Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς Ἰουλιανὸν ἐξισωτὴν φόρων

Γρηγόριος ὁ Ναζιανζηνός

Θεολογική και ανθρωπολογική θεώρηση της φορολογικής απογραφής

Λόγος προς τον απογραφέα των φόρων, με αναφορά στο μυστήριο της Γεννήσεως, το παράδειγμα της φιλανθρωπίας του Χριστού και τις συνέπειες της πτώσης του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

Δῶμέν τι μικρὸν ἐντεῦθεν, ἵν᾽ ἐκεῖθεν πλουτήσωμεν. ΙΒʹ. Ταῦτα μὲν οὖν ἤδη κοινὰ πρὸς πάντας, οὐ τοὺς ἐν πολιτείᾳ μόνον, τὰ παραγγέλματα· κοινὰ γὰρ καὶ κοινῆς ἀῤῥωστίας τὰ φάρμακα. Σὺ δὲ ἀπόγραφε δικαίως ἡμᾶς, ὁ τῶν ἡμετέρων φόρων ἀπογραφεύς· ἀπόγραφε, μὴ τοὺς ἐμοὺς λόγους ἐπιμελῶς, ὧν οὐδὲν, ἢ μικρὸν τὸ κέρδος, ἢ εἰς ἀκοῆς χάριν καὶ ἡδονὴν, ἀλλὰ τὸν ἐμὸν λαὸν ὁσίως καὶ φιλανθρώπως· αἰδεσθεὶς, εἰ μή τι ἄλλο, ἢ τὸν καιρὸν αὐτὸν, ὅτι καὶ ὁ Σωτὴρ ἐν ἀπογραφῇ τίκτεται. Ἐξῆλθε γὰρ δόγμα, φησὶ, παρὰ Καίσαρος Αὐγούστου, τοῦ ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· καὶ ἀπεγράφετο. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐν Βηθλεὲμ σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ ἀπογράψασθαι, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. Καὶ τηνικαῦτα ὁ Σωτὴρ τίκτεται, τὸ θαυμάσιον, ὁ πάντων δημιουργὸς καὶ δεσπότης, ἐν φαύλῳ καὶ μικρῷ καταλύματι.

Φοβηθῶμεν τὸ μυστήριον· αἰδεσθῶμεν τὴν οἰκονομίαν, καὶ αὐτοὶ τῷ καιρῷ τι συνεισενέγκωμεν. Νῦν ἄγγελοι χαίρουσι, νῦν ποιμένες περιαστράπτονται, νῦν ἀστὴρ ἐξ Ἀνατολῶν τρέχει πρὸς τὸ μέγιστον φῶς καὶ ἀπρόσιτον· νῦν μάγοι προσπίπτουσι, καὶ δωροφοροῦσι, καὶ τὸν πάντων βασιλέα γινώσκουσι, καὶ καλῶς τῷ ἀστέρι τεκμαίρονται τὸν οὐράνιον· νυνί τε Ἡρώδης μαίνεται, καὶ παιδοφονεῖ, καὶ διὰ τὸν ἐλευθερωτὴν, ἀναιρεῖ τοὺς τῆς ἐλευθερίας τυγχάνειν ὀφείλοντας. Ἀλλ᾽ ἡμεῖς γε μετὰ τῶν προσκυνούντων γενώμεθα, καὶ προσενέγκωμεν τῷ δι᾽ ἡμᾶς πτωχεύσαντι μέχρι καὶ σώματος, μὴ λίβανον, μηδὲ χρυσὸν, μηδὲ σμύρναν· τὸν μὲν ὡς Θεῷ, τὸν δὲ ὡς βασιλεῖ, τὴν δὲ ὡς γευσαμένῳ δι᾽ ἡμᾶς νεκρότητος· ἀλλὰ δῶρα μυστικὰ, καὶ ὑπὲρ τὸ φαινόμενον· τό γε μηδὲν λαβεῖν, μηδὲ τῷ πλούτῳ τι συγχωρῆσαι κατὰ πενίας, μηδ᾽ ἀδικῆσαι τὸ πλάσμα διὰ τοῦ πλάσματος.

ΙΓʹ. Σὺν Χριστῷ γράφεις, σὺν Χριστῷ ταλαντεύεις, σὺν τῇ κεφαλῇ δοκιμάζεις, μετὰ τοῦ λόγου λογίζῃ. Χριστὸς ἄρτι γεννᾶταί σοι, καὶ Θεός ἐστι, καὶ ἄνθρωπος γίνεται, καὶ ἀνθρώποις συναναστρέφεται. Τί τοῦ λόγου δηλοῦντος; Ἐμοὶ δοκεῖ, εἰς νουθεσίαν τῶν τὰ τοιαῦτα πιστευομένων, ὅτι ταῖς μεγίσταις τῶν διοικήσεων Θεὸς ἀεὶ συνεισέρχεται. Καὶ ἵνα μὲν καταιδέσειε τοὺς ἀπογράφοντας, τηνικαῦτα ὁμιλεῖ σαρκὶ καὶ ἀνθρώποις· ἵνα δὲ παραμυθήσηται τῆς δουλείας ἡμᾶς, καὶ τὴν εὐγνωμοσύνην νομοθετήσῃ (οὐδὲ γὰρ τοῦτο παροπτέον), τελεῖ καὶ αὐτὸς τὸ δίδραχμον, καὶ οὐχ ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ Πέτρου τοῦ τιμιωτάτου τῶν μαθητῶν· ἐπεὶ καὶ ἄνθρωπος ἐγένετο δι᾽ ἡμᾶς, καὶ δούλου μορφὴν ἀνεδέξατο, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον. Ταῦτα μὲν ὁ Σωτὴρ, καὶ τῷ θελήματι μόνον, ὡς Θεὸς, σῶσαι δυνάμενος, ἐπεὶ καὶ τὰ πάντα προστάγματι συνεστήσατο· μεῖζον δὲ καὶ δυσωπητικώτερον εἰσήνεγκεν ἡμῖν, τὴν συμπάθειαν καὶ τὸ ὁμότιμον. Τί δὲ ἡμεῖς οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τοσοῦτον ἡμῖν λειτουργήσαντος;

Οὐ μιμησόμεθα τοῦ Δεσπότου τὴν εὐσπλαγχνίαν; οὐκ ἐσόμεθα χρηστοὶ τοῖς ὁμοδούλοις, ἵνα τοιούτου τύχωμεν καὶ αὐτοὶ τοῦ Κυρίου μετροῦντος, ὡς ἂν μετρήσωμεν; οὐ κτησόμεθα τὰς ἑαυτῶν ψυχὰς, διὰ τῆς ἡμερότητος; Ἀρκεῖ δουλεύειν τοῖς ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐτοῦ χοὸς, τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν τάσσειν φόρους, τὸ δὲ ἀπογράφεσθαι· καὶ τοῖς μὲν ἀδικεῖν ἐξεῖναι καὶ ποιεῖν κακῶς, τοῖς δὲ ὑπὲρ τοῦ μὴ παθεῖν δεῖσθαι καὶ ἀγωνίζεσθαι· καὶ ταῦτα εἶναι περὶ τὴν μίαν εἰκόνα, καὶ τὸ ἓν ἀξίωμα, τοὺς τῆς αὐτῆς ζωῆς κληρονόμους, ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν. Ἀρκεῖ ταῦτα τοῖς ἐλευθέροις· μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον.

ΙΔʹ. Ὡς ἀπόλοιτο ἡ κακία, καὶ ἡ πρώτη ταύτης καταβολὴ, καὶ ὁ καθεύδουσιν ἡμῖν ἐπισπείρας τὰ ζιζάνια Πονηρὸς, ἵν᾽ ἀρχὴ τοῦ κακοῦ γένηται τὸ ἀμελῆσαι τοῦ ἀγαθοῦ, ὥσπερ καὶ σκότους ἡ τοῦ φωτὸς ὑποχώρησις. Ταῦτα τὸ ξύλον, καὶ ἡ πικρὰ γεῦσις, καὶ ὁ βάσκανος ὄφις, καὶ ἡ παρακοὴ ἐν ἱδρῶτι τοῦ προσώπου ζῇν κατακρίνασα. Ἐντεῦθεν γυμνὸς ἐγὼ καὶ ἀσχήμων, καὶ τὴν γύμνωσιν ἔγνων, καὶ τὸν δερμάτινον χιτῶνα ἠμφιασάμην, καὶ τοῦ παραδείσου διέπεσον, καὶ εἰς τὴν γῆν ἀπεστράφην, ὅθεν ἐλήφθην, ἓν τοῦτο ἀντὶ τρυφῆς ἔχων, τὰ ἐμαυτοῦ γινώσκειν κακά· καὶ λύπην κατεκρίθην ἄπαυστον ἀντὶ τῆς μικρᾶς ἡδονῆς, καὶ πόλεμον πρὸς τὸν φιλωθέντα κακῶς, καὶ διὰ τῆς γεύσεως ὑποσπάσαντα.

Ταῦτα τῆς κακίας ἐμοὶ τὰ ἐπίχειρα· ἐντεῦθεν τὸ γεννᾶσθαι μόχθῳ, καὶ ζῇν, καὶ λύεσθαι. Αὕτη μήτηρ χρείας, ἡ δὲ πλεονεξίας, ἡ δὲ πολέμων, πόλεμοι δὲ φόρων πατέρες, οἱ δὲ τῆς κατακρίσεως τὸ βαρύτατον. Ἀλλ᾽ ἡμεῖς γε μὴ τὸ πρόστιμον ἐπιτείνωμεν, ὑπὸ τὴν αὐτὴν κείμενοι καταδίκην, μηδὲ ἄλλοις κακοὶ γενώμεθα. Φιλανθρωπίαν ἡμᾶς τὴν εἰς ἀλλήλους ἀπαιτεῖ Θεὸς, κἂν ὑπ᾽ αὐτοῦ κολαζώμεθα.