Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς Γρηγόριον Νύσσης

Γρηγόριος ὁ Ναζιανζηνός

Καταληκτήρια ευχή και δοξολογία

Τελική προσευχή προς τον Θεό της ειρήνης για την πνευματική προκοπή του ποιμνίου και απόδοση της πρέπουσας δοξολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

Ζʹ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, διὰ τῆς ἁμαρτίας πολεμωθέντας· ὁ εὐαγγελισάμενος εἰρήνην τοῖς ἐγγὺς, καὶ τοῖς μακρὰν, τοῖς τε ὑπὸ νόμον καὶ τοῖς ἔξω νόμου· ὁ τῆς ἀγάπης πατὴρ, ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούμενος, ἵνα νομοθετήσῃ καὶ τοῖς ὀνόμασι τὸ φιλάδελφον, ὁ τὴν καινὴν ἐντολὴν δοὺς ἐν τῷ τοσοῦτον ἀγαπᾷν ἀλλήλους, ὅσον καὶ ἠγαπήμεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς, καὶ τυραννεῖσθαι διὰ τὸν φόβον, καὶ ἀναδύεσθαι σὺν λόγῳ, καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ μεγάλα ποίμνια καταρτίζων, καὶ τὰ μικρὰ μεγαλύνων διὰ τῆς χάριτος, αὐτὸς, κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρηστότητος, ἡμᾶς μὲν παρακαλέσαι παρακλήσει πολλῇ, καὶ εἰς τὰ ἔμπροσθεν ἄγοι συμποιμαίνων καὶ διασώζων τὸ ποίμνιον· ὑμᾶς δὲ καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ πνευματικῶς πανηγυρίζειν τοῖς μάρτυσι πείσειε, καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώσειεν, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία, καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέσειεν, ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.