Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς Ἰουλιανὸν ἐξισωτὴν φόρων
Η εσχατολογική κρίση και τελικές εκκλήσεις
Υπενθύμιση του βιβλίου της ζωής και έκκληση για ευνοϊκή μεταχείριση των πενήτων, των ιερέων και των ασκητών, καταλήγοντας σε δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η εσχατολογική κρίση και τελικές εκκλήσεις
Υπενθύμιση του βιβλίου της ζωής και έκκληση για ευνοϊκή μεταχείριση των πενήτων, των ιερέων και των ασκητών, καταλήγοντας σε δοξολογία.
ΙΕʹ. Ἔσται καὶ ἄλλη τις ἐγγραφὴ, καὶ ἄλλος ἀπογραφεύς· εἴ τινα βίβλον ζώντων ἀκούεις, καὶ βίβλον οὐ σωζομένων. Ἐκεῖ πάντες ἐγγραφησόμεθα, μᾶλλον δὲ ἤδη γεγράμμεθα κατ᾽ ἀξίαν τῶν ἐνταῦθα βεβιωμένων ἕκαστος. Οὐ πλοῦτος ἔχει τὸ πλέον ἐκεῖ, οὐ πενία τὸ ἔλαττον, οὐ χάρις, οὐκ ἔχθρα, οὐκ ἄλλο τι τῶν ἁπάντων, οἷς ἐνταῦθα τὸ δίκαιον κλέπτεται.
Δακτύλῳ Θεοῦ πάντες γεγράμμεθα, καὶ ἀνοιγήσεται ἡμῖν βίβλος ἐν ἡμέρᾳ ἀποκαλύψεως. Μικρὸς μὲν καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων ὁμοῦ δεσπότῃ, τὸ Σολομῶντος φθέγξομαι, καὶ βασιλεὺς ἀρχομένῳ, καὶ ἀπογραφεὺς ἀπογραφομένῳ, καὶ ἡ λαμπρότης ἐγγύθεν. Καὶ τὸ δύσφημον σιωπήσομαι· πλὴν οἷα γράφομεν, τοιαῦτα καὶ γραφησόμεθα. Ταύτην ποίησον σεαυτῷ τὴν ἐγγραφὴν χρηστοτέραν, ἡμῖν φανεὶς χρηστὸς καὶ φιλάνθρωπος.
ΙϚʹ. Τί πρὸς ταῦτα λέγεις; Τί γράφεις, ὦ φίλων ἄριστε καὶ ἡλίκων καὶ παιδευτῶν ἡμῖν κοινωνὲ καὶ παιδευμάτων, εἰ καὶ νῦν ἡμᾶς εἰς τὴν κρείττω μοῖραν ὁ Θεὸς ἔταξεν, ὑμᾶς ταῦτα παιδεύειν τοὺς ἐν ἐξουσίᾳ (ὀκνῶ γὰρ εἰπεῖν βαρυτέραν); Ὦ πατρίδος εὐσεβοῦς καὶ γένους, ὦ γονέων ἱερῶν ἱερὸν φυτὸν, ὦ ῥίζα τέκνων ἱερωτέρων, πῶς ποτε ἀποδέχῃ τοὺς ἐμοὺς λόγους; Ἆρά τι πείθομεν, ἢ δεήσει κατεπᾴδειν μακρότερα; Τοῦτο μὲν οὐκ εἰκάζειν, ἀλλ᾽ εὖ εἰδέναι χρὴ, ὅτι σε οἱ παρ᾽ ἐμοῦ λόγοι ἐκ πλείονος ἔχουσιν. Καὶ γὰρ εἰ μή τινι ἄλλῳ θαῤῥεῖν εἴχομεν, ἀλλὰ τοῖς λόγοις αὐτοῖς, οἵ σε ἀεὶ πρὸς τὰ καλὰ ῥᾳδίως ἄγουσιν, ἢ ἀρχόμενον, ἢ ἑπόμενον· τοῦτο γάρ ἐστιν, ᾧ τῶν πολλῶν οἱ σοφοὶ διαφέρουσιν.
Ἐγὼ δὲ μικρὸν ἔτι προσθήσω τοῖς εἰρημένοις· σὺ μὲν ἔδωκας μισθὸν τοῖς ἐμοῖς λόγοις, ὅντινα δέδωκας· οἱ δέ σοι διδόασι καὶ προσάγουσι πένητας, πάντα χορὸν ἱερέων, χορὸν φιλοσόφων, οὐδενὶ δεσμῷ κάτω κατεχομένων, μόνα κεκτημένων τὰ σώματα, καὶ οὐδ᾽ αὐτὰ παντελῶς· οὐδὲν ἐχόντων Καίσαρι, πάντα Θεῷ, ὕμνους, εὐχὰς, ἀγρυπνίας, δάκρυα, κτῆσιν οὐ κρατουμένην, ἀποθανεῖν κόσμῳ, ζῆσαι Χριστῷ, σάρκα κενῶσαι, ψυχὴν ἑλκῦσαι ἀπὸ τοῦ σώματος. Τούτων φειδόμενος, ἢ καὶ καθαρῶς ἀποδιδοὺς τῷ Θεῷ τοὺς θεραπευτὰς τοῦ Θεοῦ καὶ μύστας, καὶ τῶν οὐρανίων ἐπόπτας, τὴν ἀπαρχὴν τοῦ ἡμετέρου γένους, τὸ ἔρεισμα τοὺς τῆς πίστεως στεφάνους, τοὺς μαργαρίτας τοὺς τιμίους, τοὺς τοῦ ναοῦ λίθους, οὗ θεμέλιος καὶ ἀκρογωνιαῖος Χριστὸς, τοῦ καλοῦ λέγω τῆς Ἐκκλησίας πληρώματος· καὶ κάλλιστα ἂν καὶ τούτοις, καὶ σεαυτῷ, καὶ πᾶσιν ἡμῖν βουλεύσαιο. Καί σοι εὔχομαι τοῦτον παρ᾽ ἡμῶν τὸν πλοῦτον γενέσθαι μᾶλλον, ἢ πολλοῦ χρυσίου καὶ ἀργυρίου θησαυροὺς, νῦν ὑπάρχοντας, καὶ μετ᾽ ὀλίγον οὐκ ἐσομένους.
ΙΖʹ. Αὕτη τῶν ἐμῶν λόγων ὑμῖν ἡ καρποφορία, εἰ καὶ τῆς ἐλπίδος ἐλάττων, ἀλλὰ κατά γε τὴν ἡμετέραν δύναμιν. Ὑμεῖς δὲ ἀντιδοίητέ μοι τῆς ἐμῆς εἰσφορᾶς τὸ μεῖζον, τὴν εὐπείθειαν· ὡς ἂν τά τε ἄλλα καὶ ἧττον δέησθε τῶν ἐμῶν λόγων, ἀλλήλους κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων· ὡς ἂν χρηστῆς καὶ φιλανθρώπου τῆς ἐκεῖθεν γραφῆς τυχόντες, καὶ περὶ τὸν πάντων βασιλέα χορεύοντες, ὃ μόνον ἔργον ἐστὶ τοῖς ἐκεῖ γεγραμμένοις, λειτουργῶμεν Θεῷ τὴν αἴνεσιν, τὴν μίαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ θεωροῦντες καὶ ἀνυψοῦντες τὴν τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα, ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.