Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς Ἰουλιανὸν ἐξισωτὴν φόρων

Γρηγόριος ὁ Ναζιανζηνός

Ηθικές παραινέσεις περί δικαιοσύνης και κοινωνικής αλληλεγγύης

Οδηγίες προς τους στρατιώτες και το πλήρωμα της Εκκλησίας για αποφυγή της πλεονεξίας, άσκηση ελεημοσύνης και έμπρακτη αγάπη προς τους φτωχούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

Δότε τῷ Λόγῳ τὸν λόγον· ποιήσατε δικαιοσύνης ὅπλον, μὴ θανάτου, τὴν παίδευσιν. ΙΑʹ. Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται, καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα ὑμῖν διακελεύεται μεθ᾽ ἡμῶν Ἰωάννης, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ἡ πρόδρομος τοῦ Λόγου φωνή. Τί λέγων ὀψώνιον; Τὸ βασιλικὸν σιτηρέσιον δηλονότι, καὶ τὰς ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δωρεάς.

Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέγειν τὸ βλάσφημον· ὑμεῖς δὲ, οἶδ᾽ ὅτι συνίετε, κἂν ἐγὼ φείδωμαι. Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον, ὑμεῖς οἱ τῆς πολιτείας ἐπώνυμοι· φόβον δὲ ὅταν εἴπω, κωλύω τὴν πλεονεξίαν. Τί οὖν ἡμεῖς κερδανοῦμεν, τάχα ἂν εἴποιτε, μέγα; Τὸ πάντων μέγιστον· καὶ εἰ βούλεσθε, δι᾽ ἐμοῦ μεσίτου, τὰς χρηστὰς ἐλπίδας, καὶ τὰ πρωτεῖα τῆς ἄνω πόλεως, οὐ τῆς μικρᾶς ταύτης καὶ ἐλαχίστης ἐν πόλεσιν, ἧς οὐδὲ τὸ ἄρχειν, ἵνα μετρίως εἴπω τιμῶν ὡς θρεψαμένην, πάνυ τι σεμνὸν καὶ ὑπέρλαμπρον.

Ἐκεῖ γενέσθαι πρῶτοι θελήσωμεν· μεταποιηθῶμεν τῆς ἐκεῖθεν λαμπρότητος· ἐν κόλποις Ἀβραὰμ, ἀντὶ τῆς ἐντεῦθεν εὐσπλαγχνίας, ἀναπαυσώμεθα· κρῖμα δίκαιον κρίνωμεν· ἐξελώμεθα πένητα καὶ πτωχόν· χήραν καὶ ὀρφανὸν ἐλεήσωμεν· ἐκπριώμεθα κτεινομένους, ἢ τό γε μετριώτατον εἰπεῖν, μὴ αὐτοὶ κτείνωμεν· μὴ παρίδωμεν τὸν δεόμενον ἡμῶν, μέχρι καὶ τῶν ἀπὸ τραπέζης ψιχίων· καὶ μὴ παραδράμωμεν τὸν ἡλκωμένον, καὶ βεβλημένον ἐν τοῖς ἡμετέροις πυλῶσιν· μὴ τρυφήσωμεν, ἄλλων κακοπαθούντων· μὴ βδελυξώμεθα τὸν ὁμόδουλον· μὴ, φίλοι καὶ ἀδελφοὶ, γενώμεθα τῆς τοῦ πλουσίου μερίδος, μηδὲ ὀδυνηθῶμεν ἐν τῇ φλογὶ, μηδὲ τῷ χάσματι διαστῶμεν ἀπὸ τῶν ὁσίων, μηδὲ δεηθῶμεν Λαζάρου τοῦ πένητος, ἄκρῳ δακτύλῳ καταψῦξαι τὴν γλῶσσαν ἡμῶν φλεγομένην, καὶ μηδὲ τοσούτου τυγχάνωμεν.

Γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, συμπαθεῖς· μιμησώμεθα τοῦ Δεσπότου τὴν ἀγαθότητα, ὃς ἀνατέλλει τὸν ἥλιον ἀγαθοῖς καὶ πονηροῖς, καὶ τρέφει τῇ βροχῇ πάντας ὁμοίως. Μὴ δεξώμεθα πλουτεῖν διὰ τῆς τῶν ἄλλων πενίας· μὴ παρὰ τοσοῦτον ἔλθωμεν τῆς θείας ἰσότητος· μηδὲ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ᾽ ὧν ὡς ἰοῦ καὶ σητὸς ἐκδαπανηθήσεται, ἢ, τό γε τῆς Γραφῆς εἰπεῖν, ἐξεμεθήσεται. Ἀλλά ἐσμεν τοῦ δέοντος ἀποπληστότεροι; ἔστι καὶ πλεονεκτῆσαι καλῶς.