Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τοὺς ἐν Ναζιανζῷ πολίτας
Βιβλικά πρότυπα θείας οργής και παρηγορίας
Ανάλυση χωρίων του Ιερεμία, του Δαβίδ και του Σοφονία σχετικά με τη μεταμέλεια, τη θεία τιμωρία και τη λυτρωτική φιλανθρωπία του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλικά πρότυπα θείας οργής και παρηγορίας
Ανάλυση χωρίων του Ιερεμία, του Δαβίδ και του Σοφονία σχετικά με τη μεταμέλεια, τη θεία τιμωρία και τη λυτρωτική φιλανθρωπία του Θεού.
ΛΟΓΟΣ ΙΖʹ. Πρὸς τοὺς πολιτευομένους Ναζιανζοῦ ἀγωνιῶντας, καὶ τὸν ἄρχοντα ὀργιζόμενον. Αʹ. Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει, φησί που τῶν ἑαυτοῦ λόγων Ἱερεμίας, ὁ τῶν προφητῶν συμπαθέστατος, ἀποκλαιόμενος τὸν Ἰσραὴλ ἀπειθοῦντα, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριούμενον, κοιλίαν μὲν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζων, κατὰ τοὺς τῆς τροπῆς νόμους. Οὕτω γὰρ εὑρίσκω πολλαχοῦ τῆς Γραφῆς, εἴτε ὡς ἀπόκρυφον καὶ ἀόρατον (τὸ γὰρ αὐτὸ καὶ ψυχῆς καὶ γαστρὸς τὸ κρύπτεσθαι), εἴτε ὡς χωρητικὴν καὶ ἀναδοτικὴν, ἵν᾽ οὕτως εἴπω, τῶν ἐκ τοῦ λόγου τροφῶν· ὃ γάρ ἐστιν ἐν σώματι τροφὴ, τοῦτο ἐν ψυχῇ λόγος.
Αἰσθητήρια δὲ τάχα μὲν τὰ τῆς ψυχῆς κινήματα καὶ διανοήματα, καὶ τούτων μάλιστα, ὅσα ἐκ τῆς αἰσθήσεως, οἷς ὁ δίκαιος σπαράσσεται, καὶ θερμαίνεται, καὶ ὁρμητικῶς ἔχει, καὶ οὐδὲ καθεκτός ἐστι διὰ τὴν ζέσιν τοῦ Πνεύματος· τοῦτο γὰρ τὸ μαιμάσσειν, οἷον προθυμία τις θυμῷ σύγκρατος. Εἰ δὲ καὶ τῶν σωματικῶν ἔστιν ἃ λαμβάνοι τις αἰσθητηρίων, οὐκ ἀπὸ σκοποῦ λήψεται· καὶ ὀφθαλμῶν, καὶ ὤτων, οὐ μόνον ἀχθομένων τοῖς χείροσι καὶ θεάμασι καὶ ἀκούσμασιν, ἀλλὰ καὶ τὰ βελτίω ποθούντων καὶ ἰδεῖν καὶ ἀκοῦσαι διὰ τὸ εὔσπλαγχνον. Πλὴν ὅπως ἂν νοῆται ταῦτα, ὁ δίκαιος ἀλγεῖ καὶ μαιμάσσει, καὶ οὐ μετρίως φέρει τὰ πάθη τοῦ Ἰσραὴλ, ὁποτέρως βούλει ταῦτα νοεῖν· εἴτε τὰ σωματικὰ, καὶ τοῦ σωματικῶς ὁρωμένου, εἴτε τὰ πνευματικὰ, καὶ τοῦ νοουμένου πνευματικῶς. Ἐπεὶ καὶ πηγὴν δακρύων ὁ αὐτὸς προφήτης ἐπιζητεῖ, καὶ σταθμὸν ἔσχατον ἐπιποθεῖ, καὶ ἐρημίαν ἀσπάζεται, ἵνα κενώσῃ τὸ πολὺ τῆς λύπης, καὶ κουφισθῇ πως τῆς ἔνδον πληγῆς, καθ᾽ ἡσυχίαν θρηνήσας τὸν Ἰσραήλ.
Βʹ. Τὸ δ᾽ αὐτὸ καὶ ὁ θεῖος Δαβὶδ, οὐ μικρὸν ἔμπροσθεν ἐπὶ τοῖς καθ᾽ ἑαυτὸν δυσχεραίνων, Τίς δώσει μοι, φησὶ, πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς ἐπιζητεῖ πτέρυγας, εἴτε ὡς κουφοτέρας καὶ ταχυτέρας· τοιοῦτος γὰρ ἅπας δίκαιος· εἴτε ὡς τὸ Πνεῦμα σκιαγραφούσας, ᾧ μόνῳ τὰ δεινὰ φεύγομεν, ἵν᾽ ὡς ποῤῥωτάτω γένηται ἀπὸ παρόντων κακῶν. Εἶτα τὸ ἐν τοῖς στενοῖς φάρμακον, ἡ ἐλπίς· Προσεδεχόμην, φησὶ, τὸν Θεὸν τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Ὅπερ οὖν καὶ ἀλλαχοῦ ποιῶν φαίνεται, τάχιστα τῷ λυποῦντι τὸ ἴαμα προστιθεὶς, καὶ ἀγαθὸν ἡμῖν παρέχων παίδευμα καὶ λόγῳ καὶ ἔργῳ τῆς πρὸς τὰ δεινὰ μεγαλοψυχίας· Ἀπηνήνατο, φησὶ, παρακληθῆναι ἡ ψυχή μου. Ὁρᾷς ἀκηδίας ῥήματα καὶ ἀπογνώσεως; Ἆρ᾽ οὐκ ἔδεισας ὡς περὶ ἀθεραπεύτου τοῦ Δαβίδ; Τί λέγεις; Οὐ δέχῃ παράκλησιν; ἀπελπίζεις παραμυθίαν; οὐδεὶς θεραπεύσει σε; οὐ λόγος, οὐ φίλος, οὐ συγγενὴς, οὐ συμβουλεύων, οὐ συναλγῶν, οὐ τὰ καθ᾽ ἑαυτὸν διηγούμενος, οὐ τὰ ἀρχαῖα λέγων, οὐ τὰ νῦν παρατιθεὶς, ὅσοι καὶ ἀπὸ χαλεπωτέρων κακῶν διεσώθησαν;
Ἔῤῥιπται πάντα; οἴχεται; περικέκοπται; ἀπόλωλε πᾶσα ἐλπίς; κεῖσθαι δεῖ μόνον, τὸ τέλος ἐκδεχομένους; Ταῦτα ὁ μέγας Δαβὶδ, ὁ ἐν θλίψεσι πλατυνόμενος· ὁ καὶ σκιᾶς θανάτου κυκλούσης μετὰ τοῦ Θεοῦ κατεξανιστάμενος. Τί οὖν ἐγὼ πάθω, ὁ μικρὸς, ὁ ἀσθενὴς, ὁ γήϊνος, ὁ μὴ τοσοῦτος τῷ πνεύματι; Δαβὶδ ἰλιγγιᾷ, καὶ τίς σώζεται; Τίνα βοήθειαν εὕροιμι κακοπαθῶν, ἢ τίνα παράκλησιν; πρὸς τίνα καταφύγω στενοχωρούμενος; Ἀποκρίνεταί σοι Δαβὶδ ὁ μέγας θεραπευτὴς, ὁ καὶ πνευμάτων πονηρῶν κατεπᾴδων διὰ τοῦ ἐν αὐτῷ Πνεύματος. Πρὸς τίνα καταφεύξῃ παρ᾽ ἐμοῦ βούλει μαθεῖν, αὐτὸς δὲ οὐκ ἐπίστασαι; Τίς ὁ τὰς παρειμένας ἐνισχύων χεῖρας, καὶ γόνατα παραλελυμένα παρακαλῶν, καὶ διὰ πυρὸς ἄγων, καὶ σώζων δι᾽ ὕδατος; Οὐδὲν δεῖ σοι παρατάξεως, φησὶν, οὐχ ὅπλων, οὐ τοξοτῶν, οὐχ ἱππέων, οὐ συμβούλων, οὐ φίλων, οὐκ ἐπικουρίας τῆς ἔξωθεν. Ἔχεις ἐν σεαυτῷ τὴν συμμαχίαν, ἣν κἀγὼ καὶ πᾶς ὁ βουλόμενος. Θελῆσαι δεῖ μόνον, ὁρμῆσαι μόνον. Ἐγγὺς ἡ παράκλησις, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· Ἐμνήσθην τοῦ Θεοῦ, φησὶ, καὶ εὐφράνθην. Τί μνήμης ἑτοιμότερον; Μνήσθητι καὶ σὺ, καὶ εὐφράνθητι. Ὢ τοῦ εὐπορίστου τῆς ἰατρείας! ὢ τοῦ τάχους τῆς θεραπείας! ὢ τοῦ μεγέθους τῆς δωρεᾶς! Οὐ κοιμίζει μόνον ὀλιγοψυχίαν καὶ λύπην μνημονευθεὶς ὁ Θεὸς, ἀλλὰ καὶ εὐφροσύνην ἐργάζεται.
Γʹ. Βούλει καὶ ἄλλων ἀκοῦσαι φιλανθρωπίας ῥημάτων; Ἐὰν ἐπιστραφεὶς, φησὶ, πρὸς Κύριον στενάξῃς, τότε σωθήσῃ. Ὁρᾶτε τῷ στεναγμῷ τὴν σωτηρίαν συνεζευγμένην; Καὶ ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι· καὶ φθέγξεται τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ. Οὐδὲν μέσον τῆς αἰτήσεως καὶ τῆς ἐπιτεύξεως· οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐ λίθοι τῶν διαφανῶν καὶ τιμίων, οὐχ ὅσοις ἄνθρωποι κάμπτονται πρὸς τὸ ἥμερον. Ὅταν εἴπῃ Σοφονίας, ὡς παρὰ τοῦ Θεοῦ λέγων ὠργισμένου καὶ χαλεπαίνοντος· Ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν, τοῦ μὴ διοδεύειν. Ἐξέλιπον αἱ πόλεις αὐτῶν διὰ τὸ μὴ ὑπάρχειν, μηδὲ κατοικεῖσθαι· ὅταν ἀπειλήσῃ τὰ φρικωδέστατα, ὅταν καταβάλῃ τῇ ἀθυμίᾳ, ὅταν ζόφον ἐργάσηται διὰ τῆς ἀπειλῆς, εὐθὺς ἐπάγει καὶ τὸ τῆς χρηστοτέρας ἐλπίδος φῶς, καὶ ἀνακτᾶταί με τούτοις τοῖς ῥήμασι· Πλὴν εἶπα· Φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς· καὶ ἔτι φαιδροτέροις μικρὸν προϊὼν καὶ φιλανθρωποτέροις· Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου.
Κύριος ὁ Θεός σου ἐν σοὶ, δυνατὸς σῶσαί σε· καὶ ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ συνάξει τοὺς συντετριμμένους, καὶ σώσει τοὺς ἐκπεπιεσμένους, καὶ τοὺς ἀπωσμένους εἰσδέξεται. Ταῦτα καὶ οἱ ἅγιοι καὶ οἱ λογισμοὶ βούλονται, καὶ ὁ ἐμὸς ἀπαιτεῖ λόγος. Ἀλλὰ δέξασθε λόγους φρονήσεως, ὥς φησιν ὁ θεῖος Σολομὼν, ἵνα μὴ ἐμπεσόντες εἰς κακῶν βάθος καταφρονήσητε, μηδὲ ὑπὸ τῆς ἰδίας ἀμαθίας μᾶλλον ἢ τῆς κατεχούσης δυσχερείας καταποθῆτε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.