Οὐ γὰρ κωλύω τὴν ἄνεσιν, ἀλλὰ κολάζω τὴν ἀμετρίαν. Ἂν οὕτω συνιῶμεν, καὶ οὕτω πανηγυρίζωμεν, μέγα μὲν, ὅτι καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν ἄθλων, εἰπεῖν, καὶ τῆς αὐτῆς δόξης κληρονομήσομεν· ἃ γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρώπινός ποτε νοῦς ἀνετυπώσατο, κατ᾽ ἐξουσίαν πλάττων μακαριότητα, ταῦτα νομίζομεν ἀποκεῖσθαι τοῖς καθῃραμένοις δι᾽ αἵματος, καὶ τὴν Χριστοῦ θυσίαν μιμησαμένοις· ἀλλὰ τήν γε λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα, οὐδὲ γὰρ τοῦτο μικρὸν, ὡς ὁ ἐμὸς λόγος, καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα, καὶ τῷ φωτὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος, εὖ οἶδ᾽, ὅτι ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτερον, εἰς ἣν πεπιστεύκαμεν, καὶ ᾗ λατρεύομεν, καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων, μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς ἔξωθεν ἐχθροὺς, μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμολογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων, τῶν ἐγγυτέρω Χριστοῦ, καὶ τῆς πρώτης πίστεως, τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν, ἣν πρώτην ἐφθεγξάμεθα, καὶ ᾗ τελευταῖον συναπέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενοι, τὴν εὐσέβειαν.