Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς Γρηγόριον Νύσσης

Γρηγόριος ὁ Ναζιανζηνός

Πνευματικός εορτασμός των μαρτύρων και ομολογία πίστεως

Προτροπή για τον αληθή, ασκητικό τρόπο εορτασμού της μνήμης των μαρτύρων σε αντιδιαστολή με την κοσμική τρυφή, συνοδευόμενη από σταθερή ομολογία της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

Δʹ. Τί οὖν δοκεῖ, καὶ τί βέλτιον; Νῦν ὑπόσχωμεν τὰς εὐθύνας ὑμῖν, τοῦτο κελεύετε, καὶ οὐκ ἀποδοκιμάζετε τὸν καιρόν; (Ὃ δέ ἐστι πανήγυρις, ἀλλ᾽ οὐ δικαστήριον.) Ἢ τοῦτο μὲν εἰς ἄλλον καιρὸν καὶ σύλλογον ἀποθώμεθα; Καὶ γάρ ἐστι μακρότερος, ἢ κατὰ τὸν παρόντα καιρὸν ὁ λόγος. Ἡμεῖς δὲ τί φθεγξόμεθα πρὸς ὑμᾶς τῆς πανηγύρεως ἄξιον, ἵνα μὴ νήστεις ὑμᾶς ἀπολύσωμεν αὐτοὶ, καὶ ταῦτα ὄντες οἱ ἑστιάτορες; Ἁγνίσωμεν ἡμᾶς αὐτοὺς, ἀδελφοὶ, τοῖς μάρτυσι· μᾶλλον δὲ, ᾧ κἀκεῖνοι δι᾽ αἵματος καὶ τῆς ἀληθείας ἡγνίσθησαν. Ἐλευθερωθῶμεν παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· νιψώμεθα, καθαροὶ γενώμεθα· παραστήσωμεν καὶ αὐτοὶ τὰ σώματα ἡμῶν καὶ τὰς ψυχὰς, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ταύτην ἡμῶν καὶ ἔντευξιν. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ τίμιον, ὡς καθαρότης ἢ κάθαρσις. Ἀθλήσωμεν διὰ τοὺς ἀθλητάς· νικήσωμεν διὰ τοὺς νικητάς· μαρτυρήσωμεν τῇ ἀληθείᾳ διὰ τοὺς μάρτυρας. Τοῦτο τοῖς ἄθλοις αὐτῶν χαρισώμεθα, τὸ καὶ αὐτοὶ στεφανῖται γενέσθαι, καὶ τῆς αὐτῆς κληρονόμοι δόξης, τῆς τε παρ᾽ ἡμῶν ὑπαρχούσης αὐτοῖς καὶ τῆς ἐν οὐρανοῖς ἀποκειμένης, ἧς ὑπομνήματα καὶ χαρακτῆρες μικροί τινες τὰ ὁρώμενα.

Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας ἀγωνισώμεθα, πρὸς τοὺς ἀφανεῖς διώκτας τε καὶ τυράννους, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, καὶ περὶ τὰ οὐράνια πρὸς τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς τὸν ἐν τοῖς πάθεσι πόλεμον, πρὸς τὰς καθ᾽ ἑκάστην ἡμέραν τῶν ἔξωθεν συμπιπτόντων ἐπαναστάσεις.

Εʹ. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσωμεν. Θώμεθα ταῖς ἀκοαῖς θύρας, καλῶς ἀνοιγομένας καὶ κλειομένας· καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν· παιδαγωγήσωμεν ἁφὴν λυσσῶσαν, καὶ γεῦσιν σπαράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν· οὕτω γὰρ ἡγοῦμαι καλεῖσθαι τὰ αἰσθητήρια· καὶ γέλωτος ἀμετρίας καταγελάσωμεν. Μὴ κάμψωμεν γόνυ τῇ Βαὰλ διὰ τὴν χρείαν, μηδὲ διὰ φόβον τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσωμεν. Ἓν φοβηθῶμεν μόνον, τὸ φοβηθῆναί τι Θεοῦ πλέον, καὶ καθυβρίσαι τὴν εἰκόνα διὰ κακίας. Ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ διαφύγωμεν. Καὶ οὗτος δεινὸς ὁ πόλεμος, καὶ αὕτη παράταξις μεγάλη, καὶ τοῦτο μέγα τρόπαιον. Εἰ οὕτως συνεληλύθαμεν, ἢ συντρέχομεν, ὄντως κατὰ Χριστὸν ἡ πανήγυρις, ὄντως τοὺς μάρτυρας τετιμήκαμεν, ἢ τιμήσομεν, ὄντως χορεύομεν ἐπινίκια. Εἰ δὲ γαστρὸς ἡδοναῖς χαριούμενοι, καὶ τρυφήσοντες πρόσκαιρα, καὶ εἰσοίσοντες τὰ κενούμενα, καὶ κραιπάλης χωρία ταῦτα, οὐ σωφροσύνης ὑπολαμβάνοντες, καὶ πραγματειῶν καιροὺς καὶ πραγμάτων, ἀλλ᾽ οὐκ ἀναβάσεως ἢ θεώσεως, ἵν᾽ οὕτως εἰπεῖν τολμήσω, ἧς οἱ μάρτυρες μεσιτεύουσι, πρῶτον μὲν οὐδὲ τὸν καιρὸν ἐπιγινώσκω. Τί γὰρ τὰ ἄχυρα πρὸς τὸν σῖτον;

Τί δὲ θρύψις σαρκὸς πρὸς μαρτύρων παλαίσματα; Ἐκεῖνα τῶν θεάτρων, ταῦτα τῶν ἐμῶν συλλόγων· ἐκεῖνα τῶν ἀκολάστων, ταῦτα τῶν σωφρονούντων· ἐκεῖνα τῶν φιλοσάρκων, ταῦτα τῶν λυομένων ἀπὸ τοῦ σώματος. Ἔπειτα βούλομαι μὲν εἰπεῖν τι καὶ τολμηρότερον, φείδομαι δὲ τῆς βλασφημίας αἰδοῖ τῆς ἡμέρας· πλὴν οὐ ταῦτα ἀπαιτοῦσι παρ᾽ ἡμῶν οἱ μάρτυρες· οὕτω γὰρ εἰπεῖν μετριώτερον.

Ϛʹ. Μὴ τοίνυν ἀνάγνως τελῶμεν, ἀδελφοὶ, τὰ ἅγια, μηδὲ τὰ ὑψηλὰ ταπεινῶς, μηδ᾽ ἀτίμως τὰ τίμια, μηδὲ, συνελόντα εἰπεῖν, χοϊκῶς τὰ τοῦ πνεύματος. Πανηγυρίζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· ἑορτάζει καὶ Ἕλλην, ἀλλ᾽ ὡς ἀρέσκει τοῖς δαίμοσιν. Ἡμῖν δὲ, ὡς πάντα πνευματικὰ, πρᾶξις, κίνημα, βούλημα, λόγος, ἄχρι καὶ βαδίσματος καὶ ἐνδύματος, ἄχρι καὶ νεύματος, εἰς πάντα τοῦ λόγου φθάνοντος καὶ ῥυθμίζοντος τὸν κατὰ Θεὸν ἄνθρωπον· οὕτω καὶ τὸ πανηγυρίζειν, καὶ τὸ φαιδρύνεσθαι.

Οὐ γὰρ κωλύω τὴν ἄνεσιν, ἀλλὰ κολάζω τὴν ἀμετρίαν. Ἂν οὕτω συνιῶμεν, καὶ οὕτω πανηγυρίζωμεν, μέγα μὲν, ὅτι καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν ἄθλων, εἰπεῖν, καὶ τῆς αὐτῆς δόξης κληρονομήσομεν· ἃ γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρώπινός ποτε νοῦς ἀνετυπώσατο, κατ᾽ ἐξουσίαν πλάττων μακαριότητα, ταῦτα νομίζομεν ἀποκεῖσθαι τοῖς καθῃραμένοις δι᾽ αἵματος, καὶ τὴν Χριστοῦ θυσίαν μιμησαμένοις· ἀλλὰ τήν γε λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα, οὐδὲ γὰρ τοῦτο μικρὸν, ὡς ὁ ἐμὸς λόγος, καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα, καὶ τῷ φωτὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος, εὖ οἶδ᾽, ὅτι ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτερον, εἰς ἣν πεπιστεύκαμεν, καὶ ᾗ λατρεύομεν, καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων, μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς ἔξωθεν ἐχθροὺς, μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμολογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων, τῶν ἐγγυτέρω Χριστοῦ, καὶ τῆς πρώτης πίστεως, τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν, ἣν πρώτην ἐφθεγξάμεθα, καὶ ᾗ τελευταῖον συναπέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενοι, τὴν εὐσέβειαν.