Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Η ψυχή και η δημιουργία του ανθρώπου

Διδασκαλία περί της θείας προελεύσεως και αφθαρσίας της ανθρώπινης ψυχής, ανασκευή υλιστικών και μετεμψυχωτικών θεωριών, και περιγραφή της πτώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 16

Ηʹ. Περὶ ψυχῆς. Ψυχὴ δ᾽ ἐστὶν ἄημα Θεοῦ, καὶ μίξιν ἀνέτλη Οὐρανίη χθονίοιο, φάος σπήλυγγι καλυφθὲν, Ἀλλ᾽ ἔμπης θείη τε καὶ ἄφθιτος. Οὐ γὰρ ἔοικεν Εἰκόνα τὴν μεγάλοιο Θεοῦ λύεσθαι ἀκόσμως, Ἑρπυστῆρσιν ὁμοῖα βοτοῖσί τε ἀφραδέεσσιν, Εἰ καί μιν θνητήν γε βιήσατο θεῖναι ἁμαρτάς.

Οὔτε πυρὸς μαλεροῖο πέλει φύσις· οὐ γὰρ ἐοικὸς Δάπτον δαπτομένοιο πέλειν κέαρ· οὔτ᾽ ἀποπνευστοῦ Ἠέρος, ἢ πνευστοῖο, καὶ οὔ ποτε ἱσταμένοιο Οὐδὲ μὲν αἱματόεσσα χύσις διὰ σάρκα θέουσα· Ἀλλ᾽ οὐδ᾽ ἁρμονίη τῶν σώματος εἰς ἓν ἰόντων.

Οὐ γὰρ ἴη σαρκῶν τε καὶ εἴδεος ἀθανάτοιο Ἔστι φύσις. Τί δὲ πλεῖον ἀρειοτέροισι κακίστων, Οὓς κράσις ἠὲ κακοὺς τεκτήνατο ἠὲ φερίστους; Πῶς δ᾽ οὐ καὶ ἀλόγοισι λόγου φύσις; Ἁρμονίη γὰρ Ἡ σαρκῶν βροτέων τε καὶ εἴδεός ἐστ᾽ ἀλόγοισιν, Εὐκραέες δ᾽ ἄρα πάντες ἀρείονες, ὡς ὅγε μῦθος.

Κεῖνοι μὲν δὴ τοῖα· τὸ δ᾽ αἴτιον, ὧν ἀπεόντων Ψυχὴ σῶμα λέλοιπε, κέαρ τάδε μυθήσαντο. Φορβὴ δ᾽ οὔ ποτέ σοι κέαρ ἔπλετο, ἧς δίχα θνητὸν Ζώειν πάμπαν ἄπιστον, ἐπεὶ σθένος ἐστὶν ἐδητύς. Οἶδα δὲ καὶ λόγον ἄλλον, ὃν οὔ ποτε δέξομ᾽ ἔγωγε, Οὐδὲ γὰρ ἂν ξυνή τις ἐμοὶ καὶ πᾶσι μεριστὴ Ψυχὴ, πλαζομένη τε δι᾽ ἠέρος. Ὧδ᾽ ἂν ὁμοίη Πᾶσι πέλοι πνευστή τε καὶ ἔκπνοος· ἐν δ᾽ ἄρα πᾶσι, Πάντες, ὅσοι ζώουσι μεταπνείοντες, ἔκειντο, Εἰ δὲ καὶ ἠέρος ἐστὶ χυτὴ φύσις ἄλλοτ᾽ ἐν ἄλλοις.

Εἰ δὲ μένει, τί μὲν ἔσχε, τί δ᾽ ἐν σπλάγχνοισι τεκούσης Ζωὸν ἔτ᾽, εἰ κείνη με προέσπασεν ἐκτὸς ἐόντα; Εἰ δὲ πλειοτέρων τεκέων σύ γε μητέρα θείης, Ψυχαῖς δαπτομένῃσιν ἔτι πλεόνεσσι γέρηρας. Οὐ πινυτῶν ὅδε μῦθος, ἐτώσια παίγνια βίβλων, Οἳ καὶ σώματα πολλὰ βίοις προτέροισιν ὅμοια Ἐσθλοῖς ἠδὲ κακοῖς, ψυχῇ δόσαν αἰὲν ἀμείβειν, Ἢ τιμὴν ἀρετῆς, ἢ ἀμπλακίης τινὰ ποινήν· Εἵμασιν ὥς τινα φῶτα κατενδύοντες ἀκόσμως, Ἠὲ μετεκδύοντες, ἐτώσια μοχθίζοντες, Ἰξίονος κύκλοισιν ἀλιτροτάτοιο φέροντες, Θῆρα, φυτὸν, βροτὸν, ὄρνιν, ὄφιν, κύνα, ἰχθὺν ἔτευξαν.

Πολλάκι καὶ δὶς ἕκαστον, ἐπὴν τὸ δὲ κύκλος ἀνώγῃ. Μέχρι τίνος; Θηρὸς δὲ σοφοῦ λόγον οὔποτ᾽ ὄπωπα, Οὐδὲ θάμνον λαλέουσαν. Ἀεὶ λακέρυζα κορώνη· Αἰεὶ δ᾽ ἰχθὺς ἄναυδος ὑγρὴν διανήχεται ἅλμην. Εἰ δὲ καὶ ὑστατίη ψυχῆς τίσις, ὡς ἐνέπουσι Κεῖνοι, τῶν ὅδ᾽ ἐλεγμὸς ἐτώσιος. Εἰ μὲν ἀσάρκου, Θαῦμα μέγ᾽. Εἰ δ᾽ ἅμα σαρκὶ, τίν᾽ ἐκ πλεόνων πυρὶ δώσεις;

Καὶ τότε θαῦμα μέγιστον, ἐπεὶ πλεόνεσσιν ἔδησας Σώμασι, καὶ πλεόνων με δαήμονα θήκατο δεσμὸς, Πῶς τόδε μοῦνον ἄλυξεν ἐμὴν φρένα, τίς με πάροιθεν Εἶχε δορή; τίς ἔπειτα; πόσοις θάνον; οὐ γὰρ ἐπλούτει Ψυχαῖς, ὡς θυλάκοισι, δέτης ἐμός. Ἢ ἄρα μακρῆς Καὶ τόδ᾽ ἄλης, λήθην με παθεῖν προτέρης βιότητος.

Ἡμέτερον δ᾽ ἀΐοις ψυχῆς πέρι μῦθον ἄριστον. Ἔνθεν ἑλὼν, τέρψιν δὲ μικρὴν ἀναμίξομεν οἴμῃ. Ἦν ποτε ἦν ὅτε κόσμον ἐπήξατο νοῦ Λόγος αἰπὺς, Ἑσπόμενος μεγάλοιο νόῳ Πατρὸς, οὐ πρὶν ἐόντα. Εἶπεν ὅδ᾽, ἐκτετέλεστο ὅσον θέλεν. Ὡς δὲ τὰ πάντα Κόσμος ἔην, γαίη τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, Δίζετο καὶ σοφίης ἐπιίστορα μητρὸς ἁπάντων, Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ᾽ ἔειπεν· «Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες Οὐρανὸν εὐρὺν ἔχουσιν ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ, Ὑμνοπόλοι μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον· Γαῖα δ᾽ ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέεσσι.

Ξυνὸν δ᾽ ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι Θνητῶν τ᾽ ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ, Τερπόμενόν τ᾽ ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην Οὐρανίων, γαίης τε μέγα κράτος, ἄγγελον ἄλλον Ἐκ χθονὸς, ὑμνητῆρα ἐμῶν μενέων τε, νόου τε.» Ὣς ἄρ᾽ ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης, Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφὴν, Τῇ δ᾽ ἄρ᾽ ἑῆς ζωῆς μοιρήσατο. Ἐν γὰρ ἕηκε Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ.

Ἐκ δὲ χοὸς πνοιῆς τε πάγην βροτὸς ἀθανάτοιο Εἰκών· ἢ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι. Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν, Τοῦ δ᾽ ἔρον ἐν στήθεσσιν ἔχω θείαν διὰ μοῖραν. Ἥδε μὲν ἀρχεγόνοιο βροτοῦ δέσις. Αὐτὰρ ἔπειτα Σῶμα μὲν ἐκ σαρκῶν, ψυχὴ δ᾽ ἐπιμίσγετ᾽ ἀΐστως, Ἔκτοθεν εἰσπίπτουσα πλάσει χοός. Οἶδεν ὁ μίξας Πῶς πρῶτόν τ᾽ ἔπνευσε, καὶ εἰκόνα δήσατο γαίῃ Εἰ μὴ τόνδε λόγον τις, ἐμοῖς ἐπέεσσιν ἀρήγων, Θήσει θαρσαλέως τε, καὶ ἑσπόμενος πλεόνεσσιν· Ὡς καὶ σῶμα τὸ πρῶτον ἀπὸ χθονὸς ἄμμι κερασθὲν, Ὕστερον ἀνδρομέη ῥύσις ἔπλετο, οὐδ᾽ ἀπολήγει Ἄλλοτε ἄλλον ἔχουσα βροτὸν πλαστῆς ἀπὸ ῥίζης· Καὶ ψυχὴ πνευσθεῖσα Θεοῦ πάρα, κεῖθεν ἔπειτα Ἀνδρομέοισι τύποισι συνέρχεται ἀρτιγένεθλος, Σπέρματος ἐκ πρώτοιο μεριζομένη πλεόνεσσι, Θνητοῖς ἐν μελέεσσιν ἀεὶ μένον εἶδος ἔχουσα.

Τοὔνεκεν ἡγεσίην νοερὴν λάχεν. Ὡς δ᾽ ἐνὶ τυτθοῖς Πνεῦμα μέγα στεινόν τε καὶ ἔκτροπον ἴαχεν αὐλοῖς, Καὶ μάλα ἴδριος ἀνδρὸς, ἐπὴν δ᾽ εἰς χεῖρας ἵκωνται Εὐρύποροι, τημόσδε τελειοτέρην χέον ἠχὴν, Ὣς ἥγ᾽ ἀνδρανέεσσιν ἐν ἅψεσιν ἀδρανέουσα, Πηγνυμένοις συνέλαμψε, νόον δέ τε πάντ᾽ ἀνέφηνεν.

Αὐτὰρ ἐπειδὴ τεῦξεν ἑὸν βροτὸν ἄφθιτος Υἱὸς, Ὄφρα κε κῦδος ἔχῃσι νέον, καὶ γαῖαν ἀμείψας Ἤμασιν ὑστατίοισι Θεῷ Θεὸς ἔνθεν ὁδεύσῃ, Οὔτε μιν οὔτ᾽ ἀνέηκεν ἐλεύθερον, οὔτε τι πάμπαν Δήσατο· θεὶς δὲ νόμον τε φύσει, καὶ ἐσθλὰ χαράξας Ἐν κραδίῃ, γυάλοισιν ἀειθαλέος παραδείσου Θῆκέ μιν ἀμφιτάλαντον, ὅπη ῥέψειε δοκεύων, Γυμνὸν ἄτερ κακίης τε καὶ εἴδεος ἀμφιθέτοιο.

Ζωὴ δ᾽ οὐρανίη πέλεται παράδεισος ἔμοιγε. Τοῦ ῥά μιν ἐντὸς ἔθηκε λόγων δρηστῆρα γεωργόν. Οἴου μιν ἀπέεργε τελειοτέροιο φυτοῖο, Ἐσθλοῦ τ᾽ ἠδὲ κακοῖο διάκρισιν ἐντὸς ἔχοντος Τὴν τελέην. Τελέη γὰρ ἀεξομένοισιν ἀρείων, Ἀλλ᾽ οὐκ ἀρχομένοισιν· ἐπεὶ τόσον ἐστὶ βαρεῖα, Ὅσσον νηπιάχοισι τελειοτέρη τις ἐδωδή.

Ἀλλ᾽ ἐπεὶ οὖν φθονεροῖο παλαίσμασιν ἀνδροφόνοιο, Θηλυτέροιο λόγοιο παραιφασίῃσι πιθήσας, Γεύσατο μὲν καρποῖο προώριος ἡδυβόροιο, Δερματίνους δὲ χιτῶνας ἐφέσσατο σάρκα βαρεῖαν Νεκροφόρος (θανάτῳ γὰρ ἁμαρτάδα Χριστὸς ἔκορσεν), Ἦλθε μὲν ἄλσεος ἐκτὸς ἐπὶ χθόνα τῆς γένος ἦεν, Καὶ ζωὴν πολύμοχθον ἐδέξατο. Τῷ δ᾽ ἄρ᾽ ἔθηκε Ζῆλον ἑὸν πυρόεντα φυτῷ κληῖδ᾽ ἐριτίμῳ, Μή τις Ἀδὰμ, ὁ πρόσθε, προώριος ἐντὸς ἴκηται, Πρὶν πτόρθου γλυκεροῖο φυγεῖν δαπτρεῖαν ἐδωδὴν, Καὶ ζωῆς πελάσειε φυτῷ κακός· ὡς δ᾽ ὑπ᾽ ἀήταις Χειμερίοις παλίνορσος ἁλίπλοος ἦλθεν ὀπίσσω, Αὖθις δ᾽ ἠὲ πνοιῇσιν ἐλαφροτέρῃσι πετάσας Ἱστίον, ἢ ἐρέτῃσι μόγῳ πλόον αὖθις ἄνυσσεν, Ὣς ἡμεῖς μεγάλοιο Θεοῦ ἀπὸ τῆλε πεσόντες, Ἔμπαλιν οὐκ ἀμογητὶ φίλον πλόον ἐκπερόωμεν.

Τοίη πρωτογόνοιο νεόσπορος ἤλυθεν ἄτη Δειλοῖσιν μερόπεσσιν, ὅθεν στάχυς ἐβλάστησε.