Ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι, ὑπὲρ δὲ τοῦ δεήθητι δοθῆναι συγγνώμην τῇ ἀσθενείᾳ. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου. Μηδεὶς ἔστω κενὸς, μηδὲ ἄκαρπος, μηδέ τις στεῖρα ψυχὴ καὶ ἄγονος. Ἕκαστος ἐκ τῶν παρόντων καρποφορείτω Θεῷ, καὶ ἐκ τῶν οἰκείων· ὁ ἁμαρτάνων τὴν μεταβολὴν, ὁ καλῶς τρέχων, τὴν εὐτονίαν, ὁ νέος τὴν ἐγκράτειαν, ἡ πολιὰ τὴν φρόνησιν, ὁ πλούσιος τὴν μετάδοσιν, ὁ πένης τὴν εὐχαριστίαν, ὁ ἐν ἐξουσίᾳ τὴν ἀτυχίαν, ὁ εἰσπράττων τὴν ἡμερότητα. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἐνδυσώμεθα· μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νομῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ᾽ ὄνομα, καὶ εἰσάγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης ἐπὶ τὴν ἐκεῖθεν ἀνάπαυσιν.