Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τοὺς ἀποστειλαντας αὐτὸν καὶ μὴ ἀπαντήσαντας

Γρηγόριος ὁ Ναζιανζηνός

Έμπρακτη ευσέβεια και δοξολογικός επίλογος

Προβολή της έμπρακτης αρετής και της σιωπής ως τεκμηρίων αληθούς ευσέβειας, συνοδευόμενη από προτροπές για βίο κατά Χριστόν και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

Τὸ δὲ εὐσεβὲς μὴ ἐν τῷ πολλάκις περὶ Θεοῦ λαλεῖν, ἀλλ᾽ ἐν τῷ τὰ πλείω σιγᾷν εἶναι τιθέμενοι· γλῶσσα γὰρ ὄλισθος ἀνθρώποις μὴ λόγῳ κυβερνωμένη· καὶ ἀκινδυνοτέραν ἀκοὴν ἀεὶ λόγου νομίζοντες, ὥστε τι μανθάνειν ἥδιον, ἢ διδάσκειν περὶ Θεοῦ· τὴν μὲν ἀκριβεστέραν τούτων ἐξέτασιν τοῖς οἰκονόμοις τοῦ λόγου παραχωροῦντες· αὐτοὶ δὲ λόγῳ μὲν εὐσεβοῦντες ὀλίγα, ἔργῳ δὲ πλείονα, καὶ τῇ τηρήσει τῶν νόμων μᾶλλον ἢ τῷ θαυμάζειν τὸν νομοθέτην τὸ περὶ αὐτὸν φίλτρον ἐπιδεικνύμενοι, φεύγοντες κακίαν, διώκοντες ἀρετὴν, πνεύματι ζῶντες, πνεύματι στοιχοῦντες, τούτῳ τὴν γνῶσιν ἕλκοντες, ἐποικοδομοῦντες τῷ θεμελίῳ τῆς πίστεως, μὴ ξύλον, μηδὲ χόρτον, μηδὲ καλάμην, ὕλην ἀσθενῆ καὶ ῥᾳδίως δαπανωμένην, ἡνίκα ἂν πυρὶ κρίνηται τὰ ἡμέτερα, ἢ καθαίρηται· ἀλλὰ χρυσὸν, ἄργυρον, λίθους τιμίους, τὰ μένοντα καὶ ἱστάμενα.

Ηʹ. Ταῦτα πράσσοιτε, καὶ τούτοις ἡμᾶς δοξάζοιτε εἴτε παρόντες εἴτε ἀπόντες, εἴτε μεταποιούμενοι τῶν ἡμετέρων λόγων, εἴτε ἄλλο τι προτιμότερον ἄγοντες· καὶ γίνοισθε τέκνα Θεοῦ καθαρὰ καὶ ἀμώμητα, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης· καὶ μὴ περιπλέκοιτο ὑμῖν τὰ τῶν κύκλῳ περιπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιωτικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος, καὶ ἄκαρποι γίνοισθε· ἀλλ᾽ ὁδῷ πορεύοισθε βασιλικῇ, μὴ ἐκκλίνοντες εἰς δεξιὰ, μηδὲ εἰς ἀριστερὰ, καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι· καὶ τὸ ἡμέτερον εὖ ἕξει νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.