Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς Ἰουλιανὸν ἐξισωτὴν φόρων

Γρηγόριος ὁ Ναζιανζηνός

Ο πνευματικός αγώνας και η προσφορά στο σώμα της Εκκλησίας

Προβολή της ματαιότητας των εγκοσμίων και του προτύπου των μαρτύρων, με προτροπές για πνευματική καρποφορία και τήρηση της εκκλησιαστικής τάξης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 5

Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι, (προοιμιάσομαι γὰρ πρὸς ὑμᾶς ἐκ τοῦ μεγαλοφωνοτάτου Δαβίδ); Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, μέγα τι τὸν ἐνταῦθα βίον, καὶ τὴν τρυφὴν, καὶ τὸ μικρὸν δοξάριον, καὶ τὴν ταπεινὴν δυναστείαν, καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες; Ἃ μὴ τῶν ἐχόντων μᾶλλόν ἐστιν ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων· ὥσπερ χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενά τε καὶ μεταῤῥιπτούμενα, ἢ ὥσπερ καπνὸς διαῤῥέοντα, καὶ ὡς ὄναρ παίζοντα, καὶ ὡς σκιὰ μὴ κρατούμενα· οὔτε ἀπόντα δυσέλπιστα τοῖς οὐ κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιν.

Εʹ. Οὐκ ἀναβλέψομεν εἰς τὸν οὐρανὸν ἄνω; οὐκ ἐκνήψομεν; οὐ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρήσομεν; οὐκ εἰσόμεθα, τίς ὁ ἀληθινὸς πλοῦτος, καὶ τίς ἡ ὄντως λαμπρότης, καὶ ποῦ τὸ μὴ διαπῖπτον ἀξίωμα; τίς ἡ ἀπέραντος εὐδαιμονία, καὶ ποῦ τὸ ἀσάλευτον ἀγαθὸν, μηδὲ μεθιστάμενον, ἢ ἐπιβουλευόμενον;

Οὐ κτησόμεθα ταῦτα πολλοῖς ἱδρῶσι καὶ πόνοις, ἂν οὕτω συμβαίνῃ; οὒκ, εἴ τι δεῖ τρυφᾷν ἐντεῦθεν, ἐν ταῖς ἐλπίσι τρυφήσομεν; οὐ γνωσόμεθα τοὺς ἁγίους μάρτυρας, τούς τε ἄλλους πάντας, οἳ πᾶσαν διειλήφασι τὴν οἰκουμένην, ὥσπερ τινὲς κοινοὶ σύνδεσμοι, καὶ ὧν ἡ παροῦσα πανήγυρις;

Ὑπὲρ τίνος τραύματα, καὶ δεσμὰ, καὶ στρεβλώσεις, καὶ πυρὸς ἀπειλὴν, καὶ ξιφῶν ἀκμὴν, καὶ θηρῶν ἀγριότητα, καὶ σκότος, καὶ λιμὸν, καὶ βάραθρα, καὶ χρημάτων ἁρπαγὰς, καὶ μελῶν ἀποβολὰς, καὶ θανάτους τὸ τελευταῖον, καὶ πάντα προθύμως ὑπέστησαν, ὥσπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν; ἵνα τί γένωνται, καὶ τίνα κληρονομήσωσιν, ἢ πᾶσι δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν;

Οὐ μετὰ τῆς αὐτῆς ἐλπίδος, ὑπὸ τῷ αὐτῷ βραβευτῇ καὶ ἀγωνοθέτῃ, πρὸς τὸν αὐτὸν παραταξόμεθα τύραννον, τὸν πικρὸν καὶ τότε καὶ νῦν τῶν ψυχῶν διώκτην, τὸν ἀόρατον ἐχθρὸν καὶ πολέμιον; Οὐκ ἀνδριούμεθα παραπλησίως ὥσπερ ἐν κοινῷ θεάτρῳ τῷδε τῷ κόσμῳ, εἰ καὶ μὴ ἀκμῇ τοῦ κινδύνου ταχεῖαν ἐχούσῃ καὶ τὴν ἀπαλλαγὴν, ἀλλὰ τοῖς γε καθ᾽ ἑκάστην ἡμέραν ἀγωνίσμασι καὶ παλαίσμασιν, ἵνα καὶ τῶν αὐτῶν στεφάνων ἀξιωθῶμεν, ἢ ὅτι ἐγγυτάτω;

Ϛʹ. Ἐγὼ μὲν παντὶ διακελεύομαι, καὶ ἀνδρὶ καὶ γυναικὶ, καὶ πρεσβύτῃ καὶ νέῳ, ἀστικῷ τε αὖ καὶ ἀγροίκῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι (καὶ γὰρ ὁ αὐτὸς ἀγὼν καλεῖ πάντας), πρὸς τοῦτον ἀποδύεσθαι προθύμως, καὶ μὴ μαλακίζεσθαι, μηδὲ μέλλειν, μηδὲ προΐεσθαι τὸν καιρὸν, οὗ πάλιν τυχεῖν ἀμήχανον. Ἐργασίας γὰρ ὁ παρὼν, ὁ δὲ μέλλων ἀνταποδόσεως. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἠκούσατε τοῦ Σωτῆρος λέγοντος, οὐ μᾶλλόν τι τοὺς τότε μαθητὰς ἐκ τοῦ τόπου τῆς Ἰουδαίας ἀπάγοντος, ἀλλὰ καὶ τοὺς ὕστερον ἅπαντας ἐντεῦθεν ἀπανιστάντος, καὶ πρὸς ἑαυτὸν ὑψούμενον ἕλκοντος, ὡς ἡ ὑπόσχεσις. Ἀκολουθήσωμεν ἀγαθῷ Δεσπότῃ· φύγωμεν τὰς κοσμικὰς ἐπιθυμίας, φύγωμεν τὸν πλάνον κόσμον καὶ κοσμοκράτορα, γενώμεθα καθαρῶς τοῦ ποιήσαντος, τιμήσωμεν τὴν εἰκόνα, αἰδεσθῶμεν τὴν κλῆσιν, μεταθώμεθα τὴν ζωήν. Τί ποιοῦμεν ἡμᾶς αὐτοὺς ταπεινοὺς, ὑψηλοὶ γεγονότες;

Τί τοῖς ὁρωμένοις ἐγκαταμένομεν; Ζʹ. Ἕκαστος, ὅ τι ἂν οἷός τε ᾖ, καρποφορείτω τῷ Θεῷ ἐν καιρῷ παντὶ, καὶ ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων, κατὰ τὸ μέτρον τῆς παρούσης αὐτῷ δυνάμεως, κατὰ τὸ δοθὲν αὐτῷ χάρισμα· ἵνα πᾶσι μέτροις τῆς ἀρετῆς, πάσας τὰς ἐκεῖθεν μονὰς πληρώσωμεν, τοσοῦτον θερίσαντες, ὅσον ἐσπείραμεν, μᾶλλον δὲ τοσοῦτον ἐναποθέμενοι ταῖς θείαις ληνοῖς, ὅσον ἐγεωργήσαμεν. Εἰσφερέτω τις, ὁ μὲν χρήματα, ὁ δὲ τὸ μηδὲν ἔχειν· ὁ μὲν τὸ προθυμεῖσθαι, ὁ δὲ τὸ τὸν προθυμούμενον ἀποδέχεσθαι· ὁ μὲν πρᾶξιν ἐπαινετὴν, ὁ δὲ θεωρίαν εὔστοχον· ὁ μὲν λόγον καίριον, ὁ δὲ σιωπὴν εὔλογον· ὁ μέν τις διδασκαλίαν ἄπταιστον καὶ βίον μὴ ἀνθιστάμενον, ὁ δὲ ἀκοὴν εὐπειθῆ καὶ εὐγνώμονα· ὁ μὲν παρθενίαν ἁγνὴν καὶ κόσμου παντελῶς ἀποτέμνουσαν, ὁ δὲ γάμον σεμνὸν καὶ μὴ πάντη Θεοῦ χωρίζοντα· ὁ μὲν νηστείαν ἄτυφον, ὁ δὲ ἀπόλαυσιν μὴ ἀκόλαστον· ἄλλος τὸ ἐν προσευχαῖς ἀπερίσπαστον καὶ ὕμνοις πνευματικοῖς, ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων· πάντες δάκρυα, πάντες κάθαρσιν, ἀνάβασιν πάντες καὶ τὸ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι.

Ηʹ. Καλὴ καὶ ἁπλότης καρποφορία, καὶ γέλως σωφρονιζόμενος, καὶ θυμὸς κολαζόμενος, καὶ ὄμμα παιδαγωγούμενον, καὶ νοῦς πλανᾶσθαι μὴ συγχωρούμενος. Οὐδὲν οὕτω μικρὸν τῶν εἰσφερομένων Θεῷ, κἂν ἐλάχιστον ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμενον, ὃ μὴ προσίεται πάντως καὶ ἀποδέχεται, εἰ καὶ σταθμίζειν οἶδε τῇ δικαίᾳ κρίσει τὸ ἔλεος. Δέχεται καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλῶ τὴν ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν.

Μωσῆς ἐπήγνυτο τὴν σκηνὴν κάτω, τὴν τῶν οὐρανίων ἀντίτυπον, καὶ πάντες εἰσέφερον τὸ κηρυχθὲν αὐτοῖς. Οἱ δὲ καὶ αὐτεπάγγελτοι, οἱ μὲν χρυσὸν, οἱ δὲ ἄργυρον, οἱ δὲ λίθους τιμίους εἰς τὴν ἐπωμίδα· αἱ δὲ βύσσον διακεκλωσμένην, αἱ δὲ κόκκινον νενησμένον, οἱ δὲ πορφύραν, οἱ δὲ δέρματα κριῶν ἠρυθροδανωμένα· αἱ δὲ καὶ τρίχας αἰγείας εἰς τὰ κάτεργα τῆς σκηνῆς, τὸ φαυλότατον· οἱ δὲ ὅ τι ἕκαστος, ἢ ἑκάστη τύχοιεν ἔχοντες· πάντες δὲ ἔφερον, καὶ οὐδεὶς ἦν ἀσυντελὴς, οὐδὲ τῶν πενεστάτων. Οὕτω καὶ ἡμεῖς τῇ τιμίᾳ τοῦ Θεοῦ σκηνῇ τῆσδε τῆς Ἐκκλησίας, ἣν ὁ Κύριος ἔπηξε, καὶ οὐκ ἄνθρωπος, ἣ διαφόροις ἀρετῆς συνοικοδομεῖται κάλλεσιν, ὁ μὲν μικρὸν, ὁ δὲ μεῖζον, πάντες δὲ ὁμοίως εἰσφέρωμεν εἰς ἔργον τέλειον, εἰς κατοικητήριον Χριστοῦ, εἰς ναὸν ἅγιον, συντιθέμενοι, καὶ συναρμολογούμενοι τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος. Πάντως δὲ οὐδὲν εἰσοίσομεν τοσοῦτον, ὅσον εἰλήφαμεν, κἂν πάντα εἰσφέρωμεν. Ἐπεὶ καὶ τὸ εἶναι ἡμῖν ἐκ Θεοῦ, καὶ τὸ εἰδέναι Θεὸν, καὶ αὐτὸ τὸ ἔχειν ὃ εἰσενέγκωμεν.

Τὸ δὲ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος, μετρεῖ Θεὸς τὴν ἐπίδοσιν. Θʹ. Μὴ οὖν ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ᾽ ἤδη γενοῦ· μηδὲ ὅτι τῆς ἀξίας λείπῃ, τὸ πᾶν ἐλλίπῃς.

Ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι, ὑπὲρ δὲ τοῦ δεήθητι δοθῆναι συγγνώμην τῇ ἀσθενείᾳ. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου. Μηδεὶς ἔστω κενὸς, μηδὲ ἄκαρπος, μηδέ τις στεῖρα ψυχὴ καὶ ἄγονος. Ἕκαστος ἐκ τῶν παρόντων καρποφορείτω Θεῷ, καὶ ἐκ τῶν οἰκείων· ὁ ἁμαρτάνων τὴν μεταβολὴν, ὁ καλῶς τρέχων, τὴν εὐτονίαν, ὁ νέος τὴν ἐγκράτειαν, ἡ πολιὰ τὴν φρόνησιν, ὁ πλούσιος τὴν μετάδοσιν, ὁ πένης τὴν εὐχαριστίαν, ὁ ἐν ἐξουσίᾳ τὴν ἀτυχίαν, ὁ εἰσπράττων τὴν ἡμερότητα. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἐνδυσώμεθα· μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νομῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ᾽ ὄνομα, καὶ εἰσάγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης ἐπὶ τὴν ἐκεῖθεν ἀνάπαυσιν.

Φοβηθῶμεν, μὴ ἀφ᾽ ἡμῶν ἄρξηται τὸ κρῖμα, κατὰ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες. Ιʹ. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε· ἀρκεῖ γὰρ ὑμῖν, ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετεῖτε τοῖς νομοθέταις· οὐ γάρ ἐστι Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ᾽ εἰρήνης καὶ τάξεως. Μὴ τοίνυν ἔστω τις κεφαλὴ, μόγις που χεὶρ τυγχάνων, ἢ ποῦς, ἢ ἄλλο τι τῶν εὐτελεστέρων μελῶν τοῦ σώματος· ἀλλ᾽ ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω, κἂν ᾖ τῆς κρείττονος ἄξιος· ἐν ᾧ στέργει τὴν παροῦσαν, πλέον εὐδοκιμῶν, ἢ ἐν τῷ ζητεῖν ἣν οὐκ ἔλαβεν. Μή τις, ἐνὸν ἀκινδύνως ἕπεσθαι, ἄρχειν ἐπικινδύνως ἐπιθυμείτω· μηδὲ ὁ τῆς ὑποταγῆς νόμος καταλυέσθω, ἣ καὶ τὰ ἐπίγεια συνέχει καὶ τὰ οὐράνια· μηδὲ ποιῶμεν ἀναρχίαν τὴν πολυαρχίαν. Οἱ περὶ λόγους, μὴ σφόδρα τοῖς λόγοις θαῤῥεῖτε, μηδὲ σοφίζεσθε περισσὰ καὶ ὑπὲρ τὸν λόγον, μηδὲ νικᾷν ἐπιθυμεῖτε πάντα κακῶς, ἀλλ᾽ ἔστιν ἃ καὶ ἡττᾶσθαι καλῶς ἀνέχεσθε.