς πῶς, πόθεν τε, κἀκ τίνος, κινουμένοις· Εἰ μὲν Θεοῦ, πῶς πρῶτον, ὃ στρέφει Θεός;

Τοῦ γὰρ πλέκοντός ἐστι καὶ μεταπλέκειν. Εἰ δ᾽ οὐ Θεοῦ, πῶς στήσετ᾽ ἐξ ἀναρχίας, Ἢ καὶ μάχης τοῦ κρείσσονος; Πῶς δ᾽ οὐ μάχη; Ἡ γὰρ προνοίας ἄρσις, ἄνταρσις Θεοῦ· Εἰ μὴ σὺ ποιεῖς καὶ Θεὸν πεπρωμένον, Φέροντ᾽ ἄκοντα τὴν πλοκῆς τυραννίδα.

Οὕτω μὲν οὗτοι σφῶν ἁλίσκονται λόγοις. Ἡμῖν δ᾽ ἄγει μὲν εἷς Θεὸς τὸ πᾶν τόδε, Σοφῶς ἑλίσσων καὶ πλέκων, ὡς ἂν θέλῃ, Τοῖς αὐτὸς αὑτοῦ νεύμασί τε καὶ λόγοις, Κἂν μὴ τὰ πάντα δεξιῶς στρέφειν δοκῇ. Πολλοί γε μὴν κάμνουσι καὶ σοφωτάτων, Τοῖς τῇδ᾽ ἀνίσοις, καὶ πάλαι καὶ νῦν ἔτι.

Τί δεῖ λέγειν ἅπαντας; ἀλλά μοι σκόπει Δαυῒδ τί πάσχει· τοὺς κακοὺς ὁρῶν καλῶς Πράττοντας (ὡς δοκοῦσι), σφόδρ᾽ εἰλιγγιᾷ, Μή τις φορᾷ δῷ τὴν φύσιν τῶν πραγμάτων, Ὡς οὐκ ἐπιστατοῦντος ἡμῖν οὐδενός. Ὁ δ᾽ αὐτὸς οἶδε τὴν λύσιν· Τὸ γὰρ τελὸς Πάντων σκόπει μοι, φησὶν, ὡς ἀντίστροφον.

Ἔσπειρας· ὄψει τῆς σπορᾶς καὶ τὸν στάχυν. Εἰ δ᾽ ἀγνοεῖς σὺ τοὺς λόγους, οὐ καὶ Λόγος· Οὐδὲ γὰρ, εἰ σὺ τῆς γραφῆς, καὶ ζωγράφος· Οὐδ᾽ εἰ σὺ γραμμῶν, καὶ γεωμέτρης ὃ σύ. Τὸ μὲν κατείληφάς τι, τῷ δ᾽ ἕπου σοφῶς.

Ἔστιν λόγος καὶ τοῦτο, πείθεσθαι λόγῳ. Εἰ πάντα δῆλα, ποῦ τὸ πιστεύειν, λέγε. Πίστις γάρ ἐστιν ἀπράγμων συναίνεσις Ἐγὼ δὲ καὶ τοῦτ᾽ ἐννοῶ σοφῶς ἴσως· Οὐ ταῦτα εἰσιόντι σοι καθυπεσχόμην, Πλουτεῖν, ἀμεριμνεῖν, εὐσθενεῖν, ἢ εὐτεκνεῖν· Εὐζωΐαν δὲ καὶ τὰ προσδοκώμενα· Ὡς ἀντὶ τῶν νῦν προσδοκᾷν τὰ μείζονα.

Πῶς οὖν δίκαιον, ὥσπερ ἐν συναλλαγῇ, Καὶ τὸ πραθὲν ζητεῖν σε, καὶ τὸ χρῆμ᾽ ἔχειν; Εἰ μὴ μόνῳ σοι τοῦτο τῶν πάντων γέρας. Ὡς σφόδρ᾽ ἄπληστον, καὶ ξένης συνεισφορᾶς! Ἢ κεῖνα ῥίψον, φίλτατ᾽, ἢ καὶ ταῦτα δός· Εἴ πέρ τι δεῖ σοι τὸν σὸν ἑστάναι λόγον, Μηδ᾽ ἐκτὸς ἔρχῃ τῶν καλῶς συγκειμένων.

Πῶς οὖν, ἂν εἴποις, τοῖς πάλαι καὶ ταῦτα ἦν; Οὔπω τότ᾽ ἦν ἧ πίστις ἐῤῥιζωμένη, Καὶ πίστις ἦν τὰ τῇδε τῶν νοουμένων, Ὥσπερ γάλακτι νηπίοις ἀνδρουμένοις. Τεκμήριον δὲ τοῦ λόγου. Καὶ γὰρ τότ᾽ ἦν Τὰ μὲν μέγιστα τῶν κακῶν συγγνωστά πως· Τὰ δ᾽ οὐ μέγιστα τῶν κακῶν τιμητέα· Ἀντιζυγούσης τῆς ἐν ἀμφοῖν ἀξίας.

Αἱ δ᾽ ἐκδικήσεις τῶν σοφῶν ὑπέρμετροι. Δαυΐδ σε ταῦτα πειθέτω, καὶ Μωϋσῆς, Ἐλισσεός τε, οὗ τρέμω μεμνημένος· Ὁ μὲν κολασθεὶς ἐνδεῶς τοῖς πταίσμασι, Ὁ δ᾽ ἀντὶ μικρῶν, καὶ Θεοῦ λαβὼν θέαν· Νόμον τε, καὶ τοσοῦτον ἐκσώσας στρατόν· Ὁ δ᾽ ἐκ βραχείας ὕβρεως καὶ νηπίοις Πληγὴν τοσαύτην ἀντιδοὺς παρ᾽ ἐλπίδας.

Οὕτω σκιώδης τηνικαῦτ᾽ ἦν καὶ νόμος. Οὕτω κάθαρσις θυσιῶν δι᾽ αἵματος, Σαρκῶν τ᾽ ἀνάγνων ἀσθενῆ ῥαντίσματα· Οὕτως ἄριστον ἡ φυγὴ τῶν χειρόνων, Εἰ καὶ πλέον τι μὴ προσῆν, μικροῖς ὅροις Τῆς εὐσεβείας περιγραφομένης τοῖς τότε.

Εἴπω τι μεῖζον, ὧν ἔφην; Λελέξεται. Οὐδ᾽ εἰσφορὰν τοσαύτην εἶχον οὐδέπω, Ὅσην περ ἡμεῖς, τοῖς Θεοῦ παθήμασιν, Ἀμνῷ τε τῷ σφαγέντι τοῖς ἐμοῖς κακοῖς. Ὥστ᾽ ἦν τὸ κείνων πλεῖον· εἰ δὲ πλεῖον ἦν, Δὸς πλεῖον εἶναι τῶν πόνων καὶ τὸ χρέος, Ἡμῖν δ᾽ ἔλαττον τοῖς τυχοῦσι πλειόνων.

Ὃδ᾽ ἀντὶ πάντων καὶ πρὸ πάντων χρὴ λέγειν· Μὴ σφόδρ᾽ ἐπαίνει τοῦ βίου τὸ εὔδρομον, Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν· Μή πως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δ᾽ ἀμφίκρημνον τοῦ δρόμου τὸ εὐπετές. Ἐμοῦ τὸ λυπρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν.

Βοῶν ποτ᾽ εἶδες τὸν μὲν ἐν φάτνῃ μέγαν, Ἐπῃρμένον, στίλβοντα τῇ εὐσαρκίᾳ, Τραχηλιῶντα, τὸν δὲ κάτω νενευκότα, Ῥικνὸν, δυσειδῆ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον, Τὸν δὲ τρέφονθ᾽ αὑτόν τε καὶ τὸν δεσπότην.

Τούτων τίς ἐστιν εὐτυχέστερος, δοκεῖς; Οὐχ ὁ στενός τε, καὶ ζυγῷ τετρυμμένος; Εὔδηλον. Ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν τε καὶ κακῷ συγκείμενον. Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσῃς; Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται;

Τὸ δ᾽ ἡδὺ πάντως φάρμακον σωτήριον; Πολλοὺς τὸ πικρὸν ἐξέσωσε πολλάκις· Τὸ δ᾽ ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πόλλ᾽ ἄγει. Υἱῷ δὲ πατρὸς ῥάβδος οὐ σεβασμία Τῷ νοῦν ἔχοντι; τῷ δὲ κακὸν ἡ χρηστότης Οὔτ᾽ ἐστὶν υἱὸς, οὔτε ῥάβδῳ πλήσσεται.

Τί δ᾽ εἰ παλαίεις, ὡς Ἰὼβ, ὑπὲρ στέφους; Ἔπᾳδε σαυτῷ ταῦτα, καὶ ῥᾴων ἔσῃ, Παρηγόρημα τοῦ πονεῖν ποιούμενος, Τῷ δ᾽ εὐχαρίστῳ κτώμενος τὴν ἐλπίδα. Δούλου κακοῦ γὰρ, προσγελῶντα μὲν σέβειν Τὸν δεσπότην· πλήττοντα δ᾽ ἡγεῖσθαι κακόν.

Δέον δέχεσθαι πᾶσαν οἴακος στροφὴν, ᾯ μ᾽ ἐκ πάλης τε καὶ ζάλης διεξάγει, Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ· Εἴπερ γε τὴν ναῦν μὴ μάτην ἐπήξατο, Ἀλλ᾽ εἰς καλόν τε κἀπιδέξιον τέλος.